Book Read Free

Delphi Complete Works of Demosthenes

Page 279

by Demosthenes


  [45] τὰ μὲν οὖν περὶ τοῦ πράγματος δίκαια βραχέα ἐστὶ καὶ εὐμνημόνευτα. ἐδανείσαμεν Διονυσοδώρῳ τουτῳὶ καὶ τῷ κοινωνῷ αὐτοῦ τρισχιλίας δραχμὰς Ἀθήνηθεν εἰς Αἴγυπτον καὶ ἐξ Αἰγύπτου Ἀθήναζε: οὐκ ἀπειλήφαμεν τὰ χρήματα οὐδὲ τοὺς τόκους, ἀλλ᾽ ἔχουσι τὰ ἡμέτερα καὶ χρῶνται δεύτερον ἔτος: οὐ κατακεκομίκασιν τὴν ναῦν εἰς τὸ ὑμέτερον ἐμπόριον οὐδέπω καὶ νῦν, οὐδ᾽ ἡμῖν παρεσχήκασιν ἐμφανῆ: ἡ δὲ συγγραφὴ κελεύει, ἐὰν μὴ παρέχωσιν ἐμφανῆ τὴν ναῦν, ἀποτίνειν αὐτοὺς διπλάσια τὰ χρήματα, τὴν δὲ πρᾶξιν εἶναι καὶ ἐξ ἑνὸς καὶ ἐξ ἀμφοῖν. [46] ταῦτ᾽ ἔχοντες τὰ δίκαια εἰσεληλύθαμεν πρὸς ὑμᾶς, ἀξιοῦντες τὰ ἡμέτερα αὐτῶν ἀπολαβεῖν δι᾽ ὑμῶν, ἐπειδὴ παρ᾽ αὐτῶν τούτων οὐ δυνάμεθα. ὁ μὲν παρ᾽ ἡμῶν λόγος οὗτός ἐστιν. οὗτοι δὲ δανείσασθαι μὲν ὁμολογοῦσιν καὶ μὴ ἀποδεδωκέναι, διαφέρονται δὲ ὡς οὐ δεῖ τελεῖν αὐτοὺς τοὺς τόκους τοὺς ἐν τῇ συγγραφῇ, ἀλλὰ τοὺς εἰς Ῥόδον, οὓς οὔτε συνεγράψαντο οὔτε ἔπεισαν ἡμᾶς. εἰ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, [47] ἐν τῷ Ῥοδίων δικαστηρίῳ ἐκρινόμεθα, ἴσως ἂν οὗτοι ἐπλεονέκτουν ἡμῶν, σεσιτηγηκότες πρὸς αὐτοὺς καὶ καταπεπλευκότες τῇ νηὶ εἰς τὸ ἐκείνων ἐμπόριον: νῦν δὲ εἰς Ἀθηναίους εἰσεληλυθότες καὶ συγγραψάμενοι εἰς τὸ ὑμέτερον ἐμπόριον, οὐκ ἀξιοῦμεν ἐλαττωθῆναι ὑπὸ τῶν καὶ ἡμᾶς καὶ ὑμᾶς ἠδικηκότων.

