Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 564
Complete Works of Homer Page 564

by Homer


  καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ' ἐμοῖσι.

  Τυδέα δ' οὐ μέμνημαι, ἐπεί μ' ἔτι τυτθὸν ἐόντα

  κάλλιφ', ὅτ' ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.

  τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ

  εἰμί, σὺ δ' ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι. 225

  ἔγχεα δ' ἀλλήλων ἀλεώμεθα καὶ δι' ὁμίλου:

  πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ' ἐπίκουροι

  κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,

  πολλοὶ δ' αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.

  τεύχεα δ' ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε 230

  γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ' εἶναι.

  ὣς ἄρα φωνήσαντε καθ' ἵππων ἀί̈ξαντε

  χεῖράς τ' ἀλλήλων λαβέτην καὶ πιστώσαντο:

  ἔνθ' αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,

  ὃς πρὸς Τυδεί̈δην Διομήδεα τεύχε' ἄμειβε 235

  χρύσεα χαλκείων, ἑκατόμβοι' ἐννεαβοίων.

  Ἕκτωρ δ' ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,

  ἀμφ' ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες

  εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε

  καὶ πόσιας: ὃ δ' ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει 240

  πάσας ἑξείης: πολλῇσι δὲ κήδε' ἐφῆπτο.

  ἀλλ' ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ' ἵκανε

  ξεστῇς αἰθούσῃσι τετυγμένον: αὐτὰρ ἐν αὐτῷ

  πεντήκοντ' ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο

  πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες 245

  κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,

  κουράων δ' ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς

  δώδεκ' ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο

  πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ

  κοιμῶντο Πριάμοιο παρ' αἰδοίῃς ἀλόχοισιν: 250

  ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ

  Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην:

  ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

  τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;

  ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν 255

  μαρνάμενοι περὶ ἄστυ: σὲ δ' ἐνθάδε θυμὸς ἀνῆκεν

  ἐλθόντ' ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.

  ἀλλὰ μέν' ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,

  ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι

  πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα. 260

  ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,

  ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.

  τὴν δ' ἠμείβετ' ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ:

  μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,

  μή μ' ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι: 265

  χερσὶ δ' ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον

  ἅζομαι: οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι

  αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.

  ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης

  ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς: 270

  πέπλον δ', ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος

  ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,

  τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,

  καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ

  ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ' ἐλεήσῃ 275

  ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,

  αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς

  ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.

  ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης

  ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω 280

  αἴ κ' ἐθέλῃσ' εἰπόντος ἀκουέμεν: ὥς κέ οἱ αὖθι

  γαῖα χάνοι: μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα

  Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.

  εἰ κεῖνόν γε ἴδοιμι κατελθόντ' Ἄϊδος εἴσω

  φαίην κε φρέν' ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι. 285

  ὣς ἔφαθ', ἣ δὲ μολοῦσα ποτὶ μέγαρ' ἀμφιπόλοισι

  κέκλετο: ταὶ δ' ἄρ' ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.

  αὐτὴ δ' ἐς θάλαμον κατεβήσετο κηώεντα,

  ἔνθ' ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν

  Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς 290

  ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,

  τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν:

  τῶν ἕν' ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,

  ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,

  ἀστὴρ δ' ὣς ἀπέλαμπεν: ἔκειτο δὲ νείατος ἄλλων. 295

  βῆ δ' ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.

  αἳ δ' ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,

  τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος

  Κισσηὶ̈ς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο:

  τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν. 300

  αἳ δ' ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον:

  ἣ δ' ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος

  θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,

  εὐχομένη δ' ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο:

  πότνι' Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων 305

&nb
sp; ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν

  πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,

  ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ

  ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κ' ἐλεήσῃς

  ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα. 310

  ὣς ἔφατ' εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.

  ὣς αἳ μέν ῥ' εὔχοντο Διὸς κούρῃ μεγάλοιο,

  Ἕκτωρ δὲ πρὸς δώματ' Ἀλεξάνδροιο βεβήκει

  καλά, τά ῥ' αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότ' ἄριστοι

  ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες, 315

  οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν

  ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.

  ἔνθ' Ἕκτωρ εἰσῆλθε Διὶ̈ φίλος, ἐν δ' ἄρα χειρὶ

  ἔγχος ἔχ' ἑνδεκάπηχυ: πάροιθε δὲ λάμπετο δουρὸς

  αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης. 320

  τὸν δ' εὗρ' ἐν θαλάμῳ περικαλλέα τεύχε' ἕποντα

  ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξ' ἁφόωντα:

  Ἀργείη δ' Ἑλένη μετ' ἄρα δμῳῇσι γυναιξὶν

  ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.

