Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 674
Complete Works of Homer Page 674

by Homer

ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων: ἤθελε γάρ που: 80

  τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς

  ἀγλαί̈ην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι:

  μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,

  ἢ Ὀδυσεὺς ἔλθῃ: ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.

  εἰ δ' ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν, 85

  ἀλλ' ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,

  Τηλέμαχος: τὸν δ' οὔ τις ἐνὶ μεγάροισι γυναικῶν

  λήθει ἀτασθάλλουσ', ἐπεὶ οὐκέτι τηλίκος ἐστίν."

  ὣς φάτο, τοῦ δ' ἤκουσε περίφρων Πηνελόπεια,

  ἀμφίπολον δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε: 90

  "πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις

  ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις:

  πάντα γὰρ εὖ ᾔδησθ', ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς

  ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν

  ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι." 95

  ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν:

  "Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπ' αὐτοῦ,

  ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδ' ἐπακούσῃ

  ὁ ξεῖνος ἐμέθεν: ἐθέλω δέ μιν ἐξερέεσθαι."

  ὣς ἔφαθ', ἡ δὲ μάλ' ὀτραλέως κατέθηκε φέρουσα 100

  δίφρον ἐύ̈ξεστον καὶ ἐπ' αὐτῷ κῶας ἔβαλλεν:

  ἔνθα καθέζετ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.

  τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια:

  "ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή:

  τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;" 105

  τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  "ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπ' ἀπείρονα γαῖαν

  νεικέοι: ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,

  ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς

  ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων 110

  εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα

  πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,

  τίκτῃ δ' ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς

  ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπ' αὐτοῦ.

  τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ, 115

  μηδ' ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,

  μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων

  μνησαμένῳ μάλα δ' εἰμὶ πολύστονος: οὐδέ τί με χρὴ

  οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε

  ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί: 120

  μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γ' αὐτή,

  φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ."

  τὸν δ' ἠμείβετ' ἔπειτα περίφρων Πηνελόπεια:

  "ξεῖν', ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε

  ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον 125

  Ἀργεῖοι, μετὰ τοῖσι δ' ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς

  εἰ κεῖνός γ' ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,

  μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.

  νῦν δ' ἄχομαι: τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.

  ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, 130

  Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,

  οἵ τ' αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,

  οἵ μ' ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.

  τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθ' ἱκετάων

  οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν: 135

  ἀλλ' Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.

  οἱ δὲ γάμον σπεύδουσιν: ἐγὼ δὲ δόλους τολυπεύω.

  φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,

  στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,

  λεπτὸν καὶ περίμετρον: ἄφαρ δ' αὐτοῖς μετέειπον: 140

  "κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,

  μίμνετ' ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος

  ἐκτελέσω--μή μοι μεταμώνια νήματ' ὄληται--

  Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν

  μοῖρ' ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο: 145

  μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,

  αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.

  "ὣς ἐφάμην, τοῖσιν δ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.

  ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,

  νύκτας δ' ἀλλύεσκον, ἐπεὶ δαί̈δας παραθείμην. 150

  ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς:

  ἀλλ' ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,

  μηνῶν φθινόντων, περὶ δ' ἤματα πόλλ' ἐτελέσθη,

  καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,

  εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν. 155

  ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσ', ὑπ' ἀνάγκης:

  νῦν δ' οὔτ' ἐκφυγέειν δύναμαι γάμον οὔτε τιν' ἄλλην

  μῆτιν ἔθ' εὑρίσκω: μάλα δ' ὀτρύνουσι τοκῆες

  γήμασθ', ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,

  γιγνώσκων: ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα 160

  οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.

  ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππ
όθεν ἐσσί.

  οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδ' ἀπὸ πέτρης."

  τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  "ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, 165

  οὐκέτ' ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;

  ἀλλ' ἔκ τοι ἐρέω: ἦ μέν μ' ἀχέεσσί γε δώσεις

  πλείοσιν ἢ ἔχομαι: ἡ γὰρ δίκη, ὁππότε πάτρης

  ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,

  πολλὰ βροτῶν ἐπὶ ἄστε' ἀλώμενος, ἄλγεα πάσχων: 170

  ἀλλὰ καὶ ὣς ἐρέω ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς.

  Κρήτη τις γαῖ' ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,

  καλὴ καὶ πίειρα, περίρρυτος: ἐν δ' ἄνθρωποι

  πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.

  ἄλλη δ' ἄλλων γλῶσσα μεμιγμένη: ἐν μὲν Ἀχαιοί, 175

  ἐν δ' Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,

  Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.

