Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 671
Complete Works of Homer Page 671

by Homer


  ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:

  "ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,

  μήτηρ Τηλεμάχοιο: μεταλλῆσαί τί ἑ θυμὸς

  ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ. 555

  εἰ δέ κέ σε γνώῃ νημερτέα πάντ' ἐνέποντα,

  ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα

  χρηί̈ζεις: σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον

  γαστέρα βοσκήσεις: δώσει δέ τοι ὅς κ' ἐθέλῃσι."

  τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς: 560

  "Εὔμαι', αἶψά κ' ἐγὼ νημερτέα πάντ' ἐνέποιμι

  κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ:

  οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δ' ἀνεδέγμεθ' ὀϊζύν.

  ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδι' ὅμιλον,

  τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει. 565

  καὶ γὰρ νῦν, ὅτε μ' οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα

  οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,

  οὔτε τι Τηλέμαχος τό γ' ἐπήρκεσεν οὔτε τις ἄλλος.

  τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι

  μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα: 570

  καὶ τότε μ' εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,

  ἀσσοτέρω καθίσασα παραὶ πυρί: εἵματα γάρ τοι

  λύγρ' ἔχω: οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθ' ἱκέτευσα."

  ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.

  τὸν δ' ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια: 575

  "οὐ σύ γ' ἄγεις, Εὔμαιε: τί τοῦτ' ἐνόησεν ἀλήτης;

  ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως

  αἰδεῖται κατὰ δῶμα; κακὸς δ' αἰδοῖος ἀλήτης."

  τὴν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα:

  "μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κ' οἴοιτο καὶ ἄλλος, 580

  ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.

  ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.

  καὶ δὲ σοὶ ὧδ' αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,

  οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδ' ἐπακοῦσαι."

  τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια: 585

  "οὐκ ἄφρων ὁ ξεῖνος: ὀί̈εται, ὥς περ ἂν εἴη:

  οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων

  ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται."

  ἡ μὲν ἄρ' ὣς ἀγόρευεν, ὁ δ' ᾤχετο δῖος ὑφορβὸς

  μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα. 590

  αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,

  ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι:

  "ὦ φίλ', ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων,

  σὸν καὶ ἐμὸν βίοτον: σοὶ δ' ἐνθάδε πάντα μελόντων.

  αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ 595

  μή τι πάθῃς: πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,

  τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι."

  τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:

  "ἔσσεται οὕτως, ἄττα: σὺ δ' ἔρχεο δειελιήσας:

  ἠῶθεν δ' ἰέναι καὶ ἄγειν ἱερήϊα καλά: 600

  αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει."

  ὣς φάθ', ὁ δ' αὖτις ἄρ' ἕζετ' ἐϋξέστου ἐπὶ δίφρου,

  πλησάμενος δ' ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος

  βῆ ῥ' ἴμεναι μεθ' ὕας, λίπε δ' ἕρκεά τε μέγαρόν τε,

  πλεῖον δαιτυμόνων: οἱ δ' ὀρχηστυῖ καὶ ἀοιδῇ 605

  τέρποντ': ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.

  Ῥαψωδία σ

  ἦλθε δ' ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ

  πτωχεύεσκ' Ἰθάκης, μετὰ δ' ἔπρεπε γαστέρι μάργῃ

  ἀζηχὲς φαγέμεν καὶ πιέμεν: οὐδέ οἱ ἦν ἲς

  οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.

  Ἀρναῖος δ' ὄνομ' ἔσκε: τὸ γὰρ θέτο πότνια μήτηρ 5

  ἐκ γενετῆς: Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,

  οὕνεκ' ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι:

  ὅς ῥ' ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,

  καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα:

  "εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ. 10

  οὐκ ἀί̈εις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,

  ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δ' αἰσχύνομαι ἔμπης.

  ἀλλ' ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται."

  τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:

  "δαιμόνι', οὔτε τί σε ῥέζω κακὸν οὔτ' ἀγορεύω, 15

  οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλ' ἀνελόντα.

  οὐδὸς δ' ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ

  ἀλλοτρίων φθονέειν: δοκέεις δέ μοι εἶναι ἀλήτης

  ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.

  χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς, 20

  μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω

  αἵματος: ἡσυχίη δ' ἂν ἐμοὶ καὶ μᾶλλον ἔτ' εἴη

  αὔριον: οὐ μὲν γάρ τί σ' ὑποστρέψεσθαι ὀί̈ω

  δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος."

  τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης: 25

  "ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,

  γρηὶ̈ καμινοῖ ἶσος: ὃν ἂν κακὰ μητισαίμην

  κόπτων ἀμφοτέρῃσι, χα
μαὶ δέ κε πάντας ὀδόντας

  γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.

  ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε 30

  μαρναμένους: πῶς δ' ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;"

  ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων

  οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.

  τοῖϊν δὲ ξυνέηχ' ἱερὸν μένος Ἀντινόοιο,

  ἡδὺ δ' ἄρ' ἐκγελάσας μετεφώνει μνηστήρεσσιν: 35

  "ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,

  οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.

  ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν

  χερσὶ μαχέσσασθαι: ἀλλὰ ξυνελάσσομεν ὦκα."

  ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀνήϊξαν γελόωντες, 40

  ἀμφὶ δ' ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.

  τοῖσιν δ' Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός:

  "κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.

  γαστέρες αἵδ' αἰγῶν κέατ' ἐν πυρί, τὰς ἐπὶ δόρπῳ

  κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες: 45

  ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,

  τάων ἥν κ' ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω:

  αἰεὶ αὖθ' ἡμῖν μεταδαίσεται, οὐδέ τιν' ἄλλον

  πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα."

  ὣς ἔφατ' Ἀντίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦθος. 50

  τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς:

  "ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι

  ἄνδρα γέροντα, δύῃ ἀρημένον: ἀλλά με γαστὴρ

  ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.

  ἀλλ' ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον, 55

  μή τις ἐπ' Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ

  πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ."

  ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.

  αὐτὰρ ἐπεί ῥ' ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,

  τοῖς δ' αὖτις μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο: 60

  "ξεῖν', εἴ σ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ

  τοῦτον ἀλέξασθαι, τῶν δ' ἄλλων μή τιν' Ἀχαιῶν

  δείδιθ', ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ:

  ξεινοδόκος μὲν ἐγών, ἐπὶ δ' αἰνεῖτον βασιλῆες,

  Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω." 65

  ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον: αὐτὰρ Ὀδυσσεὺς

  ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς

  καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι

  στήθεά τε στιβαροί τε βραχίονες: αὐτὰρ Ἀθήνη

  ἄγχι παρισταμένη μέλε' ἤλδανε ποιμένι λαῶν. 70

  μνηστῆρες δ' ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο:

  ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:

  "ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,

  οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει."

  ὣς ἄρ' ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός. 75

  ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ

  δειδιότα: σάρκες δὲ περιτρομέοντο μέλεσσιν.

  Ἀντίνοος δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

  "νῦν μὲν μήτ' εἴης, βουγάϊε, μήτε γένοιο,

  εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς, 80

  ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.

  ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται:

  αἴ κέν σ' οὗτος νικήσῃ κρείσσων τε γένηται,

  πέμψω σ' ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,

  εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, 85

  ὅς κ' ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,

  μήδεά τ' ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι."

  ὣς φάτο, τῷ δ' ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.

  ἐς μέσσον δ' ἄναγον: τὼ δ' ἄμφω χεῖρας ἀνέσχον.

  δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς 90

  ἢ ἐλάσει' ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,

  ἦέ μιν ἦκ' ἐλάσειε τανύσσειέν τ' ἐπὶ γαίῃ.

  ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,

  ἦκ' ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατ' Ἀχαιοί.

  δὴ τότ' ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον 95

  Ἶρος, ὁ δ' αὐχέν' ἔλασσεν ὑπ' οὔατος, ὀστέα δ' εἴσω

  ἔθλασεν: αὐτίκα δ' ἦλθε κατὰ στόμα φοίνιον αἷμα,

  κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών, σὺν δ' ἤλασ' ὀδόντας

  λακτίζων ποσὶ γαῖαν: ἀτὰρ μνηστῆρες ἀγαυοὶ

  χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς 100

  ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρ' ἵκετ' αὐλήν,

  αἰθούσης τε θύρας: καί μιν ποτὶ ἑρκίον αὐλῆς

  εἷσεν ἀνακλίνας: σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,

  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

  "ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τ' ἀπερύκων, 105

  μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι

  λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ."

  ἦ ῥα καὶ ἀμφ' ὤμοισιν ἀεικέα βάλλετο πήρην,

  πυκνὰ ῥωγαλέην: ἐν δὲ στρόφος ἦεν ἀορτήρ.

  ἂψ δ' ὅ γ' ἐπ' οὐδὸν ἰὼν κατ' ἄρ' ἕζετο: τοὶ δ' ἴσαν εἴσω 110

  ἡδὺ γελώοντες καὶ δεικανόων
τ' ἐπέεσσι:

  "Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,

  ὅττι μάλιστ' ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,

  ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας

  ἐν δήμῳ: τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε 115

  εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων."

  ὣς ἄρ' ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.

  Ἀντίνοος δ' ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,

  ἐμπλείην κνίσης τε καὶ αἵματος: Ἀμφίνομος δὲ

  ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας 120

  καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε:

  "χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω

  ὄλβος: ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι."

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  "Ἀμφίνομ', ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι: 125

  τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,

  Νῖσον Δουλιχιῆα ἐύ̈ν τ' ἔμεν ἀφνειόν τε:

  τοῦ σ' ἔκ φασι γενέσθαι, ἐπητῇ δ' ἀνδρὶ ἔοικας.

  τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον:

  οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο, 130

  πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.

 

‹ Prev