  [48] χωρὶς δὲ τούτων, ἄνδρες Ἀθηναῖοι, μὴ ἀγνοεῖτε, ὅτι νυνὶ μίαν δίκην δικάζοντες νομοθετεῖτε ὑπὲρ ὅλου τοῦ ἐμπορίου, καὶ παρεστᾶσι πολλοὶ τῶν κατὰ θάλατταν ἐργάζεσθαι προαιρουμένων ὑμᾶς θεωροῦντες, πῶς τὸ πρᾶγμα τουτὶ κρίνετε. εἰ μὲν γὰρ ὑμεῖς τὰς συγγραφὰς καὶ τὰς ὁμολογίας τὰς πρὸς ἀλλήλους γιγνομένας ἰσχυρὰς οἴεσθε δεῖν εἶναι καὶ τοῖς παραβαίνουσιν αὐτὰς μηδεμίαν συγγνώμην ἕξετε, ἑτοιμότερον προήσονται τὰ ἑαυτῶν οἱ ἐπὶ τοῦ δανείζειν ὄντες, ἐκ δὲ τούτων αὐξηθήσεται ὑμῖν τὸ ἐμπόριον. [49] εἰ μέντοι ἐξέσται τοῖς ναυκλήροις, συγγραφὴν γραψαμένοις ἐφ᾽ ᾧ τε καταπλεῖν εἰς Ἀθήνας, ἔπειτα κατάγειν τὴν ναῦν εἰς ἕτερα ἐμπόρια, φάσκοντας ῥαγῆναι καὶ τοιαύτας προφάσεις ποριζομένους οἵαισπερ καὶ Διονυσόδωρος οὑτοσὶ χρῆται, καὶ τοὺς τόκους μερίζειν πρὸς τὸν πλοῦν ὃν ἂν φήσωσιν πεπλευκέναι, καὶ μὴ πρὸς τὴν συγγραφήν, οὐδὲν κωλύσει ἅπαντα τὰ συμβόλαια διαλύεσθαι. [50] τίς γὰρ ἐθελήσει τὰ ἑαυτοῦ προέσθαι, ὅταν ὁρᾷ τὰς μὲν συγγραφὰς ἀκύρους, ἰσχύοντας δὲ τοὺς τοιούτους λόγους, καὶ τὰς αἰτίας τῶν ἠδικηκότων ἔμπροσθεν οὔσας τοῦ δικαίου; μηδαμῶς, ὦ ἄνδρες δικασταί: οὔτε γὰρ τῷ πλήθει τῷ ὑμετέρῳ συμφέρει τοῦτο οὔτε τοῖς ἐργάζεσθαι προῃρημένοις, οἵπερ χρησιμώτατοί εἰσιν καὶ κοινῇ πᾶσιν ὑμῖν καὶ ἰδίᾳ τῷ ἐντυγχάνοντι. διόπερ δεῖ ὑμᾶς αὐτῶν ἐπιμέλειαν ποιεῖσθαι.

  ἐγὼ μὲν οὖν ὅσαπερ οἷός τ᾽ ἦν, εἴρηκα: ἀξιῶ δὲ καὶ τῶν φίλων μοί τινα συνειπεῖν. δεῦρο Δημόσθενες.

