Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 268
Delphi Complete Works of Demosthenes Page 268

by Demosthenes


  [14] ἐπειδὴ τοίνυν εἰς Ἑλλήσποντον ἤλθομεν, καὶ ὅ τε χρόνος ἐξεληλύθει μοι τῆς τριηραρχίας, καὶ μισθὸς οὐκ ἀπεδόθη τοῖς στρατιώταις ἀλλ᾽ ἢ δυοῖν μηνοῖν, ἕτερός τε στρατηγὸς ἧκεν Τιμόμαχος, καὶ οὗτος διαδόχους οὐκ ἄγων ἐπὶ τὰς ναῦς, ἀθυμήσαντές μοι πολλοὶ τοῦ πληρώματος ᾤχοντο ἀπολιπόντες τὴν ναῦν, οἱ μὲν εἰς τὴν ἤπειρον στρατευσόμενοι, οἱ δὲ εἰς τὰς Θασίων καὶ Μαρωνιτῶν ναῦς, μισθῷ μεγάλῳ πεισθέντες καὶ ἀργύριον πολὺ προλαβόντες καὶ ὑπὸ πολλῶν αὖ τῷ λόγῳ ἐξηπατημένοι, [15] καὶ τὰ μὲν παρ᾽ ἐμοῦ ἐξανηλωμένα ἤδη ὁρῶντες, τὰ δὲ τῆς πόλεως ἀμελῆ, τὰ δὲ τῶν συμμάχων ἄπορα, τὰ δὲ τῶν στρατηγῶν ἄπιστα, καὶ τὸν χρόνον ἐξήκοντα τῆς τριηραρχίας καὶ τὸν πλοῦν οὐκέτ᾽ ὄντα οἴκαδε, οὐδὲ διάδοχον ἥκοντα ἐπὶ τὴν ναῦν, παρ᾽ οὗ ἄν τις ἠξίωσεν ὠφεληθῆναι. ὅσῳ γὰρ φιλοτιμούμενος ἄμεινον ἐπληρωσάμην τὴν ναῦν ἐρετῶν ἀγαθῶν, τοσούτῳ μοι πλείστη ἀπόλειψις ἐγένετο τῶν ἄλλων τριηράρχων. [16] τοῖς μὲν γὰρ ἄλλοις, εἰ μή τι ἄλλο, οἵ γε ἐκ καταλόγου ἐλθόντες ἐπὶ τὴν ναῦν παρέμενον τηροῦντες τὴν οἴκαδε σωτηρίαν, ὁπότε αὐτοὺς ἀφήσει ὁ στρατηγός: οἱ δ᾽ ἐμοὶ ναῦται πιστεύοντες αὑτοῖς ἐπὶ τῷ δύνασθαι ἐλαύνειν, ὅπου ἔμελλον ἀργύριον πάλιν πλεῖστον λήψεσθαι, ἐνταῦθ᾽ ἀπῇσαν, ἡγούμενοι τὴν ἐν τῷ παρόντι εὐπορίαν κρείττω εἶναι αὑτοῖς τοῦ μέλλοντος φόβου, εἴ ποτε ληφθείησαν ὑπ᾽ ἐμοῦ. [17] τοιούτων τοίνυν μοι τῶν πραγμάτων συμβεβηκότων, καὶ τοῦ στρατηγοῦ ἅμα Τιμομάχου προστάξαντος πλεῖν ἐφ᾽ Ἱερὸν ἐπὶ τὴν παραπομπὴν τοῦ σίτου καὶ μισθὸν οὐ διδόντος, εἰσαγγελθέντων δὲ ὅτι Βυζάντιοι καὶ Καλχηδόνιοι πάλιν κατάγουσι τὰ πλοῖα καὶ ἀναγκάζουσι τὸν σῖτον ἐξαιρεῖσθαι, δανεισάμενος ἐγὼ ἀργύριον παρ᾽ Ἀρχεδήμου μὲν τοῦ Ἀναφλυστίου πεντεκαίδεκα μνᾶς ἐπίτοκον, ὀκτακοσίας δὲ δραχμὰς παρὰ Νικίππου τοῦ ναυκλήρου ναυτικὸν ἀνειλόμην, ὃς ἔτυχεν ὢν ἐν