  τὸν δ' Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι: 325

  δαιμόνι' οὐ μὲν καλὰ χόλον τόνδ' ἔνθεο θυμῷ,

  λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος

  μαρνάμενοι: σέο δ' εἵνεκ' ἀϋτή τε πτόλεμός τε

  ἄστυ τόδ' ἀμφιδέδηε: σὺ δ' ἂν μαχέσαιο καὶ ἄλλῳ,

  ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο. 330

  ἀλλ' ἄνα μὴ τάχα ἄστυ πυρὸς δηί̈οιο θέρηται.

  τὸν δ' αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής:

  Ἕκτορ ἐπεί με κατ' αἶσαν ἐνείκεσας οὐδ' ὑπὲρ αἶσαν,

  τοὔνεκά τοι ἐρέω: σὺ δὲ σύνθεο καί μευ ἄκουσον:

  οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι 335

  ἥμην ἐν θαλάμῳ, ἔθελον δ' ἄχεϊ προτραπέσθαι.

  νῦν δέ με παρειποῦσ' ἄλοχος μαλακοῖς ἐπέεσσιν

  ὅρμησ' ἐς πόλεμον: δοκέει δέ μοι ὧδε καὶ αὐτῷ

  λώϊον ἔσσεσθαι: νίκη δ' ἐπαμείβεται ἄνδρας.

  ἀλλ' ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω: 340

  ἢ ἴθ', ἐγὼ δὲ μέτειμι: κιχήσεσθαι δέ σ' ὀί̈ω.

  ὣς φάτο, τὸν δ' οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ:

  τὸν δ' Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι:

  δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,

  ὥς μ' ὄφελ' ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ 345

  οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα

  εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,

  ἔνθά με κῦμ' ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.

  αὐτὰρ ἐπεὶ τάδε γ' ὧδε θεοὶ κακὰ τεκμήραντο,

  ἀνδρὸς ἔπειτ' ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις, 350

  ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλ' ἀνθρώπων.

  τούτῳ δ' οὔτ' ἂρ νῦν φρένες ἔμπεδοι οὔτ' ἄρ' ὀπίσσω

  ἔσσονται: τὼ καί μιν ἐπαυρήσεσθαι ὀί̈ω.

  ἀλλ' ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδ' ἐπὶ δίφρῳ

  δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν 355

  εἵνεκ' ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ' ἄτης,

  οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω

  ἀνθρώποισι πελώμεθ' ἀοίδιμοι ἐσσομένοισι.

  τὴν δ' ἠμείβετ' ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ

  μή με κάθιζ' Ἑλένη φιλέουσά περ: οὐδέ με πείσεις: 360

  ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρ' ἐπαμύνω

  Τρώεσσ', οἳ μέγ' ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.

  ἀλλὰ σύ γ' ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,

  ὥς κεν ἔμ' ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.

  καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι 365

  οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.

  οὐ γὰρ οἶδ' εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,

  ἦ ἤδη μ' ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.

  ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ:

  αἶψα δ' ἔπειθ' ἵκανε δόμους εὖ ναιετάοντας, 370

  οὐδ' εὗρ' Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,

  ἀλλ' ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ

  πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.

  Ἕκτωρ δ' ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν

  ἔστη ἐπ' οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν: 375

  εἰ δ' ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε:

  πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;

  ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων

  ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι

  Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται; 380

  τὸν δ' αὖτ' ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν:

  Ἕκτορ ἐπεὶ μάλ' ἄνωγας ἀληθέα μυθήσασθαι,

  οὔτέ πῃ ἐς γαλόων οὔτ' εἰνατέρων ἐϋπέπλων

  οὔτ' ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι

  Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται, 385

  ἀλλ' ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ' ἄκουσε

  τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.

  ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει

  μαινομένῃ ἐϊκυῖα: φέ�
�ει δ' ἅμα παῖδα τιθήνη.

  ἦ ῥα γυνὴ ταμίη, ὃ δ' ἀπέσσυτο δώματος Ἕκτωρ 390

  τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ' ἀγυιάς.

  εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ

  Σκαιάς, τῇ ἄρ' ἔμελλε διεξίμεναι πεδίον δέ,

  ἔνθ' ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα

  Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος 395

  Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ

  Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσ' ἄνδρεσσιν ἀνάσσων:

  τοῦ περ δὴ θυγάτηρ ἔχεθ' Ἕκτορι χαλκοκορυστῇ.

  ἥ οἱ ἔπειτ' ἤντησ', ἅμα δ' ἀμφίπολος κίεν αὐτῇ

  παῖδ' ἐπὶ κόλπῳ ἔχουσ' ἀταλάφρονα νήπιον αὔτως 400

  Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,

  τόν ῥ' Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι

  Ἀστυάνακτ': οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.

  ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ:

  Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα, 405

  ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

  δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδ' ἐλεαίρεις

  παῖδά τε νηπίαχον καὶ ἔμ' ἄμμορον, ἣ τάχα χήρη

  σεῦ ἔσομαι: τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ

  πάντες ἐφορμηθέντες: ἐμοὶ δέ κε κέρδιον εἴη 410

  σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι: οὐ γὰρ ἔτ' ἄλλη

  ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς

 

‹ Prev