  ἔφεσις πρὸς Εὐβουλίδην

  πολλὰ καὶ ψευδῆ κατηγορηκότος ἡμῶν Εὐβουλίδου, καὶ βλασφημίας οὔτε προσηκούσας οὔτε δικαίας πεποιημένου, πειράσομαι τἀληθῆ καὶ τὰ δίκαια λέγων, ὦ ἄνδρες δικασταί, δεῖξαι καὶ μετὸν τῆς πόλεως ἡμῖν καὶ πεπονθότ᾽ ἐμαυτὸν οὐχὶ προσήκονθ᾽ ὑπὸ τούτου. δέομαι δ᾽ ἁπάντων ὑμῶν, ὦ ἄνδρες δικασταί, καὶ ἱκετεύω καὶ ἀντιβολῶ, λογισαμένους τό τε μέγεθος τοῦ παρόντος ἀγῶνος καὶ τὴν αἰσχύνην μεθ᾽ ἧς ὑπάρχει τοῖς ἁλισκομένοις ἀπολωλέναι, ἀκοῦσαι καὶ ἐμοῦ σιωπῇ, μάλιστα μέν, εἰ δυνατόν, μετὰ πλείονος εὐνοίας ἢ τούτου (τοῖς γὰρ ἐν κινδύνῳ καθεστηκόσιν εἰκὸς εὐνοϊκωτέρους ὑπάρχειν), εἰ δὲ μή, μετά γε τῆς ἴσης. συμβαίνει δέ μοι τὸ μὲν καθ᾽ ἡμᾶς, [2] ὦ ἄνδρες δικασταί, καὶ τὸ προσήκειν μοι τῆς πόλεως, θαρρεῖν καὶ πολλὰς ἔχειν ἐλπίδας καλῶς ἀγωνιεῖσθαι, τὸν καιρὸν δὲ καὶ τὸ παρωξύνθαι τὴν πόλιν πρὸς τὰς ἀποψηφίσεις φοβεῖσθαι: πολλῶν γὰρ ἐξεληλαμένων δικαίως ἐκ πάντων τῶν δήμων, συγκεκοινωνήκαμεν τῆς δόξης ταύτης οἱ κατεστασιασμένοι, καὶ πρὸς τὴν κατ᾽ ἐκείνων αἰτίαν, οὐ πρὸς τὸ καθ᾽ αὑτὸν ἕκαστος ἀγωνιζόμεθα, ὥστ᾽ ἐξ ἀνάγκης μέγαν ἡμῖν εἶναι τὸν φόβον. [3] οὐ μὴν ἀλλὰ καίπερ τούτων οὕτως ἐχόντων, ἃ νομίζω περὶ τούτων αὐτῶν πρῶτον εἶναι δίκαια, ἐρῶ πρὸς ὑμᾶς. ἐγὼ γὰρ οἴομαι δεῖν ὑμᾶς τοῖς μὲν ἐξελεγχομένοις ξένοις οὖσιν χαλεπαίνειν, εἰ μήτε πείσαντες μήτε δεηθέντες ὑμῶν λάθρᾳ καὶ βίᾳ τῶν ὑμετέρων ἱερῶν καὶ κοινῶν μετεῖχον, τοῖς δ᾽ ἠτυχηκόσι καὶ δεικνύουσι πολίτας ὄντας αὑτοὺς βοηθεῖν καὶ σῴζειν, ἐνθυμουμένους ὅτι πάντων οἰκτρότατον πάθος ἡμῖν ἂν συμβαίη τοῖς ἠδικημένοις, εἰ τῶν λαμβανόντων δίκην ὄντες ἂν δικαίως μεθ᾽ ὑμῶν, ἐν τοῖς διδοῦσι γενοίμεθα καὶ συναδικηθείημεν διὰ τὴν τοῦ πράγματος ὀργήν. [4] ᾤμην μὲν οὖν ἔγωγ᾽, ὦ ἄνδρες δικασταί, προσήκειν Εὐβουλίδῃ, καὶ πᾶσιν δ᾽ ὅσοι νῦν ἐπὶ ταῖς ἀποψηφίσεσιν κατηγοροῦσιν, ὅσ᾽ ἴσασιν ἀκριβῶς λέγειν καὶ μηδεμίαν προσάγειν ἀκοὴν πρὸς τὸν τοιοῦτον ἀγῶνα. οὕτω γὰρ τοῦτ᾽ ἄδικον καὶ σφόδρα πάλαι κέκριται, ὥστ᾽ οὐδὲ μαρτυρεῖν ἀκοὴν ἐῶσιν οἱ νόμοι, οὐδ᾽ ἐπὶ τοῖς πάνυ φαύλοις ἐγκλήμασιν, εἰκότως: ὅπο�
� γὰρ εἰδέναι τινὲς ἤδη φήσαντες ψευδεῖς ἐφάνησαν, πῶς ἅ γε μηδ᾽ αὐτὸς οἶδεν ὁ λέγων, προσήκει πιστεύεσθαι; [5] ἀλλὰ μὴν ὅπου γε μηδ᾽ ὑπεύθυνον καθιστάνθ᾽ ἑαυτὸν ἔξεστιν, δι᾽ ὧν ἂν ἀκοῦσαι τις φῇ, βλάπτειν μηδένα, πῶς ἀνυπευθύνῳ γε λέγοντι προσήκει πιστεύειν ὑμᾶς; ἐπειδὴ τοίνυν οὗτος εἰδὼς τοὺς νόμους καὶ μᾶλλον ἢ προσῆκεν, ἀδίκως καὶ πλεονεκτικῶς τὴν κατηγο- ρίαν πεποίηται, ἀναγκαῖον ἐμοὶ περὶ ὧν ἐν τοῖς δημόταις ὑβρίσθην πρῶτον εἰπεῖν. [6] ἀξιῶ δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, μηδέπω τὴν τῶν δημοτῶν ἀποψήφισιν ποιεῖσθαι τεκμήριον ὑμᾶς, ὡς ἄρ᾽ οὐχὶ προσήκει μοι τῆς πόλεως. εἰ γὰρ πάντ᾽ ἐνομίζετε τὰ δίκαια δυνήσεσθαι τοὺς δημότας διακρῖναι, οὐκ ἂν ἐδώκατε τὴν εἰς ὑμᾶς ἔφεσιν: νῦν δὲ καὶ διὰ φιλονικίαν καὶ διὰ φθόνον καὶ δι᾽ ἔχθραν καὶ δι᾽ ἄλλας προφάσεις ἔσεσθαί τι τοιοῦτον ἡγούμενοι, τὴν εἰς ὑμᾶς τοῖς ἀδικηθεῖσιν ἐποιήσατε καταφυγήν, δι᾽ ἣν καλῶς ποιοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ἠδικημένους ἅπαντας σεσῴκατε. [7] πρῶτον μὲν οὖν ὃν τρόπον ἐν τοῖς δημόταις συνέβη τὴν διαψήφισιν γενέσθαι, φράσω πρὸς ὑμᾶς: τὸ γὰρ εἰς αὐτὸ τὸ πρᾶγμα πάντα λέγειν τοῦτ᾽ ἐγὼ ὑπολαμβάνω, ὅσα τις παρὰ τὸ ψήφισμα πέπονθεν ἀδίκως καταστασιασθείς, ἐπιδεῖξαι.

