Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 545
Complete Works of Homer Page 545

by Homer

Η, η ê

  Θ, θ th

  Ι, ι i

  Κ, κ k

  Λ, λ l

  Μ, μ m

  Ν, ν n

  Ξ, ξ x

  Ο, ο o

  Π, π p

  Ρ, ρ r

  Σ, σ, ς s

  Τ, τ t

  Υ, υ y

  Φ, φ ph

  Χ, χ ch

  Ψ, ψ ps

  Ω, ω ô

  Consonants

  Most of the consonants are pronounced exactly as in English, except for:

  The g is always hard as in ‘golf’, never soft.

  z is pronounced zd.

  x is pronounced with a ks sound.

  r is rolled as in Spanish or Italian.

  ps is always pronounced as two sounds

  With aspirated consonants ph, th, ch and rh, ignore the h.

  The ch should be pronounced the same as a k.

  Diphthongs

  ai as in aisle

  ei as in vein

  oi as in oil

  au as ow in cow

  eu as e of get followed by oo

  ou as in soup

  ΙΛΙΆΣ

  The original Greek text of ‘The Iliad’

  CONTENTS

  Ῥαψωδία α

  Ῥαψωδία β

  Ῥαψωδία γ

  Ῥαψωδία δ

  Ῥαψωδία ε

  Ῥαψωδία ζ

  Ῥαψωδία η

  Ῥαψωδία θ

  Ῥαψωδία ι

  Ῥαψωδία κ

  Ῥαψωδία λ

  Ῥαψωδία μ

  Ῥαψωδία ν

  Ῥαψωδία ξ

  Ῥαψωδία ο

  Ῥαψωδία π

  Ῥαψωδία ρ

  Ῥαψωδία σ

  Ῥαψωδία τ

  Ῥαψωδία υ

  Ῥαψωδία φ

  Ῥαψωδία χ

  Ῥαψωδία χ

  Ῥαψωδία ω

  Ῥαψωδία α

  μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος

  οὐλομένην, ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε,

  πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄϊδι προί̈αψεν

  ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν

  οἰωνοῖσί τε πᾶσι, Διὸς δ' ἐτελείετο βουλή, 5

  ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε

  Ἀτρεί̈δης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.

  τίς τ' ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;

  Λητοῦς καὶ Διὸς υἱός: ὃ γὰρ βασιλῆϊ χολωθεὶς

  νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί, 10

  οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα

  Ἀτρεί̈δης: ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν

  λυσόμενός τε θύγατρα φέρων τ' ἀπερείσι' ἄποινα,

  στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος

  χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, 15

  Ἀτρεί̈δα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν:

  Ἀτρεί̈δαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,

  ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ' ἔχοντες

  ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ' οἴκαδ' ἱκέσθαι:

  παῖδα δ' ἐμοὶ λύσαιτε φίλην, τὰ δ' ἄποινα δέχεσθαι, 20

  ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.

  ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ

  αἰδεῖσθαί θ' ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα:

  ἀλλ' οὐκ Ἀτρεί̈δῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,

  ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε: 25

  μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω

  ἢ νῦν δηθύνοντ' ἢ ὕστερον αὖτις ἰόντα,

  μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο:

  τὴν δ' ἐγὼ οὐ λύσω: πρίν μιν καὶ γῆρας ἔπεισιν

  ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης 30

  ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν:

  ἀλλ' ἴθι μή μ' ἐρέθιζε σαώτερος ὥς κε νέηαι.

  ὣς ἔφατ', ἔδεισεν δ' ὃ γέρων καὶ ἐπείθετο μύθῳ:

  βῆ δ' ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης:

  πολλὰ δ' ἔπειτ' ἀπάνευθε κιὼν ἠρᾶθ' ὃ γεραιὸς 35

  Ἀπόλλωνι ἄνακτι, τὸν ἠύ̈κομος τέκε Λητώ:

  κλῦθί μευ ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβηκας

  Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,

  Σμινθεῦ εἴ ποτέ τοι χαρίεντ' ἐπὶ νηὸν ἔρεψα,

  ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί' ἔκηα 40

  ταύρων ἠδ' αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ:

  τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.

  ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων,

  βῆ δὲ κατ' Οὐλύμποιο καρήνων χωόμενος κῆρ,

  τόξ' ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην: 45

  ἔκλαγξαν δ' ἄρ' ὀϊστοὶ ἐπ' ὤμων χωομένοιο,

  αὐτοῦ κινηθέντος: ὃ δ' ἤϊε νυκτὶ ἐοικώς.

  ἕζετ' ἔπειτ' ἀπάνευθε νεῶν, μετὰ δ' ἰὸν ἕηκε:

  δεινὴ δὲ κλαγγὴ γένετ' ἀργυρέοιο βιοῖο:

  οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, 50

  αὐτὰρ ἔπειτ' αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς

  βάλλ': αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.

  ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,

  τῇ δεκάτῃ δ' ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς:

  τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη: 55

  κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.

  οἳ δ' ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο,

  τοῖσι δ' ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς:

  Ἀτρεί̈δη νῦν ἄμμε παλιμπλαγχθέντας ὀί̈ω

  ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν, 60

  εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς:

  ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα

  ἢ καὶ ὀνειροπόλον, καὶ γ�
�ρ τ' ὄναρ ἐκ Διός ἐστιν,

  ὅς κ' εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,

  εἴτ' ἄρ' ὅ γ' εὐχωλῆς ἐπιμέμφεται ἠδ' ἑκατόμβης, 65

  αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων

  βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.

  ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο: τοῖσι δ' ἀνέστη

  Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ' ἄριστος,

  ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα, 70

  καὶ νήεσσ' ἡγήσατ' Ἀχαιῶν Ἴλιον εἴσω

  ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων:

  ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν:

  ὦ Ἀχιλεῦ κέλεαί με Διὶ̈ φίλε μυθήσασθαι

  μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος: 75

  τοὶ γὰρ ἐγὼν ἐρέω: σὺ δὲ σύνθεο καί μοι ὄμοσσον

  ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν:

  ἦ γὰρ ὀί̈ομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων

  Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί:

  κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ: 80

  εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,

  ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,

  ἐν στήθεσσιν ἑοῖσι: σὺ δὲ φράσαι εἴ με σαώσεις.

  τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:

  θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα: 85

  οὐ μὰ γὰρ Ἀπόλλωνα Διὶ̈ φίλον, ᾧ τε σὺ Κάλχαν

  εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,

  οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο

  σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει

  συμπάντων Δαναῶν, οὐδ' ἢν Ἀγαμέμνονα εἴπῃς, 90

  ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.

  καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων:

  οὔ τ' ἄρ ὅ γ' εὐχωλῆς ἐπιμέμφεται οὐδ' ἑκατόμβης,

  ἀλλ' ἕνεκ' ἀρητῆρος ὃν ἠτίμησ' Ἀγαμέμνων,

  οὐδ' ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ' ἄποινα, 95

  τοὔνεκ' ἄρ' ἄλγε' ἔδωκεν ἑκηβόλος ἠδ' ἔτι δώσει:

  οὐδ' ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει

  πρίν γ' ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην

  ἀπριάτην ἀνάποινον, ἄγειν θ' ἱερὴν ἑκατόμβην

  ἐς Χρύσην: τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν. 100

  ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο: τοῖσι δ' ἀνέστη

  ἥρως Ἀτρεί̈δης εὐρὺ κρείων Ἀγαμέμνων

  ἀχνύμενος: μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι

  πίμπλαντ', ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐί̈κτην:

  Κάλχαντα πρώτιστα κάκ' ὀσσόμενος προσέειπε: 105

  μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας:

  αἰεί τοι τὰ κάκ' ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,

  ἐσθλὸν δ' οὔτέ τί πω εἶπας ἔπος οὔτ' ἐτέλεσσας:

  καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις

  ὡς δὴ τοῦδ' ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει, 110

  οὕνεκ' ἐγὼ κούρης Χρυσηί̈δος ἀγλά' ἄποινα

  οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν

  οἴκοι ἔχειν: καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα

  κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,

  οὐ δέμας οὐδὲ φυήν, οὔτ' ἂρ φρένας οὔτέ τι ἔργα. 115

  ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ' ἄμεινον:

  βούλομ' ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι:

  αὐτὰρ ἐμοὶ γέρας αὐτίχ' ἑτοιμάσατ' ὄφρα μὴ οἶος

  Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε:

  λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ. 120

  τὸν δ' ἠμείβετ' ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς:

  Ἀτρεί̈δη κύδιστε φιλοκτεανώτατε πάντων,

  πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;

  οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά:

  ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται, 125

  λαοὺς δ' οὐκ ἐπέοικε παλίλλογα ταῦτ' ἐπαγείρειν.

  ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες: αὐτὰρ Ἀχαιοὶ

  τριπλῇ τετραπλῇ τ' ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς

  δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.

  τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων: 130

  μὴ δ' οὕτως ἀγαθός περ ἐὼν θεοείκελ' Ἀχιλλεῦ

  κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.

  ἦ ἐθέλεις ὄφρ' αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ' αὔτως

  ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ' ἀποδοῦναι;

  ἀλλ' εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ 135

  ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται:

  εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι

  ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος

  ἄξω ἑλών: ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.

  ἀλλ' ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις, 140

  νῦν δ' ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,

  ἐν δ' ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ' ἑκατόμβην

  θείομεν, ἂν δ' αὐτὴν Χρυσηί̈δα καλλιπάρῃον

  βήσομεν: εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,

  ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος
Ὀδυσσεὺς 145

  ἠὲ σὺ Πηλεί̈δη πάντων ἐκπαγλότατ' ἀνδρῶν,

  ὄφρ' ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.

  τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:

  ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον

  πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν 150

  ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;

  οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ' ἤλυθον αἰχμητάων

  δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν:

  οὐ γὰρ πώποτ' ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,

  οὐδέ ποτ' ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ 155

  καρπὸν ἐδηλήσαντ', ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ

  οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα:

  ἀλλὰ σοὶ ὦ μέγ' ἀναιδὲς ἅμ' ἑσπόμεθ' ὄφρα σὺ χαίρῃς,

  τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα

  πρὸς Τρώων: τῶν οὔ τι μετατρέπῃ οὐδ' ἀλεγίζεις: 160

  καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,

  ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.

  οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότ' Ἀχαιοὶ

  Τρώων ἐκπέρσωσ' εὖ ναιόμενον πτολίεθρον:

  ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο 165

  χεῖρες ἐμαὶ διέπουσ': ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,

  σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ' ὀλίγον τε φίλον τε

  ἔρχομ' ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.

  νῦν δ' εἶμι Φθίην δ', ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν

 

‹ Prev