Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 641
Complete Works of Homer Page 641

by Homer


  ἀλλ' ἐλέαιρε, ἄναξ: ἱκέτης δέ τοι εὔχομαι εἶναι." 450

  ὣς φάθ', ὁ δ' αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,

  πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δ' ἐσάωσεν

  ἐς ποταμοῦ προχοάς. ὁ δ' ἄρ' ἄμφω γούνατ' ἔκαμψε

  χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.

  ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ 455

  ἂν στόμα τε ῥῖνάς θ': ὁ δ' ἄρ' ἄπνευστος καὶ ἄναυδος

  κεῖτ' ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.

  ἀλλ' ὅτε δή ῥ' ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,

  καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.

  καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν, 460

  ἂψ δ' ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δ' ἄρ' Ἰνὼ

  δέξατο χερσὶ φίλῃσιν: ὁ δ' ἐκ ποταμοῖο λιασθεὶς

  σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.

  ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:

  "ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται; 465

  εἰ μέν κ' ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,

  μή μ' ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση

  ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν:

  αὔρη δ' ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.

  εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην 470

  θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη

  ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,

  δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι."

  ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι:

  βῆ ῥ' ἴμεν εἰς ὕλην: τὴν δὲ σχεδὸν ὕδατος εὗρεν 475

  ἐν περιφαινομένῳ: δοιοὺς δ' ἄρ' ὑπήλυθε θάμνους,

  ἐξ ὁμόθεν πεφυῶτας: ὁ μὲν φυλίης, ὁ δ' ἐλαίης.

  τοὺς μὲν ἄρ' οὔτ' ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,

  οὔτε ποτ' ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,

  οὔτ' ὄμβρος περάασκε διαμπερές: ὣς ἄρα πυκνοὶ 480

  ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς: οὓς ὑπ' Ὀδυσσεὺς

  δύσετ'. ἄφαρ δ' εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν

  εὐρεῖαν: φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,

  ὅσσον τ' ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι

  ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι. 485

  τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,

  ἐν δ' ἄρα μέσσῃ λέκτο, χύσιν δ' ἐπεχεύατο φύλλων.

  ὡς δ' ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ

  ἀγροῦ ἐπ' ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,

  σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι, 490

  ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο: τῷ δ' ἄρ' Ἀθήνη

  ὕπνον ἐπ' ὄμμασι χεῦ', ἵνα μιν παύσειε τάχιστα

  δυσπονέος καμάτοιο φίλα βλέφαρ' ἀμφικαλύψας.

  Ῥαψωδία ζ

  ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς

  ὕπνῳ καὶ καμάτῳ ἀρημένος: αὐτὰρ Ἀθήνη

  βῆ ῥ' ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,

  οἳ πρὶν μέν ποτ' ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,

  ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων, 5

  οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.

  ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,

  εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,

  ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,

  καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατ' ἀρούρας. 10

  ἀλλ' ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,

  Ἀλκίνοος δὲ τότ' ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.

  τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,

  νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.

  βῆ δ' ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη 15

  κοιμᾶτ' ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,

  Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,

  πὰρ δὲ δύ' ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,

  σταθμοῖιν ἑκάτερθε: θύραι δ' ἐπέκειντο φαειναί.

  ἡ δ' ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης, 20

  στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,

  εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,

  ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.

  τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη:

  "Ναυσικάα, τί νύ σ' ὧδε μεθήμονα γείνατο μήτηρ; 25

  εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,

  σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν

  ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σ' ἄγωνται.

  ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει

  ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ. 30

  ἀλλ' ἴομεν πλυνέουσαι ἅμ' ἠοῖ φαινομένηφι:

  καί τοι ἐγὼ συνέριθος ἅμ' ἕψομαι, ὄφρα τάχιστα

  ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι:

  ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον

  πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ. 35

  ἀλλ' ἄγ' ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ

  ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι

  ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.

  καὶ δὲ σοὶ ὧδ' αὐτῇ πολὺ κ�
�λλιον ἠὲ πόδεσσιν

  ἔρχεσθαι: πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος." 40

  ἡ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη γλαυκῶπις Ἀθήνη

  Οὔλυμπόνδ', ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ

  ἔμμεναι. οὔτ' ἀνέμοισι τινάσσεται οὔτε ποτ' ὄμβρῳ

  δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ' αἴθρη

  πέπταται ἀνέφελος, λευκὴ δ' ἐπιδέδρομεν αἴγλη: 45

  τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.

  ἔνθ' ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.

  αὐτίκα δ' Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε

  Ναυσικάαν ἐύπεπλον: ἄφαρ δ' ἀπεθαύμασ' ὄνειρον,

  βῆ δ' ἰέναι διὰ δώμαθ', ἵν' ἀγγείλειε τοκεῦσιν, 50

  πατρὶ φίλῳ καὶ μητρί: κιχήσατο δ' ἔνδον ἐόντας:

  ἡ μὲν ἐπ' ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν

  ἠλάκατα στρωφῶσ' ἁλιπόρφυρα: τῷ δὲ θύραζε

  ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας

  ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί. 55

  ἡ δὲ μάλ' ἄγχι στᾶσα φίλον πατέρα προσέειπε:

  "πάππα φίλ', οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην

  ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματ' ἄγωμαι

  ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;

  καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα. 60

  βουλὰς βουλεύειν καθαρὰ χροί̈ εἵματ' ἔχοντα.

  πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,

  οἱ δύ' ὀπυίοντες, τρεῖς δ' ἠίθεοι θαλέθοντες:

  οἱ δ' αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματ' ἔχοντες

  ἐς χορὸν ἔρχεσθαι: τὰ δ' ἐμῇ φρενὶ πάντα μέμηλεν." 65

  ὣς ἔφατ': αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι

  πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ:

  "οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.

  ἔρχευ: ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην

  ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν." 70

  ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δ' ἐπίθοντο.

  οἱ μὲν ἄρ' ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην

  ὥπλεον, ἡμιόνους θ' ὕπαγον ζεῦξάν θ' ὑπ' ἀπήνῃ:

  κούρη δ' ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.

  καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπ' ἀπήνῃ, 75

  μήτηρ δ' ἐν κίστῃ ἐτίθει μενοεικέ' ἐδωδὴν

  παντοίην, ἐν δ' ὄψα τίθει, ἐν δ' οἶνον ἔχευεν

  ἀσκῷ ἐν αἰγείῳ: κούρη δ' ἐπεβήσετ' ἀπήνης.

  δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,

  ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν. 80

  ἡ δ' ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,

  μάστιξεν δ' ἐλάαν: καναχὴ δ' ἦν ἡμιόνοιιν.

  αἱ δ' ἄμοτον τανύοντο, φέρον δ' ἐσθῆτα καὶ αὐτήν,

  οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.

  αἱ δ' ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ' ἵκοντο, 85

  ἔνθ' ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δ' ὕδωρ

  καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,

  ἔνθ' αἵ γ' ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.

  καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα

  τρώγειν ἄγρωστιν μελιηδέα: ταὶ δ' ἀπ' ἀπήνης 90

  εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,

  στεῖβον δ' ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.

  αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,

  ἑξείης πέτασαν παρὰ θῖν' ἁλός, ἧχι μάλιστα

  λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα. 95

  αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπ' ἐλαίῳ

  δεῖπνον ἔπειθ' εἵλοντο παρ' ὄχθῃσιν ποταμοῖο,

  εἵματα δ' ἠελίοιο μένον τερσήμεναι αὐγῇ.

  αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,

  σφαίρῃ ταὶ δ' ἄρ' ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι: 100

  τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.

  οἵη δ' Ἄρτεμις εἶσι κατ' οὔρεα ἰοχέαιρα,

  ἢ κατὰ Τηύ̈γετον περιμήκετον ἢ Ἐρύμανθον,

  τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι:

  τῇ δέ θ' ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο, 105

  ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ:

  πασάων δ' ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,

  ῥεῖά τ' ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι:

  ὣς ἥ γ' ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.

  ἀλλ' ὅτε δὴ ἄρ' ἔμελλε πάλιν οἶκόνδε νέεσθαι 110

  ζεύξασ' ἡμιόνους πτύξασά τε εἵματα καλά,

  ἔνθ' αὖτ' ἄλλ' ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,

  ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τ' ἐυώπιδα κούρην,

  ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.

  σφαῖραν ἔπειτ' ἔρριψε μετ' ἀμφίπολον βασίλεια: 115

  ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ' ἔμβαλε δίνῃ:

  αἱ δ' ἐπὶ μακρὸν ἄυσαν: ὁ δ' ἔγρετο δῖος Ὀδυσσεύς,

  ἑζόμενος δ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν:

  "ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;

  ἦ ῥ' οἵ γ' ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, 120

  ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;

  ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή:

  νυμφάων, αἳ �
�χουσ' ὀρέων αἰπεινὰ κάρηνα

  καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.

  ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων; 125

  ἀλλ' ἄγ' ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι."

  ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,

  ἐκ πυκινῆς δ' ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ

  φύλλων, ὡς ῥύσαιτο περὶ χροὶ̈ μήδεα φωτός.

  βῆ δ' ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς, 130

  ὅς τ' εἶσ' ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε

  δαίεται: αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν

  ἠὲ μετ' ἀγροτέρας ἐλάφους: κέλεται δέ ἑ γαστὴρ

  μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν:

  ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε 135

  μίξεσθαι, γυμνός περ ἐών: χρειὼ γὰρ ἵκανε.

  σμερδαλέος δ' αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,

  τρέσσαν δ' ἄλλυδις ἄλλη ἐπ' ἠιόνας προὐχούσας:

  οἴη δ' Ἀλκινόου θυγάτηρ μένε: τῇ γὰρ Ἀθήνη

  θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων. 140

  στῆ δ' ἄντα σχομένη: ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,

  ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,

  ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι

  λίσσοιτ', εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.

  ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, 145

  λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,

 

‹ Prev