  [8] Εὐβουλίδης γὰρ οὑτοσί, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς ὑμῶν ἴσασι πολλοί, γραψάμενος ἀσεβείας τὴν ἀδελφὴν τὴν Λακεδαιμονίου τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μετέλαβεν. ὅτι δὴ ἐν ἐκείνῳ τῷ ἀγῶνι τὰ δίκαια, τούτῳ δὲ τἀναντί᾽ ἐμαρτύρησα, διὰ ταύτην τὴν ἔχθραν ἐπιτίθεταί μοι. καὶ βουλεύων, ὦ ἄνδρες δικασταί, καὶ κύριος ὢν τοῦ θ᾽ ὅρκου καὶ τῶν γραμμάτων ἐξ ὧν ἀνεκάλει τοὺς δημότας, τί ποιεῖ; [9] πρῶτον μέν, ἐπειδὴ συνελέγησαν οἱ δημόται, κατέτριψεν τὴν ἡμέραν δημηγορῶν καὶ ψηφίσματα γράφων. τοῦτο δ᾽ ἦν οὐκ ἀπὸ τοῦ αὐτομάτου, ἀλλ᾽ ἐπιβουλεύων ἐμοί, ὅπως ὡς ὀψιαίταθ᾽ ἡ διαψήφισις ἡ περὶ ἐμοῦ γένοιτο: καὶ διεπράξατο τοῦτο. καὶ τῶν μὲν δημοτῶν οἱ ὀμόσαντες ἐγενόμεθα τρεῖς καὶ ἑβδομήκοντα, ἠρξάμεθα δὲ τοῦ διαψηφίζεσθαι δείλης ὀψίας, ὥστε συνέβη, ἡνίκα τοὐμὸν ὄνομ᾽ ἐκαλεῖτο, σκότος εἶναι ἤδη: [10] καὶ γὰρ ἦν περὶ ἑξηκοστόν, καὶ ἐκλήθην ὕστα- τος ἁπάντων τῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ κληθέντων, ἡνίχ᾽ οἱ μὲν πρεσβύτεροι τῶν δημοτῶν ἀπεληλύθεσαν εἰς τοὺς ἀγρούς: τοῦ γὰρ δήμου ἡμῖν, ὦ ἄνδρες δικασταί, πέντε καὶ τριάκοντα στάδια τοῦ ἄστεως ἀπέχοντος καὶ τῶν πλείστων ἐκεῖ οἰκούντων, ἀπεληλύθεσαν οἱ πολλοί: οἱ δὲ κατάλοιποι ἦσαν οὐ πλείους ἢ τριάκοντα. ἐν δὲ τούτοις ἦσαν ἅπαντες οἱ τούτῳ παρεσκευασμένοι. [11] ἐπειδὴ δ᾽ ἐκλήθη τοὐμὸν ὄνομα, ἀναπηδήσας οὗτος ἐβλασφήμει κατ᾽ ἐμοῦ ταχὺ καὶ πολλὰ καὶ μεγάλῃ τῇ φωνῇ, ὥσπερ καὶ νῦν, μάρτυρα μὲν ὧν κατηγόρησεν οὐδένα παρασχόμενος οὔτε τῶν δημοτῶν οὔτε τῶν ἄλλων πολιτῶν, παρεκελεύετο δὲ τοῖς δημόταις ἀποψηφίζεσθαι. [12] ἀξιοῦντος δέ μου ἀναβαλέσθαι εἰς τὴν ὑστεραίαν διά τε τὴν ὥραν καὶ τὸ μηδένα μοι παρεῖναι τό τε πρᾶγμ᾽ ἄφνω προσπεπτωκέναι, ἵνα τούτῳ τ᾽ ἐξουσία γένοιθ᾽ ὁπόσα βούλοιτο κατηγορῆσαι καὶ μάρτυρας εἴ τινας ἔχοι παρασχέσθαι, ἐμοί τ᾽ ἐκγένοιτ᾽ ἀπολογήσασθαι ἐν ἅπασι τοῖς δημόταις καὶ τοὺς οἰκείους μάρτυρας παρασχέσθαι: καὶ ὅ τι γνοίησαν περὶ ἐμοῦ, τούτοις ἤθελον ἐμμένειν: [13] οὗτος ὧν μὲν ἐγὼ προὐκαλούμην οὐδὲν ἐφρόντισεν, τὴν δὲ ψῆφον εὐθὺς ἐδίδου τοῖς παροῦσι τῶν δημοτῶν, οὔτ᾽ ἀπολογίαν οὐδεμίαν ἐμοὶ δοὺς οὔτ᾽ ἔλεγχον οὐδέν᾽ ἀκριβῆ ποιήσας. οἱ δὲ τούτῳ συνεστῶτες ἀναπηδήσαντες ἐψηφίζοντο. καὶ ἦν μὲν σκότος, οἱ δὲ λαμβάνοντες δύο καὶ τρεῖς ψήφους ἕκαστος παρὰ τούτου ἐνέβαλλον εἰς τὸν καδίσκον. σημεῖον δέ: οἱ μὲν γὰρ ψηφισάμενοι οὐ πλείους ἢ τριάκοντ᾽ ἦσαν, αἱ δὲ ψῆφοι ἠριθμήθησαν πλείους ἢ ἑξήκοντα, ὥστε πάντας ἡμᾶς ἐκπλαγῆναι. [14] καὶ ταῦθ᾽ ὡς ἀληθῆ λέγω, καὶ ὅτι οὔτ᾽ ἐδόθη ἡ ψῆφος ἐν ἅπασιν πλείους τ᾽ ἐγένοντο τῶν ψηφισαμένων, μάρτυρας ὑμῖν παρέξομαι. συμβαίνει δέ μοι περὶ τούτων τῶν μὲν φίλων ἢ τῶν ἄλλων Ἀθηναίων μηδένα μάρτυρα παρεῖναι διά τε τὴν ὥραν καὶ διὰ τὸ μηδένα παρακαλέσαι, αὐτοῖς δὲ τοῖς ἠδικηκόσιν με χρῆσθαι μάρτυσιν. ἃ οὖν οὐ δυνήσονται ἔξαρνοι γενέσθαι, ταῦτα γέγραφ᾽ αὐτοῖς. λέγε.”Μαρτυρία”

