Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 665
Complete Works of Homer Page 665

by Homer


  ἐν νηὶ̈ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.

  ἀλλ' ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,

  καὶ τότ' ἄρ' ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.

  ἤλυθ' ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς

  χρύσεον ὅρμον ἔχων, μετὰ δ' ἠλέκτροισιν ἔερτο. 460

  τὸν μὲν ἄρ' ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ

  χερσίν τ' ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,

  ὦνον ὑπισχόμεναι: ὁ δὲ τῇ κατένευσε σιωπῇ.

  ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,

  ἡ δ' ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε. 465

  εὗρε δ' ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας

  ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρ' ἀμφεπένοντο.

  οἱ μὲν ἄρ' ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν,

  ἡ δ' αἶψα τρί' ἄλεισα κατακρύψασ' ὑπὸ κόλπῳ

  ἔκφερεν: αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι. 470

  δύσετό τ' ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί:

  ἡμεῖς δ' ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,

  ἔνθ' ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.

  οἱ μὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,

  νὼ ἀναβησάμενοι: ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν. 475

  ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ:

  ἀλλ' ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,

  τὴν μὲν ἔπειτα γυναῖκα βάλ' Ἄρτεμις ἰοχέαιρα,

  ἄντλῳ δ' ἐνδούπησε πεσοῦσ' ὡς εἰναλίη κήξ.

  καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι 480

  ἔκβαλον: αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ:

  τοὺς δ' Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,

  ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.

  οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι."

  τὸν δ' αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ: 485

  "Εὔμαι', ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας

  ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.

  ἀλλ' ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε

  Ζεύς, ἐπεὶ ἀνδρὸς δώματ' ἀφίκεο πολλὰ μογήσας

  ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε 490

  ἐνδυκέως, ζώεις δ' ἀγαθὸν βίον: αὐτὰρ ἐγώ γε

  πολλὰ βροτῶν ἐπὶ ἄστε' ἀλώμενος ἐνθάδ' ἱκάνω."

  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

  καδδραθέτην δ' οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα:

  αἶψα γὰρ Ἠὼς ἦλθεν ἐύ̈θρονος. οἱ δ' ἐπὶ χέρσου 495

  Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δ' ἕλον ἱστὸν

  καρπαλίμως, τὴν δ' εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς:

  ἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι' ἔδησαν:

  ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,

  δεῖπνόν τ' ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον. 500

  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

  τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων:

  "ὑμεῖς μὲν νῦν ἄστυδ' ἐλαύνετε νῆα μέλαιναν,

  αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας:

  ἑσπέριος δ' εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι. 505

  ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,

  δαῖτ' ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο."

  τὸν δ' αὖτε προσέειπε Θεοκλύμενος θεοειδής:

  "πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθ' ἵκωμαι

  ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν; 510

  ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;"

  τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:

  "ἄλλως μέν σ' ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην

  ἔρχεσθ': οὐ γάρ τι ξενίων ποθή: ἀλλὰ σοὶ αὐτῷ

  χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ 515

  ὄψεται: οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσ' ἐνὶ οἴκῳ

  φαίνεται, ἀλλ' ἀπὸ τῶν ὑπερωί̈ῳ ἱστὸν ὑφαίνει.

  ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,

  Εὐρύμαχον, Πολύβοιο δαί̈φρονος ἀγλαὸν υἱόν,

  τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι: 520

  καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα

  μητέρ' ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.

  ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,

  εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ."

  ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, 525

  κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος: ἐν δὲ πόδεσσι

  τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε

  μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.

  τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας

  ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε: 530

  "Τηλέμαχ', οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις

  ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.

  ὑμετέρου δ' οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο

  ἐν δήμῳ Ἰθάκης, ἀλλ' ὑμεῖς καρτεροὶ αἰεί."

  τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα: 535

  "αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη:

  τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα

  ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντ�
�μενος μακαρίζοι."

  ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον:

  "Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα 540

  πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμ' ἕποντο:

  καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν

  ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω."

  τὸν δ' αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα:

  "Τηλέμαχ', εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι, 545

  τόνδε τ' ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται."

  ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δ' ἑταίρους

  αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.

  οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖ̈σι καθῖζον.

  Τηλέμαχος δ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, 550

  εἵλετο δ' ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,

  νηὸς ἀπ' ἰκριόφιν: τοὶ δὲ πρυμνήσι' ἔλυσαν.

  οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε

  Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο:

  τὸν δ' ὦκα προβιβάντα πόδες φέρον, ὄφρ' ἵκετ' αὐλήν, 555

  ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης

  ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,

  Ῥαψωδία π

  τὼ δ' αὖτ' ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς

  ἐντύνοντο ἄριστον ἅμ' ἠοῖ, κηαμένω πῦρ,

  ἔκπεμψάν τε νομῆας ἅμ' ἀγρομένοισι σύεσσι:

  Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,

  οὐδ' ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς 5

  σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.

  αἶψα δ' ἄρ' Εὔμαιον ἔπεα πτερόεντα προσηύδα:

  "Εὔμαι', ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδ' ἑταῖρος

  ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,

  ἀλλὰ περισσαίνουσι: ποδῶν δ' ὑπὸ δοῦπον ἀκούω." 10

  οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς

  ἔστη ἐνὶ προθύροισι. ταφὼν δ' ἀνόρουσε συβώτης,

  ἐκ δ' ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,

  κιρνὰς αἴθοπα οἶνον. ὁ δ' ἀντίος ἦλθεν ἄνακτος,

  κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ 15

  χεῖράς τ' ἀμφοτέρας: θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.

  ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ

  ἐλθόντ' ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,

  μοῦνον τηλύγετον, τῷ ἔπ' ἄλγεα πολλὰ μογήσῃ,

  ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς 20

  πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα:

  καί ῥ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:

  "ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σ' ἔτ' ἐγώ γε

  ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηὶ̈ Πύλονδε.

  ἀλλ' ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ 25

  τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.

  οὐ μὲν γάρ τι θάμ' ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,

  ἀλλ' ἐπιδημεύεις: ὣς γάρ νύ τοι εὔαδε θυμῷ,

  ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀί̈δηλον ὅμιλον."

  τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα: 30

  "ἔσσεται οὕτως, ἄττα: σέθεν δ' ἕνεκ' ἐνθάδ' ἱκάνω,

  ὄφρα σέ τ' ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,

  ἤ μοι ἔτ' ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη

  ?νδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ

  χήτει ἐνευναίων κάκ' ἀράχνια κεῖται ἔχουσα." 35

  τὸν δ' αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν:

  "καὶ λίην κείνη γε μένει τετληότι θυμῷ

  σοῖσιν ἐνὶ μεγάροισιν: ὀϊζυραὶ δέ οἱ αἰεὶ

  φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ."

  ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος: 40

  αὐτὰρ ὅ γ' εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.

  τῷ δ' ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς:

  Τηλέμαχος δ' ἑτέρωθεν ἐρήτυε φώνησέν τε:

  "ἧσ', ὦ ξεῖν': ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην

  σταθμῷ ἐν ἡμετέρῳ: πάρα δ' ἀνὴρ ὃς καταθήσει." 45

  ὣς φάθ', ὁ δ' αὖτις ἰὼν κατ' ἄρ' ἕζετο: τῷ δὲ συβώτης.

  χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν:

  ἔνθα καθέζετ' ἔπειτα Ὀδυσσῆος φίλος υἱός.

  τοῖσιν δ' αὖ κρειῶν πίνακας παρέθηκε συβώτης

  ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες, 50

  σῖτον δ' ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,

  ἐν δ' ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον:

  αὐτὸς δ' ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.

  οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 55

  δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν:

  "ἄττα, πόθεν τοι ξεῖνος ὅδ' ἵκετο; πῶς δέ ἑ ναῦται

  ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;

  οὐ μὲν γάρ τί ἑ πεζὸν ὀί̈ομαι ἐνθάδ' ἱκέσθαι."

  τὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα: 60

  "τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντ' ἀγορεύσω.

  ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,

  φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι

  πλαζόμενος: ὣς γά
ρ οἱ ἐπέκλωσεν τά γε δαίμων.

  νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς 65

  ἤλυθ' ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω:

  ἔρξον ὅπως ἐθέλεις: ἱκέτης δέ τοι εὔχεται εἶναι."

  τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:

  "Εὔμαι', ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες:

  πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ; 70

  αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα

  ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ:

  μητρὶ δ' ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,

  ἢ αὐτοῦ παρ' ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,

  εὐνήν τ' αἰδομένη πόσιος δήμοιό τε φῆμιν, 75

  ἦ ἤδη ἅμ' ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος

  μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.

  ἀλλ' ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,

  ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,

  δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα, 80

  πέμψω δ' ὅππη μιν κραδίη θυμός τε κελεύει.

  εἰ δ' ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας:

  εἵματα δ' ἐνθάδ' ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα

  ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.

  κεῖσε δ' ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι 85

  ἔρχεσθαι: λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι:

 

‹ Prev