Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 572
Complete Works of Homer Page 572

by Homer


  τὸν δ' εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ

  καλῇ δαιδαλέῃ, ἐπὶ δ' ἀργύρεον ζυγὸν ἦεν,

  τὴν ἄρετ' ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας:

  τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δ' ἄρα κλέα ἀνδρῶν.

  Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ, 190

  δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,

  τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,

  στὰν δὲ πρόσθ' αὐτοῖο: ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεὺς

  αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.

  ὣς δ' αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη. 195

  τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:

  χαίρετον: ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ,

  οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.

  ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,

  εἷσεν δ' ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν. 200

  αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα:

  μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,

  ζωρότερον δὲ κέραιε, δέπας δ' ἔντυνον ἑκάστῳ:

  οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.

  ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ. 205

  αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,

  ἐν δ' ἄρα νῶτον ἔθηκ' ὄϊος καὶ πίονος αἰγός,

  ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.

  τῷ δ' ἔχεν Αὐτομέδων, τάμνεν δ' ἄρα δῖος Ἀχιλλεύς.

  καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφ' ὀβελοῖσιν ἔπειρε, 210

  πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.

  αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,

  ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,

  πάσσε δ' ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.

  αὐτὰρ ἐπεί ῥ' ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε, 215

  Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ

  καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.

  αὐτὸς δ' ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο

  τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει

  Πάτροκλον ὃν ἑταῖρον: ὃ δ' ἐν πυρὶ βάλλε θυηλάς. 220

  οἳ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

  νεῦσ' Αἴας Φοίνικι: νόησε δὲ δῖος Ὀδυσσεύς,

  πλησάμενος δ' οἴνοιο δέπας δείδεκτ' Ἀχιλῆα:

  χαῖρ' Ἀχιλεῦ: δαιτὸς μὲν ἐί̈σης οὐκ ἐπιδευεῖς 225

  ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεί̈δαο

  ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ

  δαίνυσθ': ἀλλ' οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,

  ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες

  δείδιμεν: ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι 230

  νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.

  ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο

  Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ' ἐπίκουροι

  κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδ' ἔτι φασὶ

  σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. 235

  Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων

  ἀστράπτει: Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων

  μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει

  ἀνέρας οὐδὲ θεούς: κρατερὴ δέ ἑ λύσσα δέδυκεν.

  ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν: 240

  στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα

  αὐτάς τ' ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς

  δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.

  ταῦτ' αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς

  ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη 245

  φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.

  ἀλλ' ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν

  τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.

  αὐτῷ τοι μετόπισθ' ἄχος ἔσσεται, οὐδέ τι μῆχος

  ῥεχθέντος κακοῦ ἔστ' ἄκος εὑρεῖν: ἀλλὰ πολὺ πρὶν 250

  φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.

  ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς

  ἤματι τῷ ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε:

  τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη

  δώσουσ' αἴ κ' ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν 255

  ἴσχειν ἐν στήθεσσι: φιλοφροσύνη γὰρ ἀμείνων:

  ληγέμεναι δ' ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον

  τίωσ' Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.

  ὣς ἐπέτελλ' ὃ γέρων, σὺ δὲ λήθεαι: ἀλλ' ἔτι καὶ νῦν

  παύε', ἔα δὲ χόλον θυμαλγέα: σοὶ δ' Ἀγαμέμνων 260

  ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.

  εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω

  ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρ' Ἀγαμέμνων:

  ἕπτ' ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,

  αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους 265

  πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.

  οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο

  οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσο�
��ο,

  ὅσσ' Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.

  δώσει δ' ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας 270

  Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς

  ἐξέλεθ', αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.

  τὰς μέν τοι δώσει, μετὰ δ' ἔσσεται ἣν τότ' ἀπηύρα

  κούρη Βρισῆος: ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται

  μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι 275

  ἣ θέμις ἐστὶν ἄναξ ἤτ' ἀνδρῶν ἤτε γυναικῶν.

  ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται: εἰ δέ κεν αὖτε

  ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι,

  νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι

  εἰσελθών, ὅτε κεν δατεώμεθα ληί̈δ' Ἀχαιοί, 280

  Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,

  αἵ κε μετ' Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.

