Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 645
Complete Works of Homer Page 645

by Homer


  ἡμέτερόνδ' ἐλθόντες: ἐγὼ δ' ἐὺ πᾶσι παρέξω.

  κούροισιν μὲν ταῦτ' ἐπιτέλλομαι: αὐτὰρ οἱ ἄλλοι 40

  σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ

  ἔρχεσθ', ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,

  μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν

  Δημόδοκον: τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν

  τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν." 45

  ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο

  σκηπτοῦχοι: κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.

  κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα

  βήτην, ὡς ἐκέλευσ', ἐπὶ θῖν' ἁλὸς ἀτρυγέτοιο.

  αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, 50

  νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,

  ἐν δ' ἱστόν τ' ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,

  ἠρτύναντο δ' ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,

  πάντα κατὰ μοῖραν, ἀνά θ' ἱστία λευκὰ πέτασσαν.

  ὑψοῦ δ' ἐν νοτίῳ τήν γ' ὥρμισαν: αὐτὰρ ἔπειτα 55

  βάν ῥ' ἴμεν Ἀλκινόοιο δαί̈φρονος ἐς μέγα δῶμα.

  πλῆντο δ' ἄρ' αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν

  ἀγρομένων: πολλοὶ δ' ἄρ' ἔσαν, νέοι ἠδὲ παλαιοί.

  τοῖσιν δ' Ἀλκίνοος δυοκαίδεκα μῆλ' ἱέρευσεν,

  ὀκτὼ δ' ἀργιόδοντας ὕας, δύο δ' εἰλίποδας βοῦς: 60

  τοὺς δέρον ἀμφί θ' ἕπον, τετύκοντό τε δαῖτ' ἐρατεινήν.

  κῆρυξ δ' ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,

  τὸν πέρι μοῦσ' ἐφίλησε, δίδου δ' ἀγαθόν τε κακόν τε:

  ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ' ἡδεῖαν ἀοιδήν.

  τῷ δ' ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον 65

  μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας:

  κὰδ δ' ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν

  αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι

  κῆρυξ: πὰρ δ' ἐτίθει κάνεον καλήν τε τράπεζαν,

  πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι. 70

  οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

  μοῦσ' ἄρ' ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,

  οἴμης τῆς τότ' ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,

  νεῖκος Ὀδυσσῆος καὶ Πηλεί̈δεω Ἀχιλῆος, 75

  ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ

  ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δ' ἀνδρῶν Ἀγαμέμνων

  χαῖρε νόῳ, ὅ τ' ἄριστοι Ἀχαιῶν δηριόωντο.

  ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων

  Πυθοῖ ἐν ἠγαθέῃ, ὅθ' ὑπέρβη λάινον οὐδὸν 80

  χρησόμενος: τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ

  Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.

  ταῦτ' ἄρ' ἀοιδὸς ἄειδε περικλυτός: αὐτὰρ Ὀδυσσεὺς

  πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι

  κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα: 85

  αἴδετο γὰρ Φαίηκας ὑπ' ὀφρύσι δάκρυα λείβων.

  ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,

  δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε

  καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν:

  αὐτὰρ ὅτ' ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν 90

  Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντ' ἐπέεσσιν,

  ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.

  ἔνθ' ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,

  Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατ' ἠδ' ἐνόησεν

  ἥμενος ἄγχ' αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν. 95

  αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα:

  "κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.

  ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης

  φόρμιγγός θ', ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ:

  νῦν δ' ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν 100

  πάντων, ὥς χ' ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν

  οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθ' ἄλλων

  πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν."

  ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο.

  κὰδ δ' ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν, 105

  Δημοδόκου δ' ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο

  κῆρυξ: ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι

  Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.

  βὰν δ' ἴμεν εἰς ἀγορήν, ἅμα δ' ἕσπετο πουλὺς ὅμιλος,

  μυρίοι: ἂν δ' ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί. 110

  ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,

  Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,

  Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε

  Ἀμφίαλός θ', υἱὸς Πολυνήου Τεκτονίδαο:

  ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ, 115

  Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε

  πάντων Φαιήκων μετ' ἀμύμονα Λαοδάμαντα.

  ἂν δ' ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,

  Λαοδάμας θ' Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.

  οἱ δ' ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι. 120

  τοῖσι δ' ἀπὸ νύσσης τέτατο δρόμος: οἱ �
�' ἅμα πάντες

  καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο:

  τῶν δὲ θέειν ὄχ' ἄριστος ἔην Κλυτόνηος ἀμύμων:

  ὅσσον τ' ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,

  τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθ', οἱ δ' ἐλίποντο. 125

  οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο:

  τῇ δ' αὖτ' Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.

  ἅλματι δ' Ἀμφίαλος πάντων προφερέστατος ἦεν:

  δίσκῳ δ' αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,

  πὺξ δ' αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο. 130

  αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρέν' ἀέθλοις,

  τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο:

  "δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τιν' ἄεθλον

  οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,

  μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν 135

  αὐχένα τε στιβαρὸν μέγα τε σθένος: οὐδέ τι ἥβης

  δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν:

  οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης

  ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη."

