Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 587
Complete Works of Homer Page 587

by Homer


  ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον: 450

  Μίνως δ' αὖ τέκεθ' υἱὸν ἀμύμονα Δευκαλίωνα,

  Δευκαλίων δ' ἐμὲ τίκτε πολέσσ' ἄνδρεσσιν ἄνακτα

  Κρήτῃ ἐν εὐρείῃ: νῦν δ' ἐνθάδε νῆες ἔνεικαν

  σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.

  ὣς φάτο, Δηί̈φοβος δὲ διάνδιχα μερμήριξεν 455

  ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων

  ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.

  ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι

  βῆναι ἐπ' Αἰνείαν: τὸν δ' ὕστατον εὗρεν ὁμίλου

  ἑσταότ': αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ 460

  οὕνεκ' ἄρ' ἐσθλὸν ἐόντα μετ' ἀνδράσιν οὔ τι τίεσκεν.

  ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:

  Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ

  γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.

  ἀλλ' ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε 465

  γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα:

  τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.

  ὣς φάτο, τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,

  βῆ δὲ μετ' Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.

  ἀλλ' οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς, 470

  ἀλλ' ἔμεν' ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,

  ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν

  χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν:

  ὀφθαλμὼ δ' ἄρα οἱ πυρὶ λάμπετον: αὐτὰρ ὀδόντας

  θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας: 475

  ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδ' ὑπεχώρει,

  Αἰνείαν ἐπιόντα βοηθόον: αὖε δ' ἑταίρους

  Ἀσκάλαφόν τ' ἐσορῶν Ἀφαρῆά τε Δηί̈πυρόν τε

  Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς:

  τοὺς ὅ γ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα: 480

  δεῦτε φίλοι, καί μ' οἴῳ ἀμύνετε: δείδια δ' αἰνῶς

  Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,

  ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν:

  καὶ δ' ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.

  εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ' ἐπὶ θυμῷ 485

  αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.

  ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες

  πλησίοι ἔστησαν, σάκε' ὤμοισι κλίναντες.

  Αἰνείας δ' ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι

  Δηί̈φοβόν τε Πάριν τ' ἐσορῶν καὶ Ἀγήνορα δῖον, 490

  οἵ οἱ ἅμ' ἡγεμόνες Τρώων ἔσαν: αὐτὰρ ἔπειτα

  λαοὶ ἕπονθ', ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα

  πιόμεν' ἐκ βοτάνης: γάνυται δ' ἄρα τε φρένα ποιμήν:

  ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει

  ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ. 495

  οἳ δ' ἀμφ' Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν

  μακροῖσι ξυστοῖσι: περὶ στήθεσσι δὲ χαλκὸς

  σμερδαλέον κονάβιζε τιτυσκομένων καθ' ὅμιλον

  ἀλλήλων: δύο δ' ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων

  Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ 500

  ἵεντ' ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.

  Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος:

  ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,

  αἰχμὴ δ' Αἰνείαο κραδαινομένη κατὰ γαίης

  ᾤχετ', ἐπεί ῥ' ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. 505

  Ἰδομενεὺς δ' ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,

  ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ' ἔντερα χαλκὸς

  ἤφυσ': ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.

  Ἰδομενεὺς δ' ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος

  ἐσπάσατ', οὐδ' ἄρ' ἔτ' ἄλλα δυνήσατο τεύχεα καλὰ 510

  ὤμοιιν ἀφελέσθαι: ἐπείγετο γὰρ βελέεσσιν.

  οὐ γὰρ ἔτ' ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,

  οὔτ' ἄρ' ἐπαί̈ξαι μεθ' ἑὸν: βέλος οὔτ' ἀλέασθαι.

  τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,

  τρέσσαι δ' οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο. 515

  τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ

  Δηί̈φοβος: δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.

  ἀλλ' ὅ γε καὶ τόθ' ἅμαρτεν, ὃ δ' Ἀσκάλαφον βάλε δουρὶ

  υἱὸν Ἐνυαλίοιο: δι' ὤμου δ' ὄβριμον ἔγχος

  ἔσχεν: ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 520

  οὐδ' ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης

  υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,

  ἀλλ' ὅ γ' ἄρ' ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν

  ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι

  ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο. 525

  οἳ δ' ἀμφ' Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν:

  Δηί̈φοβος μὲν ἀπ' Ἀσκαλάφου πήληκα φαεινὴν

  ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ

  δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δ' ἄρα χειρὸς

  αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα. 530

  Μηριόνης δ' ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς

  ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,

  ἂψ δ' ἑτά
ρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης

  αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας

  ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρ' ἵκεθ' ἵππους 535

  ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο

  ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ' ἔχοντες:

  οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα

  τειρόμενον: κατὰ δ' αἷμα νεουτάτου ἔρρεε χειρός.

  οἳ δ' ἄλλοι μάρναντο, βοὴ δ' ἄσβεστος ὀρώρει. 540

  ἔνθ' Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας

  λαιμὸν τύψ' ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί:

  ἐκλίνθη δ' ἑτέρωσε κάρη, ἐπὶ δ' ἀσπὶς ἑάφθη

  καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.

  Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας 545

  οὔτασ' ἐπαί̈ξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,

  ἥ τ' ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν' ἱκάνει:

  τὴν ἀπὸ πᾶσαν ἔκερσεν: ὃ δ' ὕπτιος ἐν κονίῃσι

  κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.

  Ἀντίλοχος δ' ἐπόρουσε, καὶ αἴνυτο τεύχε' ἀπ' ὤμων 550

  παπταίνων: Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος

  οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο

  εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ

  Ἀντιλόχου: πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων

  Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν. 555

  οὐ μὲν γάρ ποτ' ἄνευ δηί̈ων ἦν, ἀλλὰ κατ' αὐτοὺς

  στρωφᾶτ': οὐδέ οἱ ἔγχος ἔχ' ἀτρέμας, ἀλλὰ μάλ' αἰεὶ

  σειόμενον ἐλέλικτο: τιτύσκετο δὲ φρεσὶν ᾗσιν

  ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.

  ἀλλ' οὐ λῆθ' Ἀδάμαντα τιτυσκόμενος καθ' ὅμιλον 560

  Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ

  ἐγγύθεν ὁρμηθείς: ἀμενήνωσεν δέ οἱ αἰχμὴν

  κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.

  καὶ τὸ μὲν αὐτοῦ μεῖν' ὥς τε σκῶλος πυρίκαυστος

  ἐν σάκει Ἀντιλόχοιο, τὸ δ' ἥμισυ κεῖτ' ἐπὶ γαίης: 565

  ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων:

  Μηριόνης δ' ἀπιόντα μετασπόμενος βάλε δουρὶ

  αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα

  γίγνετ' Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.

  ἔνθά οἱ ἔγχος ἔπηξεν: ὃ δ' ἑσπόμενος περὶ δουρὶ 570

  ἤσπαιρ' ὡς ὅτε βοῦς τόν τ' οὔρεσι βουκόλοι ἄνδρες

  ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν:

  ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,

  ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ' ἐγγύθεν ἐλθὼν

  ἥρως Μηριόνης: τὸν δὲ σκότος ὄσσε κάλυψε. 575

  Δηί̈πυρον δ' Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην

  Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.

  ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν

  μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε:

  τὸν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν. 580

  Ἀτρεί̈δην δ' ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον:

  βῆ δ' ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι

  ὀξὺ δόρυ κραδάων: ὃ δὲ τόξου πῆχυν ἄνελκε.

  τὼ δ' ἄρ' ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι

  ἵετ' ἀκοντίσσαι, ὃ δ' ἀπὸ νευρῆφιν ὀϊστῷ. 585

  Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ

  θώρηκος γύαλον, ἀπὸ δ' ἔπτατο πικρὸς ὀϊστός.

  ὡς δ' ὅτ' ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ' ἀλωὴν

  θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι

  πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ, 590

  ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο

  πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.

  Ἀτρεί̈δης δ' ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος

  τὴν βάλεν ᾗ ῥ' ἔχε τόξον ἐύ̈ξοον: ἐν δ' ἄρα τόξῳ

  ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος. 595

  ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων

  χεῖρα παρακρεμάσας: τὸ δ' ἐφέλκετο μείλινον ἔγχος.

  καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,

  αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ

  σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν. 600

  Πείσανδρος δ' ἰθὺς Μενελάου κυδαλίμοιο

  ἤϊε: τὸν δ' ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ

  σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.

  οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες

  Ἀτρεί̈δης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ' ἔγχος, 605

  Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο

  οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι:

  ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δ' ἐνὶ καυλῷ

  ἔγχος: ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.

  Ἀτρεί̈δης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον 610

  ἆλτ' ἐπὶ Πεισάνδρῳ: ὃ δ' ὑπ' ἀσπίδος εἵλετο καλὴν

  ἀξίνην εὔχαλκον ἐλαί̈νῳ ἀμφὶ πελέκκῳ

  μακρῷ ἐϋξέστῳ: ἅμα δ' ἀλλήλων ἐφίκοντο.

  ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης

  ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον 615

  ῥ�
�νὸς ὕπερ πυμάτης: λάκε δ' ὀστέα, τὼ δέ οἱ ὄσσε

  πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,

  ἰδνώθη δὲ πεσών: ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων

  τεύχεά τ' ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα:

  λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων 620

  Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,

  ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς

  ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ

  Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν

  ξεινίου, ὅς τέ ποτ' ὔμμι διαφθέρσει πόλιν αἰπήν: 625

  οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ

  μὰψ οἴχεσθ' ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρ' αὐτῇ:

  νῦν αὖτ' ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι

  πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δ' ἥρωας Ἀχαιούς.

  ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος. 630

  Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων

  ἀνδρῶν ἠδὲ θεῶν: σέο δ' ἐκ τάδε πάντα πέλονται:

  οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι

  Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται

  φυλόπιδος κορέσασθαι ὁμοιί̈ου πτολέμοιο. 635

  πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος

  μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,

  τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι

  ἢ πολέμου: Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.

 

‹ Prev