Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 568
Complete Works of Homer Page 568

by Homer


  οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν 460

  τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,

  αὖτις δ' ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,

  ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.

  ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

  δύσετο δ' ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν, 465

  βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.

  νῆες δ' ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι

  πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,

  τόν ῥ' ἔτεχ' Ὑψιπύλη ὑπ' Ἰήσονι ποιμένι λαῶν.

  χωρὶς δ' Ἀτρεί̈δῃς Ἀγαμέμνονι καὶ Μενελάῳ 470

  δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.

  ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,

  ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ' αἴθωνι σιδήρῳ,

  ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ' αὐτῇσι βόεσσιν,

  ἄλλοι δ' ἀνδραπόδεσσι: τίθεντο δὲ δαῖτα θάλειαν. 475

  παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ

  δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδ' ἐπίκουροι:

  παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς

  σμερδαλέα κτυπέων: τοὺς δὲ χλωρὸν δέος ᾕρει:

  οἶνον δ' ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη 480

  πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.

  κοιμήσαντ' ἄρ' ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.

  Ῥαψωδία θ

  Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν,

  Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος

  ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο:

  αὐτὸς δέ σφ' ἀγόρευε, θεοὶ δ' ὑπὸ πάντες ἄκουον:

  κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, 5

  ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

  μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην

  πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλ' ἅμα πάντες

  αἰνεῖτ', ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.

  ὃν δ' ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω 10

  ἐλθόντ' ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι

  πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ:

  ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα

  τῆλε μάλ', ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,

  ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός, 15

  τόσσον ἔνερθ' Ἀί̈δεω ὅσον οὐρανός ἐστ' ἀπὸ γαίης:

  γνώσετ' ἔπειθ' ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.

  εἰ δ' ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες:

  σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες

  πάντές τ' ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι: 20

  ἀλλ' οὐκ ἂν ἐρύσαιτ' ἐξ οὐρανόθεν πεδίον δὲ

  Ζῆν' ὕπατον μήστωρ', οὐδ' εἰ μάλα πολλὰ κάμοιτε.

  ἀλλ' ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,

  αὐτῇ κεν γαίῃ ἐρύσαιμ' αὐτῇ τε θαλάσσῃ:

  σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο 25

  δησαίμην, τὰ δέ κ' αὖτε μετήορα πάντα γένοιτο.

  τόσσον ἐγὼ περί τ' εἰμὶ θεῶν περί τ' εἴμ' ἀνθρώπων.

  ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ

  μῦθον ἀγασσάμενοι: μάλα γὰρ κρατερῶς ἀγόρευσεν.

  ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη: 30

  ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων

  εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν:

  ἀλλ' ἔμπης Δαναῶν ὀλοφυρόμεθ' αἰχμητάων,

  οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.

  ἀλλ' ἤτοι πολέμου μὲν ἀφεξόμεθ' ὡς σὺ κελεύεις: 35

  βουλὴν δ' Ἀργείοις ὑποθησόμεθ' ἥ τις ὀνήσει,

  ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.

  τὴν δ' ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς:

  θάρσει Τριτογένεια φίλον τέκος: οὔ νύ τι θυμῷ

  πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι. 40

  ὣς εἰπὼν ὑπ' ὄχεσφι τιτύσκετο χαλκόποδ' ἵππω

  ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,

  χρυσὸν δ' αὐτὸς ἔδυνε περὶ χροί̈, γέντο δ' ἱμάσθλην

  χρυσείην εὔτυκτον, ἑοῦ δ' ἐπεβήσετο δίφρου,

  μάστιξεν δ' ἐλάαν: τὼ δ' οὐκ ἀέκοντε πετέσθην 45

  μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.

  Ἴδην δ' ἵκανεν πολυπίδακα μητέρα θηρῶν

  Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.

  ἔνθ' ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε

  λύσας ἐξ ὀχέων, κατὰ δ' ἠέρα πουλὺν ἔχευεν. 50

  αὐτὸς δ' ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων

  εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.

  οἳ δ' ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ

  ῥίμφα κατὰ κλισίας, ἀπὸ δ' αὐτοῦ θωρήσσοντο.

  Τρῶες δ' αὖθ' ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο 55

  παυρότεροι: μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι

  χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.

  πᾶσαι δ' ὠί̈γνυντο πύλαι, ἐκ δ' ἔσσυτο λαός,

  πεζοί θ' ἱππῆές τε: πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.

  οἳ δ' ὅτε δή ῥ' ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο 60

  σύν ῥ' ἔβαλον
ῥινούς, σὺν δ' ἔγχεα καὶ μένε' ἀνδρῶν

  χαλκεοθωρήκων: ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι

  ἔπληντ' ἀλλήλῃσι, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.

  ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν

  ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ' αἵματι γαῖα. 65

  ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,

  τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πῖπτε δὲ λαός.

  ἦμος δ' Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,

  καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα:

  ἐν δ' ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο 70

  Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,

  ἕλκε δὲ μέσσα λαβών: ῥέπε δ' αἴσιμον ἦμαρ Ἀχαιῶν.

  αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ

  ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν:

  αὐτὸς δ' ἐξ Ἴδης μεγάλ' ἔκτυπε, δαιόμενον δὲ 75

  ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν: οἳ δὲ ἰδόντες

  θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.

  ἔνθ' οὔτ' Ἰδομενεὺς τλῆ μίμνειν οὔτ' Ἀγαμέμνων,

  οὔτε δύ' Αἴαντες μενέτην θεράποντες Ἄρηος:

  Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν 80

  οὔ τι ἑκών, ἀλλ' ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ

  δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο

  ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων

  κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.

  ἀλγήσας δ' ἀνέπαλτο, βέλος δ' εἰς ἐγκέφαλον δῦ, 85

  σὺν δ' ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.

  ὄφρ' ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε

  φασγάνῳ ἀί̈σσων, τόφρ' Ἕκτορος ὠκέες ἵπποι

  ἦλθον ἀν' ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες

  Ἕκτορα: καί νύ κεν ἔνθ' ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν 90

  εἰ μὴ ἄρ' ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης:

  σμερδαλέον δ' ἐβόησεν ἐποτρύνων Ὀδυσῆα:

  διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ

  πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;

  μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ: 95

  ἀλλὰ μέν' ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.

  ὣς ἔφατ', οὐδ' ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,

  ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.

  Τυδεί̈δης δ' αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,

  στῆ δὲ πρόσθ' ἵππων Νηληϊάδαο γέροντος, 100

  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

  ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,

  σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,

  ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.

  ἀλλ' ἄγ' ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι 105

  οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο

  κραιπνὰ μάλ' ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,

  οὕς ποτ' ἀπ' Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.

  τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ

  Τρωσὶν ἐφ' ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ 110

  εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.

  ὣς ἔφατ', οὐδ' ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.

  Νεστορέας μὲν ἔπειθ' ἵππους θεράποντε κομείτην

  ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.

  τὼ δ' εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην: 115

  Νέστωρ δ' ἐν χείρεσσι λάβ' ἡνία σιγαλόεντα,

  μάστιξεν δ' ἵππους: τάχα δ' Ἕκτορος ἄγχι γένοντο.

  τοῦ δ' ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός:

  καὶ τοῦ μέν ῥ' ἀφάμαρτεν, ὃ δ' ἡνίοχον θεράποντα

  υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα 120

  ἵππων ἡνί' ἔχοντα βάλε στῆθος παρὰ μαζόν.

  ἤριπε δ' ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι

  ὠκύποδες: τοῦ δ' αὖθι λύθη ψυχή τε μένος τε.

  Ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο:

  τὸν μὲν ἔπειτ' εἴασε καὶ ἀχνύμενός περ ἑταίρου 125

  κεῖσθαι, ὃ δ' ἡνίοχον μέθεπε θρασύν: οὐδ' ἄρ' ἔτι δὴν

  ἵππω δευέσθην σημάντορος: αἶψα γὰρ εὗρεν

  Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθ' ἵππων

  ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.

  ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, 130

  καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠύ̈τε ἄρνες,

  εἰ μὴ ἄρ' ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε:

  βροντήσας δ' ἄρα δεινὸν ἀφῆκ' ἀργῆτα κεραυνόν,

  κὰδ δὲ πρόσθ' ἵππων Διομήδεος ἧκε χαμᾶζε:

  δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο, 135

  τὼ δ' ἵππω δείσαντε καταπτήτην ὑπ' ὄχεσφι:

  Νέστορα δ' ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,

  δεῖσε δ' ὅ γ' ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε:

  Τυδεί̈δη ἄγε δ' αὖτε φόβον δ' ἔχε μώνυχας ἵππους.

  ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετ' ἀλκή; 140

  νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει

  σήμερον: ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κ' ἐθέλῃσι,

  δώσει: ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο

  οὐδὲ μάλ' ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι
.

  τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς Διομήδης: 145

  ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες:

  ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει:

  Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ' ἀγορεύων:

  Τυδεί̈δης ὑπ' ἐμεῖο φοβεύμενος ἵκετο νῆας.

  ὥς ποτ' ἀπειλήσει: τότε μοι χάνοι εὐρεῖα χθών. 150

  τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:

  ὤ μοι Τυδέος υἱὲ δαί̈φρονος, οἷον ἔειπες.

  εἴ περ γάρ σ' Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,

  ἀλλ' οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες

  καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων, 155

  τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.

  ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους

  αὖτις ἀν' ἰωχμόν: ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ

  ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.

  τῷ δ' ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ: 160

  Τυδεί̈δη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι

  ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι:

  νῦν δέ σ' ἀτιμήσουσι: γυναικὸς ἄρ' ἀντὶ τέτυξο.

  ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο

  πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας 165

  ἄξεις ἐν νήεσσι: πάρος τοι δαίμονα δώσω.

  ὣς φάτο, Τυδεί̈δης δὲ διάνδιχα μερμήριξεν

  ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.

 

‹ Prev