Book Read Free

Complete Works of Homer

Page 664

by Homer


  ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,

  εἴ ποτ' ἔην: νῦν δ' ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.

  τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν

  ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο." 270

  τὸν δ' αὖτε προσέειπε Θεοκλύμενος θεοειδής:

  "οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς

  ἔμφυλον: πολλοὶ δὲ κασίγνητοί τε ἔται τε

  Ἄργος ἀν' ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.

  τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν 275

  φεύγω, ἐπεί νύ μοι αἶσα κατ' ἀνθρώπους ἀλάλησθαι.

  ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,

  μή με κατακτείνωσι: διωκέμεναι γὰρ ὀί̈ω."

  τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:

  "οὐ μὲν δή σ' ἐθέλοντά γ' ἀπώσω νηὸς ἐί̈σης, 280

  ἀλλ' ἕπευ: αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κ' ἔχωμεν."

  ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,

  καὶ τό γ' ἐπ' ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης:

  ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.

  ἐν πρύμνῃ δ' ἄρ' ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ 285

  εἷσε Θεοκλύμενον: τοὶ δὲ πρυμνήσι' ἔλυσαν.

  Τηλέμαχος δ' ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν

  ὅπλων ἅπτεσθαι: τοὶ δ' ἐσσυμένως ἐπίθοντο.

  ἱστὸν δ' εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης

  στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, 290

  ἕλκον δ' ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.

  τοῖσιν δ' ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,

  λάβρον ἐπαιγίζοντα δι' αἰθέρος, ὄφρα τάχιστα

  νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.

  βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον. 295

  δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί:

  ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ

  ἠδὲ παρ' Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.

  ἔνθεν δ' αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,

  ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ. 300

  τὼ δ' αὖτ' ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς

  δορπείτην: παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.

  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

  τοῖς δ' Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,

  ἤ μιν ἔτ' ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι 305

  αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε:

  "κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι:

  ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι

  πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.

  ἀλλά μοι εὖ θ' ὑπόθευ καὶ ἅμ' ἡγεμόν' ἐσθλὸν ὄπασσον 310

  ὅς κέ με κεῖσ' ἀγάγῃ: κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ

  πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.

  καί κ' ἐλθὼν πρὸς δώματ' Ὀδυσσῆος θείοιο

  ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,

  καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην, 315

  εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρί' ἔχοντες.

  αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσ' ἐθέλοιεν.

  ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον:

  Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων

  ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει, 320

  δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,

  πῦρ τ' εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,

  δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,

  οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες."

  τὸν δὲ μέγ' ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα: 325

  "ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα

  ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθ' ὀλέσθαι.

  εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,

  τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.

  οὔ τοι τοιοίδ' εἰσὶν ὑποδρηστῆρες ἐκείνων, 330

  ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,

  αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,

  οἵ σφιν ὑποδρώωσιν: ἐύ̈ξεστοι δὲ τράπεζαι

  σίτου καὶ κρειῶν ἠδ' οἴνου βεβρίθασιν.

  ἀλλὰ μέν': οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι, 335

  οὔτ' ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.

  αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,

  κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,

  πέμψει δ' ὅππη σε κραδίη θυμός τε κελεύει."

  τὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς: 340

  "αἴθ' οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο

  ὡς ἐμοί, ὅττι μ' ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.

  πλαγκτοσύνης δ' οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν:

  ἀλλ' ἕνεκ' οὐλομένης γαστρὸς κακὰ κήδε' ἔχουσιν

  ἀνέρες, ὅν τιν' ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος. 345

  νῦν δ' ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,

  εἴπ' ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο

  πατρός θ', ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,

  ἤ που ἔτι ζώουσιν ὑπ' αὐγὰς ἠελίοιο,

  ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀί̈δαο �
�όμοισι." 350

  τὸν δ' αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρὼν:

  "τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.

  Λαέρτης μὲν ἔτι ζώει, Διὶ δ' εὔχεται αἰεὶ

  θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν:

  ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο 355

  κουριδίης τ' ἀλόχοιο δαί̈φρονος, ἥ ἑ μάλιστα

  ἤκαχ' ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.

  ἡ δ' ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,

  λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε

  ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι. 360

  ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,

  τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,

  οὕνεκά μ' αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,

  θυγατέρ' ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων:

  τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μ' ἧσσον ἐτίμα. 365

  αὐτὰρ ἐπεί ῥ' ἥβην πολυήρατον ἱκόμεθ' ἄμφω,

  τὴν μὲν ἔπειτα Σάμηνδ' ἔδοσαν καὶ μυρί' ἕλοντο,

  αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματ' ἐκείνη

  καλὰ μάλ' ἀμφιέσασα, ποσὶν δ' ὑποδήματα δοῦσα

  ἀγρόνδε προί̈αλλε: φίλει δέ με κηρόθι μᾶλλον. 370

  νῦν δ' ἤδη τούτων ἐπιδεύομαι: ἀλλά μοι αὐτῷ

  ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω:

  τῶν ἔφαγόν τ' ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.

