Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 651
Complete Works of Homer Page 651

by Homer


  νηὶ δ' ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ

  ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ:

  αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι, 25

  ὄφρα φέροι νῆάς τε καὶ αὐτούς: οὐδ' ἄρ' ἔμελλεν

  ἐκτελέειν: αὐτῶν γὰρ ἀπωλόμεθ' ἀφραδίῃσιν.

  "ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,

  τῇ δεκάτῃ δ' ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,

  καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες: 30

  ἔνθ' ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,

  αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ

  δῶχ' ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν:

  οἱ δ' ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,

  καί μ' ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδ' ἄγεσθαι 35

  δῶρα παρ' Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.

  ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:

  "'ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν

  ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.

  πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ 40

  ληίδος, ἡμεῖς δ' αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες

  οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες:

  καὶ νῦν οἱ τάδ' ἔδωκε χαριζόμενος φιλότητι

  Αἴολος. ἀλλ' ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδ' ἐστίν,

  ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.' 45

  "ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων:

  ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δ' ἐκ πάντες ὄρουσαν.

  τοὺς δ' αἶψ' ἁρπάξασα φέρεν πόντονδε θύελλα

  κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε

  ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα, 50

  ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,

  ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.

  ἀλλ' ἔτλην καὶ ἔμεινα, καλυψάμενος δ' ἐνὶ νηὶ

  κείμην. αἱ δ' ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ

  αὖτις ἐπ' Αἰολίην νῆσον, στενάχοντο δ' ἑταῖροι. 55

  "ἔνθα δ' ἐπ' ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθ' ὕδωρ,

  αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.

  αὐτὰρ ἐπεὶ σίτοιό τ' ἐπασσάμεθ' ἠδὲ ποτῆτος,

  δὴ τότ' ἐγὼ κήρυκά τ' ὀπασσάμενος καὶ ἑταῖρον

  βῆν εἰς Αἰόλου κλυτὰ δώματα: τὸν δ' ἐκίχανον 60

  δαινύμενον παρὰ ᾗ τ' ἀλόχῳ καὶ οἷσι τέκεσσιν.

  ἐλθόντες δ' ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπ' οὐδοῦ

  ἑζόμεθ': οἱ δ' ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τ' ἐρέοντο:

  "'πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων;

  ἦ μέν σ' ἐνδυκέως ἀπεπέμπομεν, ὄφρ' ἀφίκοιο 65

  πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.'

  "ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ:

  "ἄασάν μ' ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος

  σχέτλιος. ἀλλ' ἀκέσασθε, φίλοι: δύναμις γὰρ ἐν ὑμῖν.'

  "ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν, 70

  οἱ δ' ἄνεῳ ἐγένοντο: πατὴρ δ' ἠμείβετο μύθῳ:

  "'ἔρρ' ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων:

  οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ' ἀποπέμπειν

  ἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν:

  ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδ' ἱκάνεις.' 75

  "ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.

  ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.

  τείρετο δ' ἀνδρῶν θυμὸς ὑπ' εἰρεσίης ἀλεγεινῆς

  ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.

  ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ, 80

  ἑβδομάτῃ δ' ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,

  Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν

  ἠπύει εἰσελάων, ὁ δέ τ' ἐξελάων ὑπακούει.

  ἔνθα κ' ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,

  τὸν μὲν βουκολέων, τὸν δ' ἄργυφα μῆλα νομεύων: 85

  ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.

  ἔνθ' ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη

  ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,

  ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν

  ἐν στόματι προύχουσιν, ἀραιὴ δ' εἴσοδός ἐστιν, 90

  ἔνθ' οἵ γ' εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.

  αἱ μὲν ἄρ' ἔντοσθεν λιμένος κοίλοιο δέδεντο

  πλησίαι: οὐ μὲν γάρ ποτ' ἀέξετο κῦμά γ' ἐν αὐτῷ,

  οὔτε μέγ' οὔτ' ὀλίγον, λευκὴ δ' ἦν ἀμφὶ γαλήνη:

  αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν, 95

  αὐτοῦ ἐπ' ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας:

  ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.

  ἔνθα μὲν οὔτε βοῶν οὔτ' ἀνδρῶν φαίνετο ἔργα,

  καπνὸν δ' οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα.

  δὴ τότ' ἐγὼν ἑτάρους προί̈ειν πεύθεσθαι ἰόντας, 100

  οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,

  ἄνδρε δύω κρίνας, τρίτατον κήρυχ' ἅμ' ὀπάσσας.

  οἱ δ' ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαι

  ἄστυδ' ἀφ' ὑψηλῶν ὀρέων καταγίνεον ὕλην,

  κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευο�
��σῃ, 105

  θυγατέρ' ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.

  ἡ μὲν ἄρ' ἐς κρήνην κατεβήσετο καλλιρέεθρον

  Ἀρτακίην: ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον:

  οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τ' ἐρέοντο

  ὅς τις τῶνδ' εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι: 110

  ἡ δὲ μάλ' αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.