  [15] εἰ μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, συνέβαινεν τοῖς Ἁλιμουσίοις περὶ ἁπάντων τῶν δημοτῶν διαψηφίσασθαι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, εἰκὸς ἦν καὶ εἰς ὀψὲ ψηφίζεσθαι, ἵν᾽ ἀπηλλαγμένοι ἦσαν ποιήσαντες τὰ ὑμῖν ἐψηφισμένα. εἰ δὲ πλείους ἢ εἴκοσιν ὑπόλοιποι ἦσαν τῶν δημοτῶν, περὶ ὧν ἔδει τῇ ὑστεραίᾳ διαψηφίσασθαι, καὶ ὁμοίως ἦν ἀνάγκη συλλέγεσθαι τοὺς δημότας, τί ποτ᾽ ἦν τὸ δυσχερὲς Εὐβουλίδῃ ἀναβαλέσθαι εἰς τὴν ὑστεραίαν καὶ περὶ ἐμοῦ πρώτου τὴν ψῆφον διδόναι τοῖς δημόταις; [16] διότι, ὦ ἄνδρες δικασταί, οὐκ ἠγνόει Εὐβουλίδης ὅτι, εἰ λόγος ἀποδοθήσοιτο καὶ παραγένοιντό μοι πάντες οἱ δημόται καὶ ἡ ψῆφος δικαίως δοθείη, οὐδαμοῦ γενήσονται οἱ μετὰ τούτου συνεστηκότες. ὅθεν δ᾽ οὗτοι συνέστησαν, ταῦτα, ἐπειδὰν περὶ τοῦ γένους εἴπω, τότε, ἂν βούλησθ᾽ ἀκούειν, ἐρῶ. [17] νῦν δὲ τί δίκαιον νομίζω καὶ τί παρεσ�
�εύασμαι ποιεῖν, ἄνδρες δικασταί; δεῖξαι πρὸς ὑμᾶς ἐμαυτὸν Ἀθηναῖον ὄντα καὶ τὰ πρὸς πατρὸς καὶ τὰ πρὸς μητρός, καὶ μάρτυρας τούτων, οὓς ὑμεῖς ἀληθεῖς φήσετ᾽ εἶναι, παρασχέσθαι, τὰς δὲ λοιδορίας καὶ τὰς αἰτίας ἀνελεῖν: ὑμᾶς δ᾽ ἀκούσαντας τούτων, ἐὰν μὲν ὑμῖν πολίτης ὢν κατεστασιάσθαι δοκῶ, σῴζειν, εἰ δὲ μή, πράττειν ὁποῖον ἄν τι ὑμῖν εὐσεβὲς εἶναι δοκῇ. ἄρξομαι δ᾽ ἐντεῦθεν.

 

‹ Prev