Σηστῷ, ἐπόγδοον, σωθέντος δὲ τοῦ πλοίου Ἀθήναζε ἀποδοῦναι αὐτὸ καὶ τοὺς τόκους, [18] καὶ πέμψας Εὐκτήμονα τὸν πεντηκόνταρχον εἰς Λάμψακον, δοὺς αὐτῷ ἀργύριον καὶ γράμματα πρὸς τοὺς ξένους τοῦ πατρὸς τοῦ ἐμοῦ, ἐκέλευσά μοι αὐτὸν ναύτας μισθώσασθαι ὡς ἂν δύνηται ἀρίστους: αὐτὸς δ᾽ ὑπομείνας ἐν Σηστῷ τοῖς τε παραμείνασι τῶν ἀρχαίων ναυτῶν ἔδωκά τι, ὅσον εἶχον, ἐπειδή μοι ὁ χρόνος ἐξῆκεν τῆς τριηραρχίας, καὶ ἑτέρους ναύτας ἐντελομίσθους προσέλαβον, ἐν ὅσῳ ὁ στρατηγὸς τὸν ἀνάπλουν τὸν ἐφ᾽ Ἱερὸν παρεσκευάζετο. [19] ἐπειδὴ δ᾽ ὅ τε Εὐκτήμων ἧκεν ἐκ τῆς Λαμψάκου ἄγων τοὺς ναύτας οὓς ἐμισθώσατο, καὶ ὁ στρατηγὸς παρήγγειλεν ἀνάγεσθαι, τῷ μὲν Εὐκτήμονι ἀσθενῆσαι ἐξαίφνης συνέβη, καὶ πάνυ πονηρῶς διετέθη: τούτῳ μὲν οὖν ἀποδοὺς τὸν μισθὸν καὶ ἐφόδια προσθεὶς ἀπέπεμψα οἴκαδε: αὐτὸς δὲ πεντηκόνταρχον ἕτερον λαβὼν ἀνηγόμην ἐπὶ τὴν παραπομπὴν τοῦ σίτου, καὶ ἐκεῖ περιέμεινα πέντε καὶ τετταράκοντα ἡμέρας, ἕως ὁ ἔκπλους τῶν πλοίων τῶν μετ᾽ ἀρκτοῦρον ἐκ τοῦ Πόντου ἐγένετο. [20] ἀφικόμενος δὲ εἰς Σηστὸν ἐγὼ μὲν ᾤμην οἴκαδε καταπλεύσεσθαι, τοῦ τε χρόνου μοι ἐξήκοντος καὶ ἐπιτετριηραρχημένων ἤδη μοι δυοῖν μηνοῖν καὶ διαδόχου οὐχ ἥκοντος ἐπὶ τὴν ναῦν: ὁ δὲ στρατηγὸς Τιμόμαχος, ἀφικομένων ὡς αὐτὸν πρέσβεων Μαρωνιτῶν καὶ δεομένων αὑτοῖς τὰ πλοῖα παραπέμψαι τὰ σιτηγά, προσέταξεν ἡμῖν τοῖς τριηράρχοις ἀναδησαμένοις τὰ πλοῖα ἕλκειν εἰς Μαρώνειαν, πλοῦν καὶ πολὺν καὶ πελάγιον. [21] καὶ ταῦθ᾽ ὑμῖν διὰ τοῦτο ἅπαντα διηγησάμην ἐξ ἀρχῆς, ἵνα εἰδῆτε ὅσα ἀνηλωκὼς αὐτὸς καὶ ἡλίκης μοι γεγενημένης τῆς λῃτουργίας ὕστερον ὅσα ἀναλώματα ὑπὲρ τούτου ἀνήλωσα ἐπιτριηραρχῶν, οὐχ ἥκοντος τούτου ἐπὶ τὴν ναῦν, καὶ κινδύνους ὅσους ἐκινδύνευσα αὐτὸς πρός τε χειμῶνα καὶ πρὸς πολεμίους. μετὰ γὰρ τὴν παραπομπὴν τῶν πλοίων τὴν εἰς Μαρώνειαν καὶ τὴν ἄφιξιν τὴν εἰς Θάσον, ἀφικόμενος παρέπεμπε πάλιν ὁ Τιμόμαχος μετὰ τῶν Θασίων εἰς τὴν Στρύμην σῖτον καὶ πελταστάς, ὡς παραληψόμενος αὐτὸς τὸ χωρίον. [22] παραταξαμένων δὲ Μαρωνιτῶν ἡμῖν ταῖς ναυσὶν ὑπὲρ τοῦ χωρίου τούτου καὶ μελλόντων ναυμαχήσειν, καὶ τῶν στρατιωτῶν ἀπειρηκότων, πλοῦν πολὺν πεπλευκότων καὶ πλοῖα ἑλκόντων ἐκ Θάσου εἰς Στρύμην, ἔτι δὲ χειμῶνος ὄντος καὶ τοῦ χωρίου ἀλιμένου, καὶ ἐκβῆναι οὐκ ὂν οὐδὲ δειπνοποιήσασθαι πολεμίας τῆς χώρας οὔσης καὶ περικαθημένων κύκλῳ τὸ τεῖχος καὶ ξένων μισθοφόρων καὶ βαρβάρων προσοίκων, ἀναγκαῖον ἦν ἐπ᾽ ἀγκύρας ἀποσαλεύειν τὴν νύκτα μετεώρους, ἀσίτους καὶ ἀγρύπνους, φυλαττομένους μὴ τῆς νυκτὸς ἡμῖν ἐπιθῶνται αἱ Μαρωνιτῶν τριήρεις. [23] ἔτι δὲ συνέβη τῆς νυκτὸς ὥρᾳ ἔτους ὕδωρ καὶ βροντὰς καὶ ἄνεμον μέγαν γενέσθαι (ὑπ᾽ αὐτὰς γὰρ Πλειάδων δύσεις οἱ χρόνοι οὗτοι ἦσαν), ἐξ ὧν τίνα οὐκ οἴεσθε, ὦ ἄνδρες δικασταί, τοῖς στρατιώταις ἀθυμίαν ἐμπεσεῖν; πόσην δέ μοι μετὰ ταῦτα ἀπόλειψιν γενέσθαι πάλιν, τῶν ἀρχαίων ναυτῶν ταλαιπωρουμένων μὲν πολλά, ὠφελουμένων δὲ βραχέα, ὅσα ἐγὼ δυναίμην ἑκάστῳ δανειζόμενος ἐπαρκέσαι πρὸς ᾧ πρότερον εἶχον παρ᾽ ἐμοῦ, ἐπεὶ ὅ γε στρατηγὸς οὐδὲ τὸ ἐφ᾽ ἡμέραν αὐτοῖς τροφὴν διαρκῆ ἐδ
ίδου. καὶ ἤδη τρεῖς μῆνες ἐπετετριηράρχηντό μοι, καὶ οὐδέπω οὗτος ἧκεν ἐπὶ τὴν ναῦν, ἀλλ᾽ ἐμισθούμην ναύτας ἀντὶ τῶν ἀπολιπόντων, δανειζόμενος ἀργύριον.

  [24] μόνῳ τοίνυν τούτῳ τῶν ἄλλων διαδόχων οὐκ ἔστι πρόφασις ὑπολειπομένη, δι᾽ ὅ τι οὐ πάλαι ἧκεν ἐπὶ τὴν ναῦν. ὁ γὰρ Εὐκτήμων ὁ πεντηκόνταρχος, ὡς ἐκ τοῦ Ἑλλησπόντου ἀπεστάλη οἴκαδε ἀσθενήσας, ἐπειδὴ κατέπλευσε καὶ ἤκουσε τοῦτον ἐμοὶ διάδοχον καθεστηκότα, εἰδὼς τόν τε χρόνον ἐξήκοντά μοι τῆς τριηραρχίας καὶ ἤδη ἐπιτριηραρχοῦντά με, παραλαβὼν Δεινίαν τὸν κηδεστὴν τὸν ἐμὸν προσέρχεται αὐτῷ ἐν τῷ δείγματι, καὶ ἐκέλευεν αὐτὸν ὡς τάχιστα ἐπὶ τὴν ναῦν ἀποπλεῖν, ὡς τῶν ἀναλωμάτων πολλῶν ὄντων ἃ καθ᾽ ἡμέραν ἑκάστην πρὸς τῷ παρὰ τοῦ στρατηγοῦ σιτηρεσίῳ εἰς τὴν ναῦν διδομένῳ ἀνηλίσκετο, [25] καθ᾽ ἕκαστον αὐτῷ διεξιὼν τούς τε μισθοὺς τοὺς τῇ ὑπηρεσίᾳ καὶ τοῖς ἐπιβάταις κατὰ μῆνα