Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 570
Complete Works of Homer Page 570

by Homer


  σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς:

  οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν

  τειρόμενον σώεσκον ὑπ' Εὐρυσθῆος ἀέθλων.

  ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς

  τῷ ἐπαλεξήσουσαν ἀπ' οὐρανόθεν προί̈αλλεν. 365

  εἰ γὰρ ἐγὼ τάδε ᾔδε' ἐνὶ φρεσὶ πευκαλίμῃσιν

  εὖτέ μιν εἰς Ἀί̈δαο πυλάρταο προὔπεμψεν

  ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀί̈δαο,

  οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.

  νῦν δ' ἐμὲ μὲν στυγέει, Θέτιδος δ' ἐξήνυσε βουλάς, 370

  ἥ οἱ γούνατ' ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,

  λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.

  ἔσται μὰν ὅτ' ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.

  ἀλλὰ σὰ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,

  ὄφρ' ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο 375

  τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι

  ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ

  γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,

  ἦ τις καὶ Τρώων κορέει κύνας ἠδ' οἰωνοὺς

  δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν. 380

  ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη.

  ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους

  Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο:

  αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο

  πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ' οὔδει 385

  ποικίλον, ὅν ῥ' αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,

  ἣ δὲ χιτῶν' ἐνδῦσα Διὸς νεφεληγερέταο

  τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.

  ἐς δ' ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ' ἔγχος

  βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν 390

  ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.

  Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ' ἄρ' ἵππους:

  αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,

  τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε

  ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ' ἐπιθεῖναι. 395

  τῇ ῥα δι' αὐτάων κεντρηνεκέας ἔχον ἵππους.

  Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατ' ἄρ' αἰνῶς,

  Ἶριν δ' ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν:

  βάσκ' ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδ' ἔα ἄντην

  ἔρχεσθ': οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ. 400

  ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται:

  γυιώσω μέν σφωϊν ὑφ' ἅρμασιν ὠκέας ἵππους,

  αὐτὰς δ' ἐκ δίφρου βαλέω κατά θ' ἅρματα ἄξω:

  οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς

  ἕλκε' ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός: 405

  ὄφρα ἰδῇ γλαυκῶπις ὅτ' ἂν ᾧ πατρὶ μάχηται.

  Ἥρῃ δ' οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι:

  αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.

  ὣς ἔφατ', ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,

  βῆ δ' ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον. 410

  πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο

  ἀντομένη κατέρυκε, Διὸς δέ σφ' ἔννεπε μῦθον:

  πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;

  οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.

  ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ, 415

  γυιώσειν μὲν σφῶϊν ὑφ' ἅρμασιν ὠκέας ἵππους,

  αὐτὰς δ' ἐκ δίφρου βαλέειν κατά θ' ἅρματα ἄξειν:

  οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς

  ἕλκε' ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός:

  ὄφρα ἰδῇς γλαυκῶπι ὅτ' ἂν σῷ πατρὶ μάχηαι. 420

  Ἥρῃ δ' οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται:

  αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ:

  ἀλλὰ σύ γ' αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε

  τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.

  ἣ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πόδας ὠκέα Ἶρις, 425

  αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν:

  ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτ' ἔγωγε

  νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν:

  τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,

  ὅς κε τύχῃ: κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ 430

  Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.

  ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους:

  τῇσιν δ' Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,

  καὶ τοὺς μὲν κατέδησαν ἐπ' ἀμβροσίῃσι κάπῃσιν,

  ἅρματα δ' ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα: 435

  αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον

  μίγδ' ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.

  Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐύ̈τροχον ἅρμα καὶ ἵππους

  Οὔλυμπον δὲ δίωκε, θεῶν δ' ἐξίκετο θώκους.

  τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος, 440

  ἅρματα δ' ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας:

  αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς

  ἕζετο, τῷ δ' ὑπὸ ποσσὶ μέγας πελεμίζετ' Ὄλυμπος.

  αἳ δ' οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη

  ἥσθ
ην, οὐδέ τί μιν προσεφώνεον οὐδ' ἐρέοντο: 445

  αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε:

  τίφθ' οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;

  οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ

  ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.

  πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι, 450

  οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳ.

  σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα

  πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.

  ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν:

  οὐκ ἂν ἐφ' ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ 455

  ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵν' ἀθανάτων ἕδος ἐστίν.

  ὣς ἔφαθ', αἳ δ' ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη:

  πλησίαι αἵ γ' ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.

  ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε

  σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει: 460

  Ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα:

  αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.

  εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν:

  ἀλλ' ἔμπης Δαναῶν ὀλοφυρόμεθ' αἰχμητάων,

  οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται. 465

  ἀλλ' ἤτοι πολέμου μὲν ἀφεξόμεθ', εἰ σὺ κελεύεις:

  βουλὴν δ' Ἀργείοις ὑποθησόμεθ' ἥ τις ὀνήσει,

  ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.

  τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:

  ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα 470

  ὄψεαι, αἴ κ' ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη

  ὀλλύντ' Ἀργείων πουλὺν στρατὸν αἰχμητάων:

  οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ

  πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεί̈ωνα,

  ἤματι τῷ ὅτ' ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται 475

  στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος:

  ὣς γὰρ θέσφατόν ἐστι: σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω

  χωομένης, οὐδ' εἴ κε τὰ νείατα πείραθ' ἵκηαι

  γαίης καὶ πόντοιο, ἵν' Ἰάπετός τε Κρόνος τε

  ἥμενοι οὔτ' αὐγῇς Ὑπερίονος Ἠελίοιο 480

  τέρποντ' οὔτ' ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς:

  οὐδ' ἢν ἔνθ' ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε

  σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.

  ὣς φάτο, τὸν δ' οὔ τι προσέφη λευκώλενος Ἥρη.

  ἐν δ' ἔπεσ' Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο 485

  ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.

  Τρωσὶν μέν ῥ' ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς

  ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.

  Τρώων αὖτ' ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ

  νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι, 490

  ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.

  ἐξ ἵππων δ' ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον

  τόν ῥ' Ἕκτωρ ἀγόρευε Διὶ̈ φίλος: ἐν δ' ἄρα χειρὶ

  ἔγχος ἔχ' ἑνδεκάπηχυ: πάροιθε δὲ λάμπετο δουρὸς

  αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης, 495

  τῷ ὅ γ' ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα:

  κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι:

  νῦν ἐφάμην νῆάς τ' ὀλέσας καὶ πάντας Ἀχαιοὺς

  ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν:

  ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα 500

  Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.

  ἀλλ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ

  δόρπά τ' ἐφοπλισόμεσθα: ἀτὰρ καλλίτριχας ἵππους

  λύσαθ' ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετ' ἐδωδήν:

  ἐκ πόλιος δ' ἄξεσθε βόας καὶ ἴφια μῆλα 505

  καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε

  σῖτόν τ' ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,

  ὥς κεν παννύχιοι μέσφ' ἠοῦς ἠριγενείης

  καίωμεν πυρὰ πολλά, σέλας δ' εἰς οὐρανὸν ἵκῃ,

  μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ 510

  φεύγειν ὁρμήσωνται ἐπ' εὐρέα νῶτα θαλάσσης.

  μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,

  ἀλλ' ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ

  βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι

  νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος 515

  Τρωσὶν ἐφ' ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.

  κήρυκες δ' ἀνὰ ἄστυ Διὶ̈ φίλοι ἀγγελλόντων

  παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας

  λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων:

  θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη 520

  πῦρ μέγα καιόντων: φυλακὴ δέ τις ἔμπεδος ἔστω

  μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.

  ὧδ' ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω:

  μῦθος δ' ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,

  τὸν δ' ἠοῦς Τρώεσσι μεθ' ἱπποδάμοις ἀγορεύσω. 525

  ἔλπομαι εὐχόμενος Διί τ' ἄλλοισίν τε θεοῖσιν

  ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,

  οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.

  ἀλλ' ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτο
ύς,

  πρῶϊ δ' ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες 530

  νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.

  εἴσομαι εἴ κέ μ' ὁ Τυδεί̈δης κρατερὸς Διομήδης

  πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν

  χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.

  αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κ' ἐμὸν ἔγχος 535

  μείνῃ ἐπερχόμενον: ἀλλ' ἐν πρώτοισιν ὀί̈ω

  κείσεται οὐτηθείς, πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι

  ἠελίου ἀνιόντος ἐς αὔριον: εἰ γὰρ ἐγὼν ὣς

  εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,

  τιοίμην δ' ὡς τίετ' Ἀθηναίη καὶ Ἀπόλλων, 540

  ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.

  ὣς Ἕκτωρ ἀγόρευ', ἐπὶ δὲ Τρῶες κελάδησαν.

  οἳ δ' ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,

  δῆσαν δ' ἱμάντεσσι παρ' ἅρμασιν οἷσιν ἕκαστος:

  ἐκ πόλιος δ' ἄξοντο βόας καὶ ἴφια μῆλα 545

  καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,

  σῖτόν τ' ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.

  κνίσην δ' ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.

  οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας

  εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά. 550

  ὡς δ' ὅτ' ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην

  φαίνετ' ἀριπρεπέα, ὅτε τ' ἔπλετο νήνεμος αἰθήρ:

  ἔκ τ' ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι

 

‹ Prev