  ἐκ δ' ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι

  οὔτ' ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ, 375

  ἄνδρες ὑπερφίαλοι: μέγα δὲ δμῶες χατέουσιν

  ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι

  καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι

  ἀγρόνδ', οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει."

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς: 380

  "ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,

  πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.

  ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

  ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,

  ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ, 385

  ἦ σέ γε μουνωθέντα παρ' οἴεσιν ἢ παρὰ βουσὶν

  ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδ' ἐπέρασσαν

  τοῦδ' ἀνδρὸς πρὸς δώμαθ', ὁ δ' ἄξιον ὦνον ἔδωκε."

  τὸν δ' αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν:

  "ξεῖν', ἐπεὶ ἂρ δὴ ταῦτά μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς, 390

  σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον

  ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι: ἔστι μὲν εὕδειν,

  ἔστι δὲ τερπομένοισιν ἀκούειν: οὐδέ τί σε χρή,

  πρὶν ὥρη, καταλέχθαι: ἀνίη καὶ πολὺς ὕπνος.

  τῶν δ' ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει, 395

  εὑδέτω ἐξελθών: ἅμα δ' ἠοῖ φαινομένηφι

  δειπνήσας ἅμ' ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.

  νῶϊ δ' ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε

  κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,

  μνωομένω: μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ, 400

  ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλ' ἐπαληθῇ.

  τοῦτο δέ τοι ἐρέω ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς.

  "νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,

  Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,

  οὔ τι περιπληθὴς λίην τόσον, ἀλλ' ἀγαθὴ μέν, 405

  εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.

  πείνη δ' οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη

  νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν:

  ἀλλ' ὅτε γηράσκωσι πόλιν κάτα φῦλ' ἀνθρώπων,

  ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν 410

  οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.

  ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται:

  τῇσιν δ' ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,

  Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.

  "ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες, 415

  τρῶκται, μυρί' ἄγοντες ἀθύρματα νηὶ̈ μελαίνῃ.

  ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσ' ἐνὶ οἴκῳ,

  καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα:

  τὴν δ' ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.

  πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηὶ̈ 420

  εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει

  θηλυτέρῃσι γυναιξί, καὶ ἥ κ' εὐεργὸς ἔῃσιν.

  εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι:

  ἡ δὲ μάλ' αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ:

  "ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι, 425

  κούρη δ' εἴμ' Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο:

  ἀλλά μ' ἀνήρπαξαν Τάφιοι ληί̈στορες ἄνδρες

  ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρ' ἀγαγόντες

  τοῦδ' ἀνδρὸς πρὸς δώμαθ': ὁ δ' ἄξιον ὦνον ἔδωκε."

  "τὴν δ' αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη: 430

  'ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμ' ἡμῖν οἴκαδ' ἕποιο,

  ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ

  αὐτούς τ'; ἦ γὰρ ἔτ' εἰσὶ καὶ ἀφνειοὶ καλέο�
�ται.'

  "τὸν δ' αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ:

  'εἴη κεν καὶ τοῦτ', εἴ μοι ἐθέλοιτέ γε, ναῦται, 435

  ὅρκῳ πιστωθῆναι ἀπήμονά μ' οἴκαδ' ἀπάξειν.'

  "ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν.

  αὐτὰρ ἐπεί ῥ' ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,

  τοῖς δ' αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ:

  "σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν 440

  ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ,

  ἤ που ἐπὶ κρήνῃ: μή τις ποτὶ δῶμα γέροντι

  ἐλθὼν ἐξείπῃ, ὁ δ' ὀϊσάμενος καταδήσῃ

  δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δ' ἐπιφράσσετ' ὄλεθρον.

  ἀλλ' ἔχετ' ἐν φρεσὶ μῦθον, ἐπείγετε δ' ὦνον ὁδαίων. 445

  ἀλλ' ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,

  ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθ' ἱκέσθω:

  οἴσω γὰρ καὶ χρυσόν, ὅτις χ' ὑποχείριος ἔλθῃ:

  καὶ δέ κεν ἄλλ' ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.

  παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω, 450

  κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε:

  τόν κεν ἄγοιμ' ἐπὶ νηός, ὁ δ' ὑμῖν μυρίον ὦνον

  ἄλφοι, ὅπῃ περάσητε κατ' ἀλλοθρόους ἀνθρώπους."

  "ἡ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πρὸς δώματα καλά,

  οἱ δ' ἐνιαυτὸν ἅπαντα παρ' ἡμῖν αὖθι μένοντες 455

 

‹ Prev