διδομένους, τοῖς τε ναύταις οὓς αὐτὸς ἐκ τῆς Λαμψάκου ἐμισθώσατο, καὶ τοῖς ὕστερον ἐπεμβᾶσιν ἀντὶ τῶν ἀπολιπόντων, ἔτι δὲ ὃ τῶν ἀρχαίων ναυτῶν ἑκάστῳ προσέθηκα δεηθέντι, ἐπειδή μοι ὁ χρόνος ἐξῆκε τῆς τριηραρχίας, καὶ τἄλλα ὅσα ἦν τὰ καθ᾽ ἡμέραν ἑκάστην ἀναλισκόμενα εἰς τὴν ναῦν, οὐκ ἀπείρως ἔχων: διὰ γὰρ ἐκείνου πεντηκονταρχοῦντος καὶ ἠγοράζετο καὶ ἀνηλίσκετο. [26] καὶ περὶ τῶν σκευῶν ἔφραζεν αὐτῷ ὅτι ἴδια ἔχοιμι καὶ δημόσιον οὐδέν: ‘ὡς οὖν’, ἔφη, ‘ἢ πείσων ἐκεῖνον διανοοῦ, ἢ σκεύη ἔχων σαυτῷ ἀνάπλει. οἶμαι δέ σοι’, ἔφη, ‘αὐτὸν οὐδὲν διοίσεσθαι: ὀφείλει γὰρ ἀργύριον ἐκεῖ, ὃ διαλῦσαι βουλήσεται ἐκ τῆς τιμῆς τῶν σκευῶν.’ ἀκούσας δὲ οὗτος ταῦτα τοῦ τ᾽ Εὐκτήμονος καὶ τοῦ Δεινίου τοῦ κηδεστοῦ τοῦ ἐμοῦ, περὶ μὲν ὧν ἔλεγον αὐτῷ οὐδὲν αὐτοῖς ἀποκρίνεται, γελάσαντα δὲ ἔφασαν αὐτὸν εἰπεῖν ‘ἄρτι μῦς πίττης γεύεται: ἐβούλετο γὰρ Ἀθηναῖος εἶναι’. [27] ἐπειδὴ τοίνυν τοῦ Εὐκτήμονος καὶ τοῦ Δεινίου ἀκούσας οὐδὲν ἐφρόντιζεν, πάλιν αὐτῷ προσέρχονται ὕστερον Πυθόδωρός τε ὁ Ἀχαρνεὺς καὶ Ἀπολλόδωρος ὁ Λευκονοεύς, ἐπιτήδειοι ὄντες ἐμοὶ καὶ φίλοι, καὶ ἐκέλευον αὐτὸν ἐπί τε τὴν ναῦν ἀπιέναι ὡς διάδοχον ὄντα, καὶ περὶ τῶν σκευῶν ἔφραζον αὐτῷ, ὅτι ἴδια ἔχοιμι ἅπαντα καὶ δημόσιον οὐδέν: [28] ‘εἰ μὲν οὖν ἐκείνοις ἐθέλεις χρῆσθαι, κατάλιπε’ ἔφασαν ‘ἀργύριον αὐτοῦ, καὶ μὴ διακινδύνευε ἐκεῖσε ἄγων’, ἵνα λύσωνταί μοι τὸ χωρίον, ἀποδόντες Ἀρχένεῳ καὶ Θρασυλόχῳ τὰς τριάκοντα μνᾶς. περὶ δὲ ἀποτριβῆς τῶν σκευῶν, ἤθελον αὐτῷ γράμματα γράφειν, καὶ ἐγγυηταὶ αὐτοὶ γίγνεσθαι ὑπὲρ ἐμοῦ ἦ μὴν ἔσεσθαι αὐτῷ ὅ τι ἂν καὶ τοῖς ἄλλοις τριηράρχοις πρὸς τοὺς διαδόχους ᾖ. ὡς οὖν πάντα ταῦτ᾽ ἀληθῆ λέγω, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας.”Μαρτυρίαι”

