Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 655
Complete Works of Homer Page 655

by Homer


  τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ

  ἔπτατ'. ἐμοὶ δ' ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,

  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:

  "'μῆτερ ἐμή, τί νύ μ' οὐ μίμνεις ἑλέειν μεμαῶτα, 210

  ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε

  ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;

  ἦ τί μοι εἴδωλον τόδ' ἀγαυὴ Περσεφόνεια

  ὤτρυν', ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;"

  "ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο πότνια μήτηρ: 215

  'ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,

  οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,

  ἀλλ' αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν:

  οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,

  ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο 220

  δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκ' ὀστέα θυμός,

  ψυχὴ δ' ἠύτ' ὄνειρος ἀποπταμένη πεπότηται.

  ἀλλὰ φόωσδε τάχιστα λιλαίεο: ταῦτα δὲ πάντα

  ἴσθ', ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.'

  Ῥαψωδία μ

  "αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο

  νηῦς, ἀπὸ δ' ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο

  νῆσόν τ' Αἰαίην, ὅθι τ' Ἠοῦς ἠριγενείης

  οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,

  νῆα μὲν ἔνθ' ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν, 5

  ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης:

  ἔνθα δ' ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.

  "ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

  δὴ τότ' ἐγὼν ἑτάρους προί̈ειν ἐς δώματα Κίρκης

  οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα. 10

  φιτροὺς δ' αἶψα ταμόντες, ὅθ' ἀκροτάτη πρόεχ' ἀκτή,

  θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.

  αὐτὰρ ἐπεὶ νεκρός τ' ἐκάη καὶ τεύχεα νεκροῦ,

  τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες

  πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν. 15

  "ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν: οὐδ' ἄρα Κίρκην

  ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλ' ὦκα

  ἦλθ' ἐντυναμένη: ἅμα δ' ἀμφίπολοι φέρον αὐτῇ

  σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.

  ἡ δ' ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων: 20

  "'σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμ' Ἀίδαο,

  δισθανέες, ὅτε τ' ἄλλοι ἅπαξ θνῄσκουσ' ἄνθρωποι.

  ἀλλ' ἄγετ' ἐσθίετε βρώμην καὶ πίνετε οἶνον

  αὖθι πανημέριοι: ἅμα δ' ἠοῖ φαινομένηφι

  πλεύσεσθ': αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα 25

  σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ

  ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.'

  "ὣς ἔφαθ', ἡμῖν δ' αὖτ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.

  ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

  ἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ: 30

  ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,

  οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,

  ἡ δ' ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων

  εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα:

  αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα. 35

  καὶ τότε δή μ' ἐπέεσσι προσηύδα πότνια Κίρκη:

  "'ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δ' ἄκουσον,

  ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.

  Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας

  ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται. 40

  ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ

  Σειρήνων, τῷ δ' οὔ τι γυνὴ καὶ νήπια τέκνα

  οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,

  ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ

  ἥμεναι ἐν λειμῶνι, πολὺς δ' ἀμφ' ὀστεόφιν θὶς 45

  ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.

  ἀλλὰ παρεξελάαν, ἐπὶ δ' οὔατ' ἀλεῖψαι ἑταίρων

  κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ

  τῶν ἄλλων: ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κ' ἐθέλῃσθα,

  δησάντων σ' ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε 50

  ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνήφθω,

  ὄφρα κε τερπόμενος ὄπ' ἀκούσῃς Σειρήνοιιν.

  εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,

  οἱ δέ σ' ἔτι πλεόνεσσι τότ' ἐν δεσμοῖσι διδέντων.

  αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι, 55

  ἔνθα τοι οὐκέτ' ἔπειτα διηνεκέως ἀγορεύσω,

  ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς

  θυμῷ βουλεύειν: ἐρέω δέ τοι ἀμφοτέρωθεν.

  ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δ' αὐτὰς

  κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης: 60

  Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.

  τῇ μέν τ' οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι

  τρήρωνες, ταί τ' ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,

  ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη:

  ἀλλ' ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι. 65

  τῇ δ' οὔ πώ τι�
� νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,

  ἀλλά θ' ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν

  κύμαθ' ἁλὸς φορέουσι πυρός τ' ὀλοοῖο θύελλαι.

  οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,

  Ἀργὼ πᾶσι μέλουσα, παρ' Αἰήταο πλέουσα. 70

  καὶ νύ κε τὴν ἔνθ' ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,

  ἀλλ' Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.

  "'οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει

  ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε

  κυανέη: τὸ μὲν οὔ ποτ' ἐρωεῖ, οὐδέ ποτ' αἴθρη 75

  κείνου ἔχει κορυφὴν οὔτ' ἐν θέρει οὔτ' ἐν ὀπώρῃ.

  οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδ' ἐπιβαίη,

  οὐδ' εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν:

  πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.

  μέσσῳ δ' ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές, 80

  πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς

  νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμ' Ὀδυσσεῦ.

  οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ

  τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.

  ἔνθα δ' ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα. 85

  τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς

  γίγνεται, αὐτὴ δ' αὖτε πέλωρ κακόν: οὐδέ κέ τίς μιν

  γηθήσειεν ἰδών, οὐδ' εἰ θεὸς ἀντιάσειεν.

  τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,

  ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ 90

  σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες

  πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.

  μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,

  ἔξω δ' ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,

  αὐτοῦ δ' ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα, 95

  δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι

  κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.

  τῇ δ' οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται

  παρφυγέειν σὺν νηί: φέρει δέ τε κρατὶ ἑκάστῳ

  φῶτ' ἐξαρπάξασα νεὸς κυανοπρῴροιο. 100

  "'τὸν δ' ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.

  πλησίον ἀλλήλων: καί κεν διοϊστεύσειας.

  τῷ δ' ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς:

  τῷ δ' ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.

  τρὶς μὲν γάρ τ' ἀνίησιν ἐπ' ἤματι, τρὶς δ' ἀναροιβδεῖ 105

  δεινόν: μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν:

  οὐ γάρ κεν ῥύσαιτό σ' ὑπὲκ κακοῦ οὐδ' ἐνοσίχθων.

  ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα

  νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν

  ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.' 110

  "ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:

  εἰ δ' ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,

  εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,

  τὴν δέ κ' ἀμυναίμην, ὅτε μοι σίνοιτό γ' ἑταίρους.'

  "ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δῖα θεάων: 115

  'σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε

  καὶ πόνος: οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;

  ἡ δέ τοι οὐ θνητή, ἀλλ' ἀθάνατον κακόν ἐστι,

  δεινόν τ' ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν:

  οὐδέ τις ἔστ' ἀλκή: φυγέειν κάρτιστον ἀπ' αὐτῆς. 120

  ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,

  δείδω, μή σ' ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι

  τόσσῃσιν κεφαλῇσι, τόσους δ' ἐκ φῶτας ἕληται.

  ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,

  μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν: 125

  ἥ μιν ἔπειτ' ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.

  "Θρινακίην δ' ἐς νῆσον ἀφίξεαι: ἔνθα δὲ πολλαὶ

  βόσκοντ' Ἠελίοιο βόες καὶ ἴφια μῆλα,

  ἑπτὰ βοῶν ἀγέλαι, τόσα δ' οἰῶν πώεα καλά,

  πεντήκοντα δ' ἕκαστα. γόνος δ' οὐ γίγνεται αὐτῶν, 130

  οὐδέ ποτε φθινύθουσι. θεαὶ δ' ἐπιποιμένες εἰσίν,

  νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,

  ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.

  τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ

  Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν, 135

  μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.

  τὰς εἰ μέν κ' ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,

  ἦ τ' ἂν ἔτ' εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε:

  εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ' ὄλεθρον,

  νηί τε καὶ ἑτάροις: αὐτὸς δ' εἴ πέρ κεν ἀλύξῃς, 140

  ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.'

  "ὣς ἔφατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.

  ἡ μὲν ἔπειτ' ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων:

  αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους

  αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι: 145

  οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.

  ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.

  ἡμῖν δ' αὖ κατόπισθε νεὸς κυανοπρῴροιο

  ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
r />   Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα. 150

  αὐτίκα δ' ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα

  ἥμεθα: τὴν δ' ἄνεμός τε κυβερνήτης τ' ἴθυνε.

  "δὴ τότ' ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ:

  'ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύ' οἴους

  θέσφαθ' ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων: 155

  ἀλλ' ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν

  ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.

  Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων

  φθόγγον ἀλεύασθαι καὶ λειμῶν' ἀνθεμόεντα.

  οἶον ἔμ' ἠνώγει ὄπ' ἀκουέμεν: ἀλλά με δεσμῷ 160

  δήσατ' ἐν ἀργαλέῳ, ὄφρ' ἔμπεδον αὐτόθι μίμνω,

  ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνήφθω.

  εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,

  ὑμεῖς δὲ πλεόνεσσι τότ' ἐν δεσμοῖσι πιέζειν.'

  "ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον: 165

  τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς

  νῆσον Σειρήνοιιν: ἔπειγε γὰρ οὖρος ἀπήμων.

  αὐτίκ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη

  ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.

  ἀνστάντες δ' ἕταροι νεὸς ἱστία μηρύσαντο 170

  καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δ' ἐπ' ἐρετμὰ

  ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.

 

‹ Prev