Book Read Free

Complete Works of Homer

Page 546

by Homer


  οἴκαδ' ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σ' ὀί̈ω 170

  ἐνθάδ' ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.

  τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων:

  φεῦγε μάλ' εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ' ἔγωγε

  λίσσομαι εἵνεκ' ἐμεῖο μένειν: πάρ' ἔμοιγε καὶ ἄλλοι

  οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς. 175

  ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων:

  αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε:

  εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ' ἔδωκεν:

  οἴκαδ' ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι

  Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω, 180

  οὐδ' ὄθομαι κοτέοντος: ἀπειλήσω δέ τοι ὧδε:

  ὡς ἔμ' ἀφαιρεῖται Χρυσηί̈δα Φοῖβος Ἀπόλλων,

  τὴν μὲν ἐγὼ σὺν νηί̈ τ' ἐμῇ καὶ ἐμοῖς ἑτάροισι

  πέμψω, ἐγὼ δέ κ' ἄγω Βρισηί̈δα καλλιπάρῃον

  αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρ' ἐὺ̈ εἰδῇς 185

  ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος

  ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.

  ὣς φάτο: Πηλεί̈ωνι δ' ἄχος γένετ', ἐν δέ οἱ ἦτορ

  στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,

  ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ 190

  τοὺς μὲν ἀναστήσειεν, ὃ δ' Ἀτρεί̈δην ἐναρίζοι,

  ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.

  ἧος ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,

  ἕλκετο δ' ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ' Ἀθήνη

  οὐρανόθεν: πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη 195

  ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε:

  στῆ δ' ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεί̈ωνα

  οἴῳ φαινομένη: τῶν δ' ἄλλων οὔ τις ὁρᾶτο:

  θάμβησεν δ' Ἀχιλεύς, μετὰ δ' ἐτράπετ', αὐτίκα δ' ἔγνω

  Παλλάδ' Ἀθηναίην: δεινὼ δέ οἱ ὄσσε φάανθεν: 200

  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

  τίπτ' αὖτ' αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;

  ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεί̈δαο;

  ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀί̈ω:

  ᾗς ὑπεροπλίῃσι τάχ' ἄν ποτε θυμὸν ὀλέσσῃ. 205

  τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:

  ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,

  οὐρανόθεν: πρὸ δέ μ' ἧκε θεὰ λευκώλενος Ἥρη

  ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε:

  ἀλλ' ἄγε λῆγ' ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί: 210

  ἀλλ' ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ:

  ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται:

  καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα

  ὕβριος εἵνεκα τῆσδε: σὺ δ' ἴσχεο, πείθεο δ' ἡμῖν.

  τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 215

  χρὴ μὲν σφωί̈τερόν γε θεὰ ἔπος εἰρύσσασθαι

  καὶ μάλα περ θυμῷ κεχολωμένον: ὧς γὰρ ἄμεινον:

  ὅς κε θεοῖς ἐπιπείθηται μάλα τ' ἔκλυον αὐτοῦ.

  ἦ καὶ ἐπ' ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,

  ἂψ δ' ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδ' ἀπίθησε 220

  μύθῳ Ἀθηναίης: ἣ δ' Οὔλυμπον δὲ βεβήκει

  δώματ' ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.

  Πηλεί̈δης δ' ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν

  Ἀτρεί̈δην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο:

  οἰνοβαρές, κυνὸς ὄμματ' ἔχων, κραδίην δ' ἐλάφοιο, 225

  οὔτέ ποτ' ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι

  οὔτε λόχον δ' ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν

  τέτληκας θυμῷ: τὸ δέ τοι κὴρ εἴδεται εἶναι.

  ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν

  δῶρ' ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ: 230

  δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις:

  ἦ γὰρ ἂν Ἀτρεί̈δη νῦν ὕστατα λωβήσαιο.

  ἀλλ' ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι:

  ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους

  φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, 235

  οὐδ' ἀναθηλήσει: περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε

  φύλλά τε καὶ φλοιόν: νῦν αὖτέ μιν υἷες Ἀχαιῶν

  ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας

  πρὸς Διὸς εἰρύαται: ὃ δέ τοι μέγας ἔσσεται ὅρκος:

  ἦ ποτ' Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν 240

  σύμπαντας: τότε δ' οὔ τι δυνήσεαι ἀχνύμενός περ

  χραισμεῖν, εὖτ' ἂν πολλοὶ ὑφ' Ἕκτορος ἀνδροφόνοιο

  θνήσκοντες πίπτωσι: σὺ δ' ἔνδοθι θυμὸν ἀμύξεις

  χωόμενος ὅ τ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.

  ὣς φάτο Πηλεί̈δης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ 245

  χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ' αὐτός:

  Ἀτρεί̈δης δ' ἑτέρωθεν ἐμήνιε: τοῖσι δὲ Νέστωρ

  ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,

  τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή:

  τῷ δ' ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων 250

  ἐφθίαθ', οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ' ἐγένοντο

  ἐν Πύλῳ ἠγαθέῃ, μετ�
� δὲ τριτάτοισιν ἄνασσεν:

  ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν:

  ὦ πόποι ἦ μέγα πένθος Ἀχαιί̈δα γαῖαν ἱκάνει:

  ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες 255

  ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ

  εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,

  οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δ' ἐστὲ μάχεσθαι.