  [29] ἐκ πολλῶν μὲν τοίνυν τεκμηρίων οἶμαι ὑμῖν ἐπιδείξειν Πολυκλέα ὅτι οὔτε αὐτόθεν διενοεῖτο παραλαμβάνειν παρ᾽ ἐμοῦ τὴν ναῦν, οὔτε, ἐπειδὴ ὑφ᾽ ὑμῶν καὶ τοῦ ψηφίσματος τοῦ ὑμετέρου ἠναγκάσθη ἐπὶ τὴν ναῦν ἀπιέναι, ἐλθὼν ἠθέλησέ μοι διαδέξασθαι αὐτήν. οὗτος γὰρ ἐπειδὴ ἀφίκετο εἰς Θάσον ἤδη μου τέταρτον μῆνα ἐπιτριηραρχοῦντος, παραλαβὼν ἐγὼ μάρτυρας τῶν τε πολιτῶν ὡς ἐδυνάμην πλείστους καὶ τοὺς ἐπιβάτας καὶ τὴν ὑπηρεσίαν προσέρχομαι αὐτῷ ἐν Θάσῳ ἐν τῇ ἀγορᾷ, καὶ ἐκέλευον αὐτὸν τήν τε ναῦν παραλαμβάνειν παρ᾽ ἐμοῦ ὡς διάδοχον ὄντα, καὶ τοῦ ἐπιτετριηραρχημένου χρόνου ἀποδιδόναι μοι τἀναλώματα. [30] λογίσασθαι δ᾽ ἤθελον αὐτῷ καθ᾽ ἕκαστον, ἕως μοι μάρτυρες παρῆσαν τῶν ἀνηλωμένων οἵ τε ναῦται καὶ οἱ ἐπιβάται καὶ ἡ ὑπηρεσία, ἵν᾽ εἴ τι ἀντιλέγοι εὐθὺς ἐξελέγχοιμι. οὕτω γάρ μοι ἀκριβῶς ἐγέγραπτο, ὥστ᾽ οὐ μόνον αὐτά μοι τἀναλώματα ἐγέγραπτο, ἀλλὰ καὶ ὅποι ἀνηλώθη καὶ ὅ τι ποιούντων, καὶ ἡ τιμὴ τίς ἦν καὶ νόμισμα ποδαπόν, καὶ ὁπόσου ἡ καταλλαγὴ ἦν τῷ ἀργυρίῳ, ἵν᾽ εἴη ἀκριβῶς ἐξελέγξαι με τῷ διαδόχῳ, εἴ τι ἡγοῖτο ψεῦδος αὑτῷ λογίζεσθαι. [31] ἔτι δὲ καὶ πίστιν αὐτῷ ἐπιθεὶς ἠθέλησα λογίσασθαι τὰ ἀνηλωμένα. προκαλουμένου δέ μου ταῦτα, ἀπεκρίνατό μοι ὅτι οὐδὲν αὐτῷ μέλοι ὧν λέγοιμι. ἐν δὲ τούτῳ ὑπηρέτης ἥκων παρὰ τοῦ στρατηγοῦ ἐμοὶ παρήγγελλεν ἀνάγεσθαι, οὐ τούτῳ τῷ διαδόχῳ, οὗ ἡ λῃτουργία ἤδη ἐγίγνετο: τούτου δὲ τὸ αἴτιον ἐγὼ ὑμᾶς προϊόντος τοῦ λόγου διδάξω. τότε μὲν οὖν μοι ἐδόκει ἀνάγεσθαι καὶ πλεῖν οἷ ἐκέλευεν: [32] ἐπειδὴ δὲ κατέπλευσα πάλιν εἰς Θάσον, ἑλκύσας τὰ πλοῖα εἰς Στρύμην, οἷ προσέταξεν ὁ στρατηγός, κελεύσας τοὺς ναύτας ἐν τῇ νηὶ μένειν καὶ τοὺς ἐπιβάτας καὶ τὴν ὑπηρεσίαν, ἐκβὰς αὐτὸς πορεύομαι ἐπὶ τὴν οἰκίαν οὗ κατήγετο Τιμόμαχος ὁ στρατηγός, βουλόμενος κἀκείνου ἐναντίον παραδιδόναι τὴν ναῦν Πολυκλεῖ τουτῳὶ πλήρη. [33] καταλαμβάνω οὖν καὶ τοῦτον ἐκεῖ καὶ τοὺς τριηράρχους καὶ τοὺς διαδόχους καὶ ἄλλους τινὰς τῶν πολιτῶν, καὶ εἰσελθὼν εὐθὺς ἐναντίον τοῦ στρατηγοῦ λόγους πρὸς αὐτὸν ἐποιούμην, καὶ ἠξίουν αὐτὸν τήν τε ναῦν μοι παραλαμβάνειν καὶ τοῦ ἐπιτετριηραρχημένου χρόνου ἀποδιδόναι μοι τὰ ἀναλώματα, καὶ περὶ τῶν σκευῶν ἠρώτων αὐτόν, πότερα παραλήψεται ἢ ἴδια σκεύη ἔχων ἥκοι ἐπὶ τὴν
