Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 657
Complete Works of Homer Page 657

by Homer


  μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν. 365

  καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,

  βῆν δ' ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.

  ἀλλ' ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,

  καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.

  οἰμώξας δὲ θεοῖσι μέγ' ἀθανάτοισι γεγώνευν: 370

  "Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,

  ἦ με μάλ' εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.

  οἱ δ' ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.'

  "ὠκέα δ' Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε

  Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς. 375

  αὐτίκα δ' ἀθανάτοισι μετηύδα χωόμενος κῆρ:

  "Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,

  τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,

  οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε

  χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα, 380

  ἠδ' ὁπότ' ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόθεν προτραποίμην.

  εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέ' ἀμοιβήν,

  δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.'

  "τὸν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:

  "Ἠέλι', ἦ τοι μὲν σὺ μετ' ἀθανάτοισι φάεινε 385

  καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν:

  τῶν δέ κ' ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ

  τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.

  "ταῦτα δ' ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο:

  ἡ δ' ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι. 390

  "αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,

  νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος

  εὑρέμεναι δυνάμεσθα, βόες δ' ἀποτέθνασαν ἤδη.

  τοῖσιν δ' αὐτίκ' ἔπειτα θεοὶ τέραα προύφαινον:

  εἷρπον μὲν ῥινοί, κρέα δ' ἀμφ' ὀβελοῖσι μεμύκει, 395

  ὀπταλέα τε καὶ ὠμά, βοῶν δ' ὣς γίγνετο φωνή.

  "ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι

  δαίνυντ' Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας:

  ἀλλ' ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,

  καὶ τότ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων, 400

  ἡμεῖς δ' αἶψ' ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,

  ἱστὸν στησάμενοι ἀνά θ' ἱστία λεύκ' ἐρύσαντες.

  "ἀλλ' ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη

  φαίνετο γαιάων, ἀλλ' οὐρανὸς ἠδὲ θάλασσα,

  δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων 405

  νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ' αὐτῆς.

  ἡ δ' ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον: αἶψα γὰρ ἦλθε

  κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,

  ἱστοῦ δὲ προτόνους ἔρρηξ' ἀνέμοιο θύελλα

  ἀμφοτέρους: ἱστὸς δ' ὀπίσω πέσεν, ὅπλα τε πάντα 410

  εἰς ἄντλον κατέχυνθ'. ὁ δ' ἄρα πρυμνῇ ἐνὶ νηὶ

  πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δ' ὀστέ' ἄραξε

  πάντ' ἄμυδις κεφαλῆς: ὁ δ' ἄρ' ἀρνευτῆρι ἐοικὼς

  κάππεσ' ἀπ' ἰκριόφιν, λίπε δ' ὀστέα θυμὸς ἀγήνωρ.

  Ζεὺς δ' ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν: 415

  ἡ δ' ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,

  ἐν δὲ θεείου πλῆτο, πέσον δ' ἐκ νηὸς ἑταῖροι.

  οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν

  κύμασιν ἐμφορέοντο, θεὸς δ' ἀποαίνυτο νόστον.

  αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρ' ἀπὸ τοίχους 420

  λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,

  ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπ' αὐτῷ

  ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς:

  τῷ ῥ' ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,

  ἑζόμενος δ' ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν. 425

  "ἔνθ' ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,

  ἦλθε δ' ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,

  ὄφρ' ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.

  παννύχιος φερόμην, ἅμα δ' ἠελίῳ ἀνιόντι

  ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν. 430

  ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ:

  αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ' ἀερθείς,

  τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον

  οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτ' ἐπιβῆναι:

  ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δ' ἔσαν ὄζοι, 435

  μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.

  νωλεμέως δ' ἐχόμην, ὄφρ' ἐξεμέσειεν ὀπίσσω

  ἱστὸν καὶ τρόπιν αὖτις: ἐελδομένῳ δέ μοι ἦλθον

  ὄψ': ἦμος δ' ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη

  κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν, 440

  τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.

  ἧκα δ' ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,

  μέσσῳ δ' ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,

  ἑζόμενος δ' ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.

  Σκύλλην δ' οὐκέτ' ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε 445

  εἰσιδέειν: οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.

  "ἔνθεν δ' ἐννῆμαρ φερόμην, δεκάτῃ δ�
�� με νυκτὶ

  νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ

  ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,

  ἥ μ' ἐφίλει τ' ἐκόμει τε. τί τοι τάδε μυθολογεύω; 450

  ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ

  σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ: ἐχθρὸν δέ μοί ἐστιν

  αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν."

  Ῥαψωδία ν

  ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,

  κηληθμῷ δ' ἔσχοντο κατὰ μέγαρα σκιόεντα.

  τὸν δ' αὖτ' Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε:

  "ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,

  ὑψερεφές, τῷ σ' οὔ τι παλιμπλαγχθέντα γ' ὀί̈ω 5

  ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.

  ὑμέων δ' ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,

  ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον

  αἰεὶ πίνετ' ἐμοῖσιν, ἀκουάζεσθε δ' ἀοιδοῦ.

  εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ 10

  κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα

  δῶρ', ὅσα Φαιήκων βουληφόροι ἐνθάδ' ἔνεικαν:

  ἀλλ' ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα

  ἀνδρακάς: ἡμεῖς δ' αὖτε ἀγειρόμενοι κατὰ δῆμον

  τισόμεθ': ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι." 15

  ὣς ἔφατ' Ἀλκίνοος, τοῖσιν δ' ἐπιὴνδανε μῦθος.

  οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,

  ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

  νῆάδ' ἐπεσσεύοντο, φέρον δ' εὐήνορα χαλκόν.

  καὶ τὰ μὲν εὖ κατέθηχ' ἱερὸν μένος Ἀλκινόοιο, 20

  αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τιν' ἑταίρων

  βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατ' ἐρετμοῖς.

  οἱ δ' εἰς Ἀλκινόοιο κίον καὶ δαῖτ' ἀλέγυνον.

  τοῖσι δὲ βοῦν ἱέρευσ' ἱερὸν μένος Ἀλκινόοιο

  Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει. 25

  μῆρα δὲ κήαντες δαίνυντ' ἐρικυδέα δαῖτα

  τερπόμενοι: μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,

  Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς

  πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,

  δῦναι ἐπειγόμενος: δὴ γὰρ μενέαινε νέεσθαι. 30

  ὡς δ' ὅτ' ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ

  νειὸν ἀν' ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον:

  ἀσπασίως δ' ἄρα τῷ κατέδυ φάος ἠελίοιο

  δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατ' ἰόντι:

  ὣς Ὀδυσῆ' ἀσπαστὸν ἔδυ φάος ἠελίοιο. 35

  αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,

  Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον:

  "Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,

  πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ' αὐτοί:

  ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός, 40

  πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες

  ὄλβια ποιήσειαν: ἀμύμονα δ' οἴκοι ἄκοιτιν

  νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.

  ὑμεῖς δ' αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας

  κουριδίας καὶ τέκνα: θεοὶ δ' ἀρετὴν ὀπάσειαν 45

  παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη."

  ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ἠδ' ἐκέλευον

  πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.

  καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο:

  "Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον 50

  πᾶσιν ἀνὰ μέγαρον, ὄφρ' εὐξάμενοι Διὶ πατρὶ

  τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν."

  ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,

  νώμησεν δ' ἄρα πᾶσιν ἐπισταδόν: οἱ δὲ θεοῖσιν

  ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, 55

  αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δ' ἵστατο δῖος Ὀδυσσεύς,

  Ἀρήτῃ δ' ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,

  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

  "χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας

  ἔλθῃ καὶ θάνατος, τά τ' ἐπ' ἀνθρώποισι πέλονται. 60

  αὐτὰρ ἐγὼ νέομαι: σὺ δὲ τέρπεο τῷδ' ἐνὶ οἴκῳ

  παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ."

  ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,

  τῷ δ' ἅμα κήρυκα προί̈ει μένος Ἀλκινόοιο,

  ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης: 65

  Ἀρήτη δ' ἄρα οἱ δμῳὰς ἅμ' ἔπεμπε γυναῖκας,

  τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,

  τὴν δ' ἑτέρην χηλὸν πυκινὴν ἅμ' ὄπασσε κομίζειν:

  ἡ δ' ἄλλη σῖτόν τ' ἔφερεν καὶ οἶνον ἐρυθρόν.

  αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, 70

  αἶψα τά γ' ἐν νηὶ̈ γλαφυρῇ πομπῆες ἀγαυοὶ

  δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν:

  κὰδ δ' ἄρ' Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε

  νηὸς ἐπ' ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,

  πρυμνῆς: ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο 75

  σιγῇ: τοὶ δὲ καθῖζον ἐπὶ κληῖ̈σιν ἕκαστοι

  κόσμῳ, πεῖσμα δ' ἔλυσαν ἀπὸ τρητοῖο λίθοις.

  εὖθ' οἱ �
��νακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,

  καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,

  νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς. 80

  ἡ δ', ὥς τ' ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,

  πάντες ἅμ' ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,

  ὑψόσ' ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,

  ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δ' ὄπισθε

  πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης. 85

  ἡ δὲ μάλ' ἀσφαλέως θέεν ἔμπεδον: οὐδέ κεν ἴρηξ

  κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.

  ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματ' ἔταμνεν,

  ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδε' ἔχοντα:

  ὃς πρὶν μὲν μάλα πολλὰ πάθ' ἄλγεα ὃν κατὰ θυμὸν 90

  ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,

  δὴ τότε γ' ἀτρέμας εὗδε, λελασμένος ὅσσ' ἐπεπόνθει.

  εὖτ' ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα

  ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,

  τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς. 95

  Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,

  ἐν δήμῳ Ἰθάκης: δύο δὲ προβλῆτες ἐν αὐτῷ

  ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,

  αἵ τ' ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα

 

‹ Prev