  ἀλλὰ πίθεσθ': ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο:

  ἤδη γάρ ποτ' ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν 260

  ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ' οἵ γ' ἀθέριζον.

  οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,

  οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν

  Καινέα τ' Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον

  Θησέα τ' Αἰγεί̈δην, ἐπιείκελον ἀθανάτοισιν: 265

  κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν:

  κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο

  φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.

  καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν

  τηλόθεν ἐξ ἀπίης γαίης: καλέσαντο γὰρ αὐτοί: 270

  καὶ μαχόμην κατ' ἔμ' αὐτὸν ἐγώ: κείνοισι δ' ἂν οὔ τις

  τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο:

  καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ:

  ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον:

  μήτε σὺ τόνδ' ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην, 275

  ἀλλ' ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν:

  μήτε σὺ Πηλείδη ἔθελ' ἐριζέμεναι βασιλῆϊ

  ἀντιβίην, ἐπεὶ οὔ ποθ' ὁμοίης ἔμμορε τιμῆς

  σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.

  εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ, 280

  ἀλλ' ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.

  Ἀτρεί̈δη σὺ δὲ παῦε τεὸν μένος: αὐτὰρ ἔγωγε

  λίσσομ' Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν

  ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.

  τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων: 285

  ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες:

  ἀλλ' ὅδ' ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,

  πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ' ἀνάσσειν,

  πᾶσι δὲ σημαίνειν, ἅ τιν' οὐ πείσεσθαι ὀί̈ω:

  εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες 290

  τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;

  τὸν δ' ἄρ' ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς:

  ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην

  εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς:

  ἄλλοισιν δὴ ταῦτ' ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε 295

  σήμαιν': οὐ γὰρ ἔγωγ' ἔτι σοὶ πείσεσθαι ὀί̈ω.

  ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι:

  χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης

  οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μ' ἀφέλεσθέ γε δόντες:

  τῶν δ' ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηὶ̈ μελαίνῃ 300

  τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο:

  εἰ δ' ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε:

  αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.

  ὣς τώ γ' ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν

  ἀνστήτην, λῦσαν δ' ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν: 305

  Πηλεί̈δης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐί̈σας

  ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν:

  Ἀτρεί̈δης δ' ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,

  ἐν δ' ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ' ἑκατόμβην

  βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηί̈δα καλλιπάρῃον 310

  εἷσεν ἄγων: ἐν δ' ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.

  οἳ μὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,

  λαοὺς δ' Ἀτρεί̈δης ἀπολυμαίνεσθαι ἄνωγεν:

  οἳ δ' ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,

  ἕρδον δ' Ἀπόλλωνι τεληέσσας ἑκατόμβας 315

  ταύρων ἠδ' αἰγῶν παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο:

  κνίση δ' οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.

  ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν: οὐδ' Ἀγαμέμνων

  λῆγ' ἔριδος τὴν πρῶτον ἐπηπείλησ' Ἀχιλῆϊ,

  ἀλλ' ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε, 320

  τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε:

  ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος:

  χειρὸς ἑλόντ' ἀγέμεν Βρισηί̈δα καλλιπάρῃον:

  εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι

  ἐλθὼν σὺν πλεόνεσσι: τό οἱ καὶ ῥίγιον ἔσται. 325

  ὣς εἰπὼν προί̈ει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε:

  τὼ δ' ἀέκοντε βάτην παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο,

  Μυρμιδόνων δ' ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,

  τὸν δ' εὗρον παρά τε κλισίῃ καὶ νηὶ̈ μελαίνῃ

  ἥμενον: οὐδ' ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς. 330

  τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα

  στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδ' ἐρέοντο:

  αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε:

  χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,

  ἆσσον ἴτ': ο
ὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ' Ἀγαμέμνων, 335

  ὃ σφῶϊ προί̈ει Βρισηί̈δος εἵνεκα κούρης.

  ἀλλ' ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην

  καί σφωϊν δὸς ἄγειν: τὼ δ' αὐτὼ μάρτυροι ἔστων

  πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων

  καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ' αὖτε 340

  χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι

  τοῖς ἄλλοις: ἦ γὰρ ὅ γ' ὀλοιῇσι φρεσὶ θύει,

  οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,

  ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.

  ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ, 345

  ἐκ δ' ἄγαγε κλισίης Βρισηί̈δα καλλιπάρῃον,

  δῶκε δ' ἄγειν: τὼ δ' αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν:

  ἣ δ' ἀέκουσ' ἅμα τοῖσι γυνὴ κίεν: αὐτὰρ Ἀχιλλεὺς

  δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,

  θῖν' ἔφ' ἁλὸς πολιῆς, ὁρόων ἐπ' ἀπείρονα πόντον: 350

  πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς:

  μῆτερ ἐπεί μ' ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,

  τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι

  Ζεὺς ὑψιβρεμέτης: νῦν δ' οὐδέ με τυτθὸν ἔτισεν:

  ἦ γάρ μ' Ἀτρεί̈δης εὐρὺ κρείων Ἀγαμέμνων 355

  ἠτίμησεν: ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.

  ὣς φάτο δάκρυ χέων, τοῦ δ' ἔκλυε πότνια μήτηρ

  ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι:

 

‹ Prev