  εἰ δέ κεν Ἄργος ἱκοίμεθ' Ἀχαιϊκὸν οὖθαρ ἀρούρης

  γαμβρός κέν οἱ ἔοις: τίσει δέ σε ἶσον Ὀρέστῃ,

  ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. 285

  τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ

  Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,

  τάων ἥν κ' ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι

  πρὸς οἶκον Πηλῆος: ὃ δ' αὖτ' ἐπὶ μείλια δώσει

  πολλὰ μάλ', ὅσσ' οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί: 290

  ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα

  Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν

  Φηράς τε ζαθέας ἠδ' Ἄνθειαν βαθύλειμον

  καλήν τ' Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.

  πᾶσαι δ' ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος: 295

  ἐν δ' ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,

  οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι

  καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.

  ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.

  εἰ δέ τοι Ἀτρεί̈δης μὲν ἀπήχθετο κηρόθι μᾶλλον 300

  αὐτὸς καὶ τοῦ δῶρα, σὺ δ' ἄλλους περ Παναχαιοὺς

  τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς

  τίσουσ': ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο:

  νῦν γάρ χ' Ἕκτορ' ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι

  λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον 305

  οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.

  τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:

  διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ

  χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,

  ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται, 310

  ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.

  ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀί̈δαο πύλῃσιν

  ὅς χ' ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.

  αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα:

  οὔτ' ἔμεγ' Ἀτρεί̈δην Ἀγαμέμνονα πεισέμεν οἴω 315

  οὔτ' ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν

  μάρνασθαι δηί̈οισιν ἐπ' ἀνδράσι νωλεμὲς αἰεί.

  ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι:

  ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός:

  κάτθαν' ὁμῶς ὅ τ' ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς. 320

  οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ

  αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.

  ὡς δ' ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι

  μάστακ' ἐπεί κε λάβῃσι, κακῶς δ' ἄρα οἱ πέλει αὐτῇ,

  ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀύ̈πνους νύκτας ἴαυον, 325

  ἤματα δ' αἱματόεντα διέπρησσον πολεμίζων

  ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.

  δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ' ἀνθρώπων,

  πεζὸς δ' ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον:

  τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ 330

  ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον

  Ἀτρεί̈δῃ: ὃ δ' ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι

  δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δ' ἔχεσκεν.

  ἄλλα δ' ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι:

  τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δ' ἀπὸ μούνου Ἀχαιῶν 335

  εἵλετ', ἔχει δ' ἄλοχον θυμαρέα: τῇ παριαύων

  τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν

  Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ' ἀγείρας

  Ἀτρεί̈δης; ἦ οὐχ Ἑλένης ἕνεκ' ἠϋκόμοιο;

  ἦ μοῦνοι φιλέουσ' ἀλόχους μερόπων ἀνθρώπων 340

  Ἀτρεί̈δαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων

  τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν

  ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.

  νῦν δ' ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μ' ἀπάτησε

  μή μευ πειράτω εὖ εἰδότος: οὐδέ με πείσει. 345

  ἀλλ' Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι

  φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.

  ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,

  καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπ' αὐτῷ

  εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν: 350

  ἀλλ' οὐδ' ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο

  �
�σχειν: ὄφρα δ' ἐγὼ μετ' Ἀχαιοῖσιν πολέμιζον

  οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,

  ἀλλ' ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν:

  ἔνθά ποτ' οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν. 355

  νῦν δ' ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ

  αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι

  νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω,

  ὄψεαι, αἴ κ' ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,

  ἦρι μάλ' Ἑλλήσποντον ἐπ' ἰχθυόεντα πλεούσας 360

  νῆας ἐμάς, ἐν δ' ἄνδρας ἐρεσσέμεναι μεμαῶτας:

  εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος

  ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.

  ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων:

  ἄλλον δ' ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν 365

  ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον

  ἄξομαι, ἅσσ' ἔλαχόν γε: γέρας δέ μοι, ὅς περ ἔδωκεν,

  αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων

  Ἀτρεί̈δης: τῷ πάντ' ἀγορευέμεν ὡς ἐπιτέλλω

  ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ 370

  εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν

  αἰὲν ἀναιδείην ἐπιειμένος: οὐδ' ἂν ἔμοιγε

  τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι:

  οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον:

  ἐκ γὰρ δή μ' ἀπάτησε καὶ ἤλιτεν: οὐδ' ἂν ἔτ' αὖτις 375

  ἐξαπάφοιτ' ἐπέεσσιν: ἅλις δέ οἱ: ἀλλὰ ἕκηλος

 

‹ Prev