Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 589
Complete Works of Homer Page 589

by Homer


  ὣς ἄρα φωνήσας ἡγήσατο: τοὶ δ' ἅμ' ἕποντο

  ἠχῇ θεσπεσίῃ, ἐπὶ δ' ἴαχε λαὸς ὄπισθεν.

  Ἀργεῖοι δ' ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο 835

  ἀλκῆς, ἀλλ' ἔμενον Τρώων ἐπιόντας ἀρίστους.

  ἠχὴ δ' ἀμφοτέρων ἵκετ' αἰθέρα καὶ Διὸς αὐγάς.

  Ῥαψωδία ξ

  Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,

  ἀλλ' Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα:

  φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα:

  μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.

  ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον 5

  εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη

  θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα:

  αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.

  ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο

  κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο 10

  χαλκῷ παμφαῖνον: ὃ δ' ἔχ' ἀσπίδα πατρὸς ἑοῖο.

  εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,

  στῆ δ' ἐκτὸς κλισίης, τάχα δ' εἴσιδεν ἔργον ἀεικὲς

  τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε

  Τρῶας ὑπερθύμους: ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν. 15

  ὡς δ' ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ

  ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα

  αὔτως, οὐδ' ἄρα τε προκυλίνδεται οὐδετέρωσε,

  πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,

  ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν 20

  διχθάδι', ἢ μεθ' ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,

  ἦε μετ' Ἀτρεί̈δην Ἀγαμέμνονα ποιμένα λαῶν.

  ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι

  βῆναι ἐπ' Ἀτρεί̈δην. οἳ δ' ἀλλήλους ἐνάριζον

  μαρνάμενοι: λάκε δέ σφι περὶ χροὶ̈ χαλκὸς ἀτειρὴς 25

  νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.

  Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες

  πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ

  Τυδεί̈δης Ὀδυσεύς τε καὶ Ἀτρεί̈δης Ἀγαμέμνων.

  πολλὸν γάρ ῥ' ἀπάνευθε μάχης εἰρύατο νῆες 30

  θῖν' ἔφ' ἁλὸς πολιῆς: τὰς γὰρ πρώτας πεδίον δὲ

  εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.

  οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας

  αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί:

  τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης 35

  ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.

  τώ ῥ' οἵ γ' ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο

  ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι: ἄχνυτο δέ σφι

  θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς

  Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. 40

  τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων:

  ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν

  τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ' ἀφικάνεις;

  δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,

  ὥς ποτ' ἐπηπείλησεν ἐνὶ Τρώεσσ' ἀγορεύων 45

  μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι

  πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.

  κεῖνος τὼς ἀγόρευε: τὰ δὴ νῦν πάντα τελεῖται.

  ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ

  ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς 50

  οὐδ' ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.

  τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:

  ἦ δὴ ταῦτά γ' ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως

  Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.

  τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν 55

  ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι:

  οἳ δ' ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι

  νωλεμές: οὐδ' ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων

  ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,

  ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δ' οὐρανὸν ἵκει. 60

  ἡμεῖς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα

  εἴ τι νόος ῥέξει: πόλεμον δ' οὐκ ἄμμε κελεύω

  δύμεναι: οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.

  τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:

  Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται, 65

  τεῖχος δ' οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος,

  ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ

  ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι:

  οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι

  νωνύμνους ἀπολέσθαι ἀπ' Ἄργεος ἐνθάδ' Ἀχαιούς. 70

  ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,

  οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι

  κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.

  ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.

  νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης 75

  ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,

  ὕψι δ' ἐπ' εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ

  νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο

  Τρῶες: ἔπειτα δέ κεν ἐρυσαίμεθα �
�ῆας ἁπάσας.

  οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδ' ἀνὰ νύκτα. 80

  βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.

  τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:

  Ἀτρεί̈δη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων:

  οὐλόμεν' αἴθ' ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου

  σημαίνειν, μὴ δ' ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς 85

  ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν

  ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.

  οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν

  καλλείψειν, ἧς εἵνεκ' ὀϊζύομεν κακὰ πολλά;

  σίγα, μή τίς τ' ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ 90

  μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο

  ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν

  σκηπτοῦχός τ' εἴη, καί οἱ πειθοίατο λαοὶ

  τοσσοίδ' ὅσσοισιν σὺ μετ' Ἀργείοισιν ἀνάσσεις:

  νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες: 95

  ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς

  νῆας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν, ὄφρ' ἔτι μᾶλλον

  Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,

  ἡμῖν δ' αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ

  σχήσουσιν πόλεμον νηῶν ἅλα δ' ἑλκομενάων, 100

  ἀλλ' ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.

  ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.

  τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων:

  ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ

  ἀργαλέῃ: ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα 105

  νῆας ἐϋσσέλμους ἅλα δ' ἑλκέμεν υἷας Ἀχαιῶν.

  νῦν δ' εἴη ὃς τῆσδέ γ' ἀμείνονα μῆτιν ἐνίσποι

  ἢ νέος ἠὲ παλαιός: ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.

  τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης:

  ἐγγὺς ἀνήρ: οὐ δηθὰ ματεύσομεν: αἴ κ' ἐθέλητε 110

  πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος

  οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ' ὑμῖν:

  πατρὸς δ' ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι

  Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.

  πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, 115

  οἴκεον δ' ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι

  Ἄγριος ἠδὲ Μέλας, τρίτατος δ' ἦν ἱππότα Οἰνεὺς

  πατρὸς ἐμοῖο πατήρ: ἀρετῇ δ' ἦν ἔξοχος αὐτῶν.

  ἀλλ' ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δ' ἐμὸς Ἄργεϊ νάσθη

  πλαγχθείς: ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι. 120

  Ἀδρήστοιο δ' ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα

  ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι

  πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,

  πολλὰ δέ οἱ πρόβατ' ἔσκε: κέκαστο δὲ πάντας Ἀχαιοὺς

  ἐγχείῃ: τὰ δὲ μέλλετ' ἀκουέμεν, εἰ ἐτεόν περ. 125

  τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες

  μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κ' ἐὺ̈ εἴπω.

  δεῦτ' ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.

  ἔνθα δ' ἔπειτ' αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος

  ἐκ βελέων, μή πού τις ἐφ' ἕλκεϊ ἕλκος ἄρηται: 130

  ἄλλους δ' ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ

  θυμῷ ἦρα φέροντες ἀφεστᾶσ' οὐδὲ μάχονται.

  ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο:

  βὰν δ' ἴμεν, ἦρχε δ' ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.

  οὐδ' ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος, 135

  ἀλλὰ μετ' αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,

  δεξιτερὴν δ' ἕλε χεῖρ' Ἀγαμέμνονος Ἀτρεί̈δαο,

  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

  Ἀτρεί̈δη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ

  γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν 140

  δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ' ἠβαιαί.

  ἀλλ' ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε:

  σοὶ δ' οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,

  ἀλλ' ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες

  εὐρὺ κονίσουσιν πεδίον, σὺ δ' ἐπόψεαι αὐτὸς 145

  φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.

  ὣς εἰπὼν μέγ' ἄϋσεν ἐπεσσύμενος πεδίοιο.

  ὅσσόν τ' ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι

  ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,

  τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων 150

  ἧκεν: Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ' ἑκάστῳ

  καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.

  Ἥρη δ' εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι

  στᾶσ' ἐξ Οὐλύμποιο ἀπὸ ῥίου: αὐτίκα δ' ἔγνω

  τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν 155

  αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ:

  Ζῆνα δ' ἐπ' ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης

  ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.

  μερμήριξε δ' ἔπειτα βοῶπις πότνια Ἥρη

  ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο: 160

  ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ

  ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,

  εἴ πω�
� ἱμείραιτο παραδραθέειν φιλότητι

  ᾗ χροιῇ, τῷ δ' ὕπνον ἀπήμονά τε λιαρόν τε

  χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι. 165

  βῆ δ' ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν

  Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε

  κληῖ̈δι κρυπτῇ, τὴν δ' οὐ θεὸς ἄλλος ἀνῷγεν:

  ἔνθ' ἥ γ' εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.

  ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος 170

  λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ' ἐλαίῳ

  ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν:

  τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ

  ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ' ἀϋτμή.

  τῷ ῥ' ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας 175

  πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς

  καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.

  ἀμφὶ δ' ἄρ' ἀμβρόσιον ἑανὸν ἕσαθ', ὅν οἱ Ἀθήνη

  ἔξυσ' ἀσκήσασα, τίθει δ' ἐνὶ δαίδαλα πολλά:

  χρυσείῃς δ' ἐνετῇσι κατὰ στῆθος περονᾶτο. 180

  ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,

  ἐν δ' ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι

  τρίγληνα μορόεντα: χάρις δ' ἀπελάμπετο πολλή.

  κρηδέμνῳ δ' ἐφύπερθε καλύψατο δῖα θεάων

  καλῷ νηγατέῳ: λευκὸν δ' ἦν ἠέλιος ὥς: 185

  ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.

  αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροὶ̈ θήκατο κόσμον

 

‹ Prev