  τὸν δ' αὖτ' Εὐρύαλος ἀπαμείβετο φώνησέν τε: 140

  "Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.

  αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον."

  αὐτὰρ ἐπεὶ τό γ' ἄκουσ' ἀγαθὸς πάϊς Ἀλκινόοιο,

  στῆ ῥ' ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε:

  "δεῦρ' ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων, 145

  εἴ τινά που δεδάηκας: ἔοικε δέ σ' ἴδμεν ἀέθλους:

  οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κ' ἔῃσιν,

  ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.

  ἀλλ' ἄγε πείρησαι, σκέδασον δ' ἀπὸ κήδεα θυμοῦ.

  σοὶ δ' ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη 150

  νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι."

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  "Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;

  κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,

  ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα, 155

  νῦν δὲ μεθ' ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων

  ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον."

  τὸν δ' αὖτ' Εὐρύαλος ἀπαμείβετο νείκεσέ τ' ἄντην:

  "οὐ γάρ σ' οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω

  ἄθλων, οἷά τε πολλὰ μετ' ἀνθρώποισι πέλονται, 160

  ἀλλὰ τῷ, ὅς θ' ἅμα νηὶ πολυκλήιδι θαμίζων,

  ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,

  φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων

  κερδέων θ' ἁρπαλέων: οὐδ' ἀθλητῆρι ἔοικας."

  τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς: 165

  "ξεῖν', οὐ καλὸν ἔειπες: ἀτασθάλῳ ἀνδρὶ ἔοικας.

  οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν

  ἀνδράσιν, οὔτε φυὴν οὔτ' ἂρ φρένας οὔτ' ἀγορητύν.

  ἄλλος μὲν γάρ τ' εἶδος ἀκιδνότερος πέλει ἀνήρ,

  ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τ' ἐς αὐτὸν 170

  τερπόμενοι λεύσσουσιν: ὁ δ' ἀσφαλέως ἀγορεύει

  αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,

  ἐρχόμενον δ' ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.

  ἄλλος δ' αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,

  ἀλλ' οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν, 175

  ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως

  οὐδὲ θεὸς τεύξειε, νόον δ' ἀποφώλιός ἐσσι.

  ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν

  εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δ' οὐ νῆις ἀέθλων,

  ὡς σύ γε μυθεῖαι, ἀλλ' ἐν πρώτοισιν ὀίω 180

  ἔμμεναι, ὄφρ' ἥβῃ τε πεποίθεα χερσί τ' ἐμῇσι.

  νῦν δ' ἔχομαι κακότητι καὶ ἄλγεσι: πολλὰ γὰρ ἔτλην

  ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.

  ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομ' ἀέθλων:

  θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών." 185

  ἦ ῥα καὶ αὐτῷ φάρει ἀναί̈ξας λάβε δίσκον

  μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ

  ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.

  τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,

  βόμβησεν δὲ λίθος: κατὰ δ' ἔπτηξαν ποτὶ γαίῃ 190

  Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,

  λᾶος ὑπὸ ῥιπῆς: ὁ δ' ὑπέρπτατο σήματα πάντων

  ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματ' Ἀθήνη

  ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

  "καί κ' ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα 195

  ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,

  ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γ' ἄεθλον:

  οὔ τις Φαιήκων τόδε γ' ἵξεται, οὐδ' ὑπερήσει."

  "ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,

  χαὶρων, οὕνεχ' ἑταῖρον ἐνηέα λεῦσσ' ἐν ἀγῶνι. 200

  καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν:

  "τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δ' ὕστερον ἄλλον

  ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.

  τῶν δ' ἄλλων
ὅτινα κραδίη θυμός τε κελεύει,

  δεῦρ' ἄγε πειρηθήτω, ἐπεί μ' ἐχολώσατε λίην, 205

  ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,

  πάντων Φαιήκων, πλήν γ' αὐτοῦ Λαοδάμαντος.

  ξεῖνος γάρ μοι ὅδ' ἐστί: τίς ἂν φιλέοντι μάχοιτο;

  ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,

  ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων 210

  δήμῳ ἐν ἀλλοδαπῷ: ἕο δ' αὐτοῦ πάντα κολούει.

  τῶν δ' ἄλλων οὔ πέρ τιν' ἀναίνομαι οὐδ' ἀθερίζω,

  ἀλλ' ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.

  πάντα γὰρ οὐ κακός εἰμι, μετ' ἀνδράσιν ὅσσοι ἄεθλοι:

  εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι: 215

  πρῶτός κ' ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ

  ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι

  ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.

  οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ

  δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθ' Ἀχαιοί. 220

  τῶν δ' ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,

  ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.

  ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,

  οὔθ' Ἡρακλῆι οὔτ' Εὐρύτῳ Οιχαλιῆι,

  οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων. 225

  τῷ ῥα καὶ αἶψ' ἔθανεν μέγας Εὔρυτος, οὐδ' ἐπὶ γῆρας

  ἵκετ' ἐνὶ μεγάροισι: χολωσάμενος γὰρ Ἀπόλλων

 

‹ Prev