  τῇσι δ' ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως

  ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,

  πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος 180

  Δευκαλίων δ' ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα:

  ἀλλ' ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω

  ᾤχεθ' ἅμ' Ἀτρείδῃσιν, ἐμοὶ δ' ὄνομα κλυτὸν Αἴθων,

  ὁπλότερος γενεῇ: ὁ δ' ἄρα πρότερος καὶ ἀρείων.

  ἔνθ' Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα. 185

  καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,

  ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν:

  στῆσε δ' ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,

  ἐν λιμέσιν χαλεποῖσι, μόγις δ' ὑπάλυξεν ἀέλλας.

  αὐτίκα δ' Ἰδομενῆα μετάλλα ἄστυδ' ἀνελθών: 190

  ξεῖνον γάρ οἱ ἔφασκε φίλον τ' ἔμεν αἰδοῖόν τε.

  τῷ δ' ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς

  οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.

  τὸν μὲν ἐγὼ πρὸς δώματ' ἄγων ἐὺ̈ ἐξείνισσα,

  ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων: 195

  καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμ' αὐτῷ ἕποντο,

  δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας

  καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.

  ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί:

  εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδ' ἐπὶ γαίῃ 200

  εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.

  τῇ τρισκαιδεκάτῃ δ' ἄνεμος πέσε, τοὶ δ' ἀνάγοντο."

  ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα:

  τῆς δ' ἄρ' ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς:

  ὡς δὲ χιὼν κατατήκετ' ἐν ἀκροπόλοισιν ὄρεσσιν, 205

  ἥν τ' Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ:

  τηκομένης δ' ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες:

  ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,

  κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς

  θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, 210

  ὀφθαλμοὶ δ' ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος

  ἀτρέμας ἐν βλεφάροισι: δόλῳ δ' ὅ γε δάκρυα κεῦθεν.

  ἡ δ' ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,

  ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε:

  "νῦν μὲν δή σευ, ξεῖνέ γ', ὀί̈ω πειρήσεσθαι, 215

  εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι

  ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.

  εἰπέ μοι ὁπποῖ' ἄσσα περὶ χροὶ̈ εἵματα ἕστο,

  αὐτός θ' οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο."

  τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς: 220

  "ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα

  εἰπέμεν: ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν

  ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης:

  αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.

  χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς, 225

  διπλῆν: αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο

  αὐλοῖσιν διδύμοισι: πάροιθε δὲ δαίδαλον ἦεν:

  ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,

  ἀσπαίροντα λάων: τὸ δὲ θαυμάζεσκον ἅπαντες,

  ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων, 230

  αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.

  τὸν δὲ χιτῶν' ἐνόησα περὶ χροὶ̈ σιγαλόεντα,

  οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο:

  τὼς μὲν ἔην μαλακός, λαμπρὸς δ' ἦν ἠέλιος ὥς:

  ἦ μὲν πολλαί γ' αὐτὸν ἐθηήσαντο γυναῖκες. 235

  ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν:

  οὐκ οἶδ' ἢ τάδε ἕστο περὶ χροὶ̈ οἴκοθ' Ὀδυσσεύς,

  ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,

  ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς

  ἔσκε φίλος: παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι. 240

  καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα

  καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,

  αἰδοίως δ' ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.

  καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ

  εἵπετο: καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ. 245

  γυρὸς ἐν ὤμοισιν, μελανό
χροος, οὐλοκάρηνος,

  Εὐρυβάτης δ' ὄνομ' ἔσκε: τίεν δέ μιν ἔξοχον ἄλλων

  ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη."

  "ὣς φάτο, τῇ δ' ἔτι μᾶλλον ὑφ' ἵμερον ὦρσε γόοιο,

  σήματ' ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδ' Ὀδυσσεύς. 250

  ἡ δ' ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.

  καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε:

  "νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,

  ἐν μεγάροισιν ἐμοῖσι φίλος τ' ἔσῃ αἰδοῖός τε:

  αὐτὴ γὰρ τάδε εἵματ' ἐγὼ πόρον, οἷ' ἀγορεύεις, 255

  πτύξασ' ἐκ θαλάμου, περόνην τ' ἐπέθηκα φαεινὴν

  κείνῳ ἄγαλμ' ἔμεναι: τὸν δ' οὐχ ὑποδέξομαι αὖτις

  οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.

  τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς

  ᾤχετ' ἐποψόμενος Κακοί̈λιον οὐκ ὀνομαστήν." 260

  τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  "ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,

  μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν

  τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν:

  καὶ γάρ τίς τ' ἀλλοῖον ὀδύρεται ἄνδρ' ὀλέσασα 265

  κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,

  ἢ Ὀδυσῆ', ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.

  ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον:

  νημερτέως γάρ τοι μυθήσομαι οὐδ' ἐπικεύσω

 

‹ Prev