Book Read Free

Complete Works of Homer

Page 571

by Homer


  καὶ νάπαι: οὐρανόθεν δ' ἄρ' ὑπερράγη ἄσπετος αἰθήρ,

  πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν: 555

  τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων

  Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.

  χίλι' ἄρ' ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ

  εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.

  ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας 560

  ἑσταότες παρ' ὄχεσφιν ἐύ̈θρονον Ἠῶ μίμνον.

  Ῥαψωδία ι

  ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον: αὐτὰρ Ἀχαιοὺς

  θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,

  πένθεϊ δ' ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.

  ὡς δ' ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα

  Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον 5

  ἐλθόντ' ἐξαπίνης: ἄμυδις δέ τε κῦμα κελαινὸν

  κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν:

  ὣς ἐδαί̈ζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.

  Ἀτρεί̈δης δ' ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ

  φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων 10

  κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,

  μὴ δὲ βοᾶν: αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.

  ἷζον δ' εἰν ἀγορῇ τετιηότες: ἂν δ' Ἀγαμέμνων

  ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος

  ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ: 15

  ὣς ὃ βαρὺ στενάχων ἔπε' Ἀργείοισι μετηύδα:

  ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες

  Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ

  σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν

  Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι, 20

  νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει

  δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.

  οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,

  ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα

  ἠδ' ἔτι καὶ λύσει: τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. 25

  ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες:

  φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν:

  οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.

  ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.

  δὴν δ' ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν: 30

  ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης:

  Ἀτρεί̈δη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,

  ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ: σὺ δὲ μή τι χολωθῇς.

  ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι

  φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα: ταῦτα δὲ πάντα 35

  ἴσασ' Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.

  σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω:

  σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,

  ἀλκὴν δ' οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.

  δαιμόνι' οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν 40

  ἀπτολέμους τ' ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;

  εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι

  ἔρχεο: πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης

  ἑστᾶσ', αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.

  ἀλλ' ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιο? 45

  εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ

  φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν:

  νῶϊ δ' ἐγὼ Σθένελός τε μαχησόμεθ' εἰς ὅ κε τέκμωρ

  Ἰλίου εὕρωμεν: σὺν γὰρ θεῷ εἰλήλουθμεν.

  ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν 50

  μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.

  τοῖσι δ' ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ:

  Τυδεί̈δη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,

  καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.

  οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί, 55

  οὐδὲ πάλιν ἐρέει: ἀτὰρ οὐ τέλος ἵκεο μύθων.

  ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης

  ὁπλότατος γενεῆφιν: ἀτὰρ πεπνυμένα βάζεις

  Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.

  ἀλλ' ἄγ' ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι, 60

  ἐξείπω καὶ πάντα διίξομαι: οὐδέ κέ τίς μοι

  μῦθον ἀτιμήσει', οὐδὲ κρείων Ἀγαμέμνων.

  ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος

  ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.

  ἀλλ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ 65

  δόρπά τ' ἐφοπλισόμεσθα: φυλακτῆρες δὲ ἕκαστοι

  λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.

  κούροισιν μὲν ταῦτ' ἐπιτέλλομαι: αὐτὰρ ἔπειτα

  Ἀτρεί̈δη σὺ μὲν ἄρχε: σὺ γὰρ βασιλεύτατός ἐσσι.

  δαίνυ δαῖτα γέρουσιν: ἔοικέ τοι, οὔ τοι ἀεικές. 70

  πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν

  ἠμάτιαι Θρῄκηθεν ἐπ' εὐρέα πόντον ἄγουσι:

  πᾶσά τοί ἐσθ' ὑποδεξίη, πολέεσσι δ' ἀνάσσεις.

  πολλῶν δ' ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην

  βουλὴν βουλεύσῃ: μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς 75

  ἐσθλῆς καὶ πυκινῆς,
ὅτι δήϊοι ἐγγύθι νηῶν

  καίουσιν πυρὰ πολλά: τίς ἂν τάδε γηθήσειε;

  νὺξ δ' ἧδ' ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.

  ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.

  ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο 80

  ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,

  ἠδ' ἀμφ' Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος

  ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηί̈πυρόν τε,

  ἠδ' ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.