  οἱ δ' ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα

  εὗρον, ὅσην τ' ὄρεος κορυφήν, κατὰ δ' ἔστυγον αὐτήν.

  ἡ δ' αἶψ' ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,

  ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον. 115

  αὐτίχ' ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον:

  τὼ δὲ δύ' ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.

  αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος: οἱ δ' ἀίοντες

  φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,

  μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν. 120

  οἵ ῥ' ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν

  βάλλον: ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει

  ἀνδρῶν τ' ὀλλυμένων νηῶν θ' ἅμα ἀγνυμενάων:

  ἰχθῦς δ' ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.

  ὄφρ' οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός, 125

  τόφρα δ' ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

  τῷ ἀπὸ πείσματ' ἔκοψα νεὸς κυανοπρῴροιο.

  αἶψα δ' ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα

  ἐμβαλέειν κώπῃς, ἵν' ὑπὲκ κακότητα φύγοιμεν:

  οἱ δ' ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον. 130

  ἀσπασίως δ' ἐς πόντον ἐπηρεφέας φύγε πέτρας

  νηῦς ἐμή: αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθ' ὄλοντο.

  "ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,

  ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.

  Αἰαίην δ' ἐς νῆσον ἀφικόμεθ': ἔνθα δ' ἔναιε 135

  Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,

  αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο:

  ἄμφω δ' ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο

  μητρός τ' ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.

  ἔνθα δ' ἐπ' ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ 140

  ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.

  ἔνθα τότ' ἐκβάντες δύο τ' ἤματα καὶ δύο νύκτας

  κείμεθ' ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.

  ἀλλ' ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ' Ἠώς,

  καὶ τότ' ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ 145

  καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,

  εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.

  ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,

  καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,

  Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην. 150

  μερμήριξα δ' ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν

  ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.

  ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,

  πρῶτ' ἐλθόντ' ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης

  δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι. 155

  ἀλλ' ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,

  καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,

  ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν

  ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης

  πιόμενος: δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο. 160

  τὸν δ' ἐγὼ ἐκβαίνοντα κατ' ἄκνηστιν μέσα νῶτα

  πλῆξα: τὸ δ' ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,

  κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών, ἀπὸ δ' ἔπτατο θυμός.

  τῷ δ' ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς

  εἰρυσάμην: τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ 165

  εἴασ': αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,

  πεῖσμα δ', ὅσον τ' ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν

  πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,

  βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν

  ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπ' ὤμου 170

  χειρὶ φέρειν ἑτέρῃ: μάλα γὰρ μέγα θηρίον ἦεν.

  κὰδ' δ' ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δ' ἑταίρους

  μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον:

  "ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθ' ἀχνύμενοί περ

  εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ: 175

  ἀλλ' ἄγετ', ὄφρ' ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,

  μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.'

  "ὣς ἐφάμην, οἱ δ' ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,

  ἐκ δὲ καλυψάμενοι παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο

  θηήσαντ' ἔλαφον: μάλα γὰρ μέγα θηρίον ἦεν. 180

  αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,

  χεῖρας νιψάμενοι τεύχοντ' ἐρικυδέα δαῖτα.

  ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

  ἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ:

  ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, 185

  δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.

  ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

  καὶ τότ' ἐγὼν ἀγορὴν θέμενος μετὰ
πᾶσιν ἔειπον:

  "'κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι:

  ὦ φίλοι, οὐ γάρ τ' ἴδμεν, ὅπῃ ζόφος οὐδ' ὅπῃ ἠώς, 190

  οὐδ' ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσ' ὑπὸ γαῖαν,

  οὐδ' ὅπῃ ἀννεῖται: ἀλλὰ φραζώμεθα θᾶσσον

  εἴ τις ἔτ' ἔσται μῆτις. ἐγὼ δ' οὔκ οἴομαι εἶναι.

  εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν

  νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται: 195

  αὐτὴ δὲ χθαμαλὴ κεῖται: καπνὸν δ' ἐνὶ μέσσῃ

  ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.'

  "ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ

  μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο

  Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο. 200

  κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες:

  ἀλλ' οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.

  "αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους

  ἠρίθμεον, ἀρχὸν δὲ μετ' ἀμφοτέροισιν ὄπασσα:

  τῶν μὲν ἐγὼν ἦρχον, τῶν δ' Εὐρύλοχος θεοειδής. 205

  κλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα:

  ἐκ δ' ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.

  βῆ δ' ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσ' ἑταῖροι

  κλαίοντες: κατὰ δ' ἄμμε λίπον γοόωντας ὄπισθεν.

  εὗρον δ' ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης 210

  ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ:

  ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,

 

‹ Prev