Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 681
Complete Works of Homer Page 681

by Homer


  ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,

  ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,

  ὣς ἄρ' ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.

  δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς:

  ἡ δ' ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν. 410

  μνηστῆρσιν δ' ἄρ' ἄχος γένετο μέγα, πᾶσι δ' ἄρα χρὼς

  ἐτράπετο: Ζεὺς δὲ μεγάλ' ἔκτυπε σήματα φαίνων:

  γήθησέν τ' ἄρ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.

  ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω:

  εἵλετο δ' ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ 415

  γυμνός: τοὶ δ' ἄλλοι κοίλης ἔντοσθε φαρέτρης

  κείατο, τῶν τάχ' ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.

  τόν ῥ' ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,

  αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δ' ὀϊστὸν

  ἄντα τιτυσκόμενος, πελέκεων δ' οὐκ ἤμβροτε πάντων 420

  πρώτης στειλειῆς, διὰ δ' ἀμπερὲς ἦλθε θύραζε

  ἰὸς χαλκοβαρής: ὁ δὲ Τηλέμαχον προσέειπε:

  "Τηλέμαχ', οὔ σ' ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει

  ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον

  δὴν ἔκαμον τανύων: ἔτι μοι μένος ἔμπεδόν ἐστιν, 425

  οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.

  νῦν δ' ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι

  ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι

  μολπῇ καὶ φόρμιγγι: τὰ γάρ τ' ἀναθήματα δαιτός."

  ἦ καὶ ἐπ' ὀφρύσι νεῦσεν: ὁ δ' ἀμφέθετο ξίφος ὀξὺ 430

  Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,

  ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δ' ἄρ' αὐτοῦ

  πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.

  Ῥαψωδία χ

  αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,

  ἆλτο δ' ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην

  ἰῶν ἐμπλείην, ταχέας δ' ἐκχεύατ' ὀϊστοὺς

  αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν:

  "οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται: 5

  νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,

  εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων."

  ἦ καὶ ἐπ' Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.

  ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,

  χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα, 10

  ὄφρα πίοι οἴνοιο: φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ

  μέμβλετο: τίς κ' οἴοιτο μετ' ἀνδράσι δαιτυμόνεσσι

  μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,

  οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;

  τὸν δ' Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ, 15

  ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή.

  ἐκλίνθη δ' ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς

  βλημένου, αὐτίκα δ' αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν

  αἵματος ἀνδρομέοιο: θοῶς δ' ἀπὸ εἷο τράπεζαν

  ὦσε ποδὶ πλήξας, ἀπὸ δ' εἴδατα χεῦεν ἔραζε: 20

  σῖτός τε κρέα τ' ὀπτὰ φορύνετο. τοὶ δ' ὁμάδησαν

  μνηστῆρες κατὰ δώμαθ', ὅπως ἴδον ἄνδρα πεσόντα,

  ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,

  πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους:

  οὐδέ πη ἀσπὶς ἔην οὐδ' ἄλκιμον ἔγχος ἑλέσθαι. 25

  νείκειον δ' Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι:

  "ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι: οὐκέτ' ἀέθλων

  ἄλλων ἀντιάσεις: νῦν τοι σῶς αἰπὺς ὄλεθρος.

  καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγ' ἄριστος

  κούρων εἰν Ἰθάκῃ: τῷ σ' ἐνθάδε γῦπες ἔδονται." 30

  ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα

  ἄνδρα κατακτεῖναι: τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,

  ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατ' ἐφῆπτο.

  τοὺς δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:

  "ὦ κύνες, οὔ μ' ἔτ' ἐφάσκεθ' ὑπότροπον οἴκαδ' ἱκέσθαι 35

  δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,

  δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,

  αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,

  οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,

  οὔτε τιν' ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι: 40

  νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατ' ἐφῆπται."

  ὣς φάτο, τοὺς δ' ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν:

  πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.

  Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν:

  "εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας, 45

  ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,

  πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δ' ἐπ' ἀγροῦ.

  ἀλλ' ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,

  Ἀντίνοος: οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,

  οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων, 50

  ἀλλ' ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,

  ὄφρ' Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι

  αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.

  νῦν δ' ὁ μ
ὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν

  σῶν: ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον, 55

  ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,

  τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,

  χαλκόν τε χρυσόν τ' ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ

  ἰανθῇ: πρὶν δ' οὔ τι νεμεσσητὸν κεχολῶσθαι."

  τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς: 60

  "Εὐρύμαχ', οὐδ' εἴ μοι πατρώϊα πάντ' ἀποδοῖτε,

  ὅσσα τε νῦν ὔμμ' ἐστὶ καὶ εἴ ποθεν ἄλλ' ἐπιθεῖτε,

  οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο

  πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.

  νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι 65

  ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ:

  ἀλλά τιν' οὐ φεύξεσθαι ὀί̈ομαι αἰπὺν ὄλεθρον."

  ὣς φάτο, τῶν δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.

  τοῖσιν δ' Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις:

  "ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους, 70

  ἀλλ' ἐπεὶ ἔλλαβε τόξον ἐύ̈ξοον ἠδὲ φαρέτρην,

  οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας

  ἄμμε κατακτείνῃ: ἀλλὰ μνησώμεθα χάρμης.

  φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας

  ἰῶν ὠκυμόρων: ἐπὶ δ' αὐτῷ πάντες ἔχωμεν 75

  ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,

  ἔλθωμεν δ' ἀνὰ ἄστυ, βοὴ δ' ὤκιστα γένοιτο:

  τῷ κε τάχ' οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο."

  ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ

  χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δ' ἐπ' αὐτῷ 80

  σμερδαλέα ἰάχων: ὁ δ' ἁμαρτῆ δῖος Ὀδυσσεὺς

  ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,

  ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος: ἐκ δ' ἄρα χειρὸς

  φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ

  κάππεσεν ἰδνωθείς, ἀπὸ δ' εἴδατα χεῦεν ἔραζε 85

  καὶ δέπας ἀμφικύπελλον: ὁ δὲ χθόνα τύπτε μετώπῳ

  θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι

  λακτίζων ἐτίνασσε: κατ' ὀφθαλμῶν δ' ἔχυτ' ἀχλύς.

  Ἀμφίνομος δ' Ὀδυσῆος ἐείσατο κυδαλίμοιο

  ἀντίος ἀί̈ξας, εἴρυτο δὲ φάσγανον ὀξύ, 90

  εἴ πώς οἱ εἴξειε θυράων. ἀλλ' ἄρα μιν φθῆ

  Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ

  ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν:

  δούπησεν δὲ πεσών, χθόνα δ' ἤλασε παντὶ μετώπῳ.

  Τηλέμαχος δ' ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος 95

  αὐτοῦ ἐν Ἀμφινόμῳ: περὶ γὰρ δίε μή τις Ἀχαιῶν

  ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε

  φασγάνῳ ἀί̈ξας ἠὲ προπρηνέα τύψας.

  βῆ δὲ θέειν, μάλα δ' ὦκα φίλον πατέρ' εἰσαφίκανεν,

  ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα: 100

  "ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε

  καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν

  αὐτός τ' ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ

  καὶ τῷ βουκόλῳ ἄλλα: τετευχῆσθαι γὰρ ἄμεινον."

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς: 105

  "οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρ' ὀϊστοί,

  μή μ' ἀποκινήσωσι θυράων μοῦνον ἐόντα."

  ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,

  βῆ δ' ἴμεναι θάλαμόνδ', ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.

  ἔνθεν τέσσαρα μὲν σάκε' ἔξελε, δούρατα δ' ὀκτὼ 110

  καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας:

  βῆ δὲ φέρων, μάλα δ' ὦκα φίλον πατέρ' εἰσαφίκανεν,

  αὐτὸς δὲ πρώτιστα περὶ χροὶ̈ δύσετο χαλκόν:

  ὣς δ' αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,

  ἔσταν δ' ἀμφ' Ὀδυσῆα δαί̈φρονα ποικιλομήτην. 115

  αὐτὰρ ὅ γ', ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.

  τόφρα μνηστήρων ἕνα γ' αἰεὶ ᾧ ἐνὶ οἴκῳ

  βάλλε τιτυσκόμενος: τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον.

  αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,

  τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο 120

  ἔκλιν' ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,

  αὐτὸς δ' ἀμφ' ὤμοισι σάκος θέτο τετραθέλυμνον,

  κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,

  ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν:

  εἵλετο δ' ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ. 125

  ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,

  ἀκρότατον δὲ παρ' οὐδὸν ἐϋσταθέος μεγάροιο

  ἦν ὁδὸς ἐς λαύρην, σανίδες δ' ἔχον εὖ ἀραρυῖαι.

  τὴν δ' Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν

  ἑσταότ' ἄγχ' αὐτῆς: μία δ' οἴη γίγνετ' ἐφορμή. 130

  τοῖς δ' Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων:

  "ὦ φίλοι, οὐκ ἂν δή τις ἀν' ὀρσοθύρην ἀναβαίη

  καὶ εἴποι λαοῖσι, βοὴ δ' ὤκιστα γένοιτο;

  τῷ κε τάχ' οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο."

  τὸν δ' αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν: 135

  "οὔ πως ἔστ', Ἀγέλαε διοτρεφές: ἄγχι γὰρ αἰνῶς

  αὐλῆς καλὰ
θύρετρα καὶ ἀργαλέον στόμα λαύρης:

  καί χ' εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τ' ἄλκιμος εἴη.

  ἀλλ' ἄγεθ', ὑμῖν τεύχε' ἐνείκω θωρηχθῆναι

  ἐκ θαλάμου: ἔνδον γάρ, ὀί̈ομαι, οὐδέ πη ἄλλῃ 140

  τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός."

  ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,

  εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.

  ἔνθεν δώδεκα μὲν σάκε' ἔξελε, τόσσα δὲ δοῦρα

  καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας: 145

  βῆ δ' ἴμεναι, μάλα δ' ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.

  καὶ τότ' Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,

  ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα

  μακρὰ τινάσσοντας: μέγα δ' αὐτῷ φαίνετο ἔργον.

  αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα: 150

  "Τηλέμαχ', ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν

  νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς."

  τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:

  "ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γ' ἤμβροτον--οὐδέ τις ἄλλος

  αἴτιος--ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν 155

  κάλλιπον ἀγκλίνας: τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.

  ἀλλ' ἴθι, δῖ' Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο

  καὶ φράσαι ἤ τις ἄρ' ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,

 

‹ Prev