  ἕπτ' ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ 85

  κοῦροι ἅμα στεῖχον δολίχ' ἔγχεα χερσὶν ἔχοντες:

  κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες:

  ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.

  Ἀτρεί̈δης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν

  ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα. 90

  οἳ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

  τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν

  Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή:

  ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν: 95

  Ἀτρεί̈δη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον

  ἐν σοὶ μὲν λήξω, σέο δ' ἄρξομαι, οὕνεκα πολλῶν

  λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε

  σκῆπτρόν τ' ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.

  τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδ' ἐπακοῦσαι, 100

  κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτ' ἄν τινα θυμὸς ἀνώγῃ

  εἰπεῖν εἰς ἀγαθόν: σέο δ' ἕξεται ὅττί κεν ἄρχῃ.

  αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.

  οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει

  οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδ' ἔτι καὶ νῦν 105

  ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηί̈δα κούρην

  χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας

  οὔ τι καθ' ἡμέτερόν γε νόον: μάλα γάρ τοι ἔγωγε

  πόλλ' ἀπεμυθεόμην: σὺ δὲ σῷ μεγαλήτορι θυμῷ

  εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, 110

  ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας: ἀλλ' ἔτι καὶ νῦν

  φραζώμεσθ' ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν

  δώροισίν τ' ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.

  τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:

  ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας: 115

  ἀασάμην, οὐδ' αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν

  λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,

  ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.

  ἀλλ' ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,

  ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ' ἀπερείσι' ἄποινα. 120

  ὑμῖν δ' ἐν πάντεσσι περικλυτὰ δῶρ' ὀνομήνω

  ἕπτ' ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,

  αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους

  πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.

  οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο, 125

  οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,

  ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.

  δώσω δ' ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας

  Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς

  ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν. 130

  τὰς μέν οἱ δώσω, μετὰ δ' ἔσσεται ἣν τότ' ἀπηύρων

  κούρη Βρισῆος: ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι

  μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,

  ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.

  ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται: εἰ δέ κεν αὖτε 135

  ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι,

  νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω

  εἰσελθών, ὅτε κεν δατεώμεθα ληί̈δ' Ἀχαιοί,

  Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,

  αἴ κε μετ' Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. 140

  εἰ δέ κεν Ἄργος ἱκοίμεθ' Ἀχαιϊκὸν οὖθαρ ἀρούρης

  γαμβρός κέν μοι ἔοι: τίσω δέ μιν ἶσον Ὀρέστῃ,

  ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.

  τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ

  Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, 145

  τάων ἥν κ' ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω

  πρὸς οἶκον Πηλῆος: ἐγὼ δ' ἐπὶ μείλια δώσω

  πολλὰ μάλ', ὅσσ' οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί:

  ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα

  Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν 150

  Φηράς τε ζαθέας ἠδ' Ἄνθειαν βαθύλειμον

  καλήν τ' Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.

  πᾶσαι δ' ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος:

  ἐν δ' ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,

  οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι 155

  καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.

  ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.

  δμηθήτω: Ἀί̈δης τοι ἀμείλιχος ἠδ' ἀδάμαστος,

  τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων:

  καί μοι ὑποστήτω ὅσσον βασιλεύτε�
�ός εἰμι 160

  ἠδ' ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.

  τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:

  Ἀτρεί̈δη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον

  δῶρα μὲν οὐκέτ' ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι:

  ἀλλ' ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα 165

  ἔλθωσ' ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.

  εἰ δ' ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.

  Φοῖνιξ μὲν πρώτιστα Διὶ̈ φίλος ἡγησάσθω,

  αὐτὰρ ἔπειτ' Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς:

  κηρύκων δ' Ὀδίος τε καὶ Εὐρυβάτης ἅμ' ἑπέσθων. 170

  φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,

  ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθ', αἴ κ' ἐλεήσῃ.

  ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.

  αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,

  κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, 175

  νώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.

  αὐτὰρ ἐπεὶ σπεῖσάν τ' ἔπιόν θ' ὅσον ἤθελε θυμός,

  ὁρμῶντ' ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεί̈δαο.

  τοῖσι δὲ πόλλ' ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ

  δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα, 180

  πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεί̈ωνα.

  τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης

  πολλὰ μάλ' εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ

  ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.

  Μυρμιδόνων δ' ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, 185

 

‹ Prev