ναῦν. [34] ταῦτα δέ μου προκαλουμένου αὐτόν, ἠρώτα με δι᾽ ὅ τι σκεύη τε ἴδια μόνος ἔχοιμι τῶν τριηράρχων, καὶ πότερα ἡ πόλις οὐκ εἰδείη τινὰς δυναμένους σκεύη παρασχεῖν ταῖς ναυσίν, ὥστε αὐτὴ μὴ παρέχειν. ‘ἢ σὺ τοσοῦτον’ ἔφη ‘ὑπερπέπαικας πλούτῳ τοὺς ἄλλους, ὥστε καὶ σκεύη ἴδια ἔχειν καὶ κόσμον χρυσόπαστον μόνος τῶν τριηράρχων; [35] τίς ἂν οὖν δύναιτ᾽’ ἔφη ‘τὴν σὴν μανίαν καὶ πολυτέλειαν ὑπομεῖναι, διεφθαρμένον μὲν πλήρωμα καὶ εἰωθὸς ἀργύριον πολὺ προλαμβάνειν καὶ ἀτελείας ἄγειν τῶν νομιζομένων ἐν τῇ νηὶ λῃτουργιῶν καὶ λοῦσθαι ἐν βαλανείῳ, τρυφῶντας δ᾽ ἐπιβάτας καὶ ὑπηρεσίαν ὑπὸ μισθοῦ πολλοῦ καὶ ἐντελοῦς; κακῶν δ᾽,’ ἔφη, ‘διδάσκαλος γέγονας ἐν τῷ στρατεύματι, καὶ αἴτιος εἶ μέρος τι καὶ τοῖς ἄλλοις τριηράρχοις πονηροτέρους εἶναι τοὺς στρατιώτας, ζητοῦντας ταὐτὰ τοῖς παρὰ σοί: ἔδει γὰρ σὲ ταὐτὰ ποιεῖν τοῖς ἄλλοις τριηράρχοις.’ [36] λέγοντος δὲ αὐτοῦ ταῦτα, ἀπεκρινάμην αὐτῷ ὅτι σκεύη μὲν διὰ τοῦτο οὐ λάβοιμι ἐκ τοῦ νεωρίου, ‘ὅτι σὺ ἀδόκιμα ἐποίησας αὐτά. ἀλλ᾽ εἰ μὲν βούλει, ταῦτα παράλαβε: εἰ δὲ μή, σκεύη σαυτῷ παρασκεύαζε. περὶ δὲ τῶν ναυτῶν καὶ τῶν ἐπιβατῶν καὶ τῆς ὑπηρεσίας, εἰ φὴς ὑπ᾽ ἐμοῦ αὐτοὺς διεφθάρθαι, παραλαβὼν τὴν τριήρη αὐτὸς σαυτῷ κατασκεύασαι καὶ ναύτας καὶ ἐπιβάτας καὶ ὑπηρεσίαν, οἵτινές σοι μηδὲν λαβόντες συμπλεύσονται. τὴν δὲ ναῦν παράλαβε: οὐ γὰρ ἔτι μοι προσήκει τριηραρχεῖν: ὅ τε γὰρ χρόνος ἐξήκει μοι τῆς τριηραρχίας, καὶ ἐπιτετριηράρχηκα τέτταρας μῆνας.’ [37] λέγοντος δέ μου ταῦτα, ἀποκρίνεταί μοι ὅτι ὁ συντριήραρχος αὐτῷ οὐχ ἥκοι ἐπὶ τὴν ναῦν: ‘οὔκουν παραλήψομαι μόνος τὴν τριήρη.’ ὡς οὖν ἀληθῆ ταῦτα λέγω πρὸς ὑμᾶς, καὶ ἐν μὲν τῇ ἀγορᾷ ἀπεκρίνατό μοι τὰ πρότερον, ὅτι οὐδὲν αὐτῷ μέλοι ὧν λέγοιμι, ἐν δὲ τῇ οἰκίᾳ οὗ ὁ Τιμόμαχος κατήγετο, ὅτι μόνος οὐ παραλήψεται τὴν ναῦν, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας.”Μαρτυρίαι”

 

‹ Prev