Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 688
Complete Works of Homer Page 688

by Homer


  τοῖσιν δ' Εὐπείθης ἀνά θ' ἵστατο καὶ μετέειπε:

  παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,

  Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς:

  τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν: 425

  "ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδ' ἐμήσατ' Ἀχαιούς:

  τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς

  ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δ' ὤλεσε λαούς:

  τοὺς δ' ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχ' ἀρίστους,

  ἀλλ' ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι 430

  ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,

  ἴομεν: ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθ' αἰεί:

  λώβη γὰρ τάδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,

  εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας

  τισόμεθ'. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο 435

  ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.

  ἀλλ' ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι."

  ὣς φάτο δάκρυ χέων, οἶκτος δ' ἕλε πάντας Ἀχαιούς.

  ἀγχίμολον δέ σφ' ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς

  ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν, 440

  ἔσταν δ' ἐν μέσσοισι: τάφος δ' ἕλεν ἄνδρα ἕκαστον.

  τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς:

  "κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι: οὐ γὰρ Ὀδυσσεὺς

  ἀθανάτων ἀέκητι θεῶν τάδ' ἐμήσατο ἔργα:

  αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥ' Ὀδυσῆϊ 445

  ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.

  ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθ' Ὀδυσῆος

  φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων

  θῦνε κατὰ μέγαρον: τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον."

  ὣς φάτο, τοὺς δ' ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει. 450

  τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης

  Μαστορίδης: ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω:

  ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε:

  "κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω:

  ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο: 455

  οὐ γὰρ ἐμοὶ πείθεσθ', οὐ Μέντορι ποιμένι λαῶν,

  ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,

  οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,

  κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν

  ἀνδρὸς ἀριστῆος: τὸν δ' οὐκέτι φάντο νέεσθαι. 460

  καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω:

  μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ."

  ὣς ἔφαθ', οἱ δ' ἄρ' ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ

  ἡμίσεων πλείους: τοὶ δ' ἀθρόοι αὐτόθι μίμνον:

  οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλ' Εὐπείθει 465

  πείθοντ': αἶψα δ' ἔπειτ' ἐπὶ τεύχεα ἐσσεύοντο.

  αὐτὰρ ἐπεί ῥ' ἕσσαντο περὶ χροὶ̈ νώροπα χαλκόν,

  ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.

  τοῖσιν δ' Εὐπείθης ἡγήσατο νηπιέῃσι:

  φῆ δ' ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδ' ἄρ' ἔμελλεν 470

  ἂψ ἀπονοστήσειν, ἀλλ' αὐτοῦ πότμον ἐφέψειν.

  αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα:

  "ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,

  εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;

  ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν 475

  τεύξεις, ἦ φιλότητα μετ' ἀμφοτέροισι τίθησθα;"

  τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:

  "τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;

  οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,

  ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών; 480

  ἔρξον ὅπως ἐθέλεις: ἐρέω τέ τοι ὡς ἐπέοικεν.

  ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,

  ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,

  ἡμεῖς δ' αὖ παίδων τε κασιγνήτων τε φόνοιο

  ἔκλησιν θέωμεν: τοὶ δ' ἀλλήλους φιλεόντων 485

  ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω."

  ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,

  βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀί̈ξασα.

  οἱ δ' ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,

  τοῖς δ' ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς: 490

  "ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες."

  ὣς ἔφατ': ἐκ δ' υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν:

  στῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας:

  αἶψα δ' Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα:

  "οἵδε δὴ ἐγγὺς ἔασ': ἀλλ' ὁπλιζώμεθα θᾶσσον." 495

  ὣς ἔφαθ', οἱ δ' ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,

  τέσσαρες ἀμφ' Ὀδυσῆ', ἓξ δ' υἱεῖς οἱ Δολίοιο:

  ἐν δ' ἄρα Λαέρτης Δολίος τ' ἐς τεύχε' ἔδυνον,

  καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.

  αὐτὰρ ἐπεί ῥ' ἕσσαντο περὶ χροὶ̈ νώροπα χαλκόν, 500

  ὤϊξάν ῥα θύρας, ἐκ δ' ἤϊον, ἄρχε δ' Ὀδυσσεύς.

  τοῖσι δ' ἐπ' ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη

  Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.

  τὴν μὲν ἰδὼν γήθησε �
�ολύτλας δῖος Ὀδυσσεύς:

  αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν: 505

  "Τηλέμαχ', ἤδη μὲν τόδε γ' εἴσεαι αὐτὸς ἐπελθών,

  ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,

  μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ

  ἀλκῇ τ' ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπ' αἶαν."

  τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα: 510

  "ὄψεαι, αἴ κ' ἐθέλῃσθα, πάτερ φίλε, τῷδ' ἐπὶ θυμῷ

  οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις."

  ὣς φάτο, Λαέρτης δ' ἐχάρη καὶ μῦθον ἔειπε:

  "τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω:

  υἱός θ' υἱωνός τ' ἀρετῆς πέρι δῆριν ἔχουσιν." 515

  τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη:

  "ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθ' ἑταίρων,

  εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,

  αἶψα μαλ' ἀμπεπαλὼν προί̈ει δολιχόσκιον ἔγχος."

  ὣς φάτο, καί ῥ' ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη 520

  εὐξάμενος δ' ἄρ' ἔπειτα Διὸς κούρῃ μεγάλοιο,

  αἶψα μάλ' ἀμπεπαλὼν προί̈ει δολιχόσκιον ἔγχος,

  καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.

  ἡ δ' οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,

  δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ. 525

  ἐν δ' ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,

  τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.

  καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,

  εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,

  ἤϋσεν φωνῇ, κατὰ ἔσχεθε λαὸν ἅπαντα. 530

  "ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,

  ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα."

  ὣς φάτ' Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν:

  τῶν δ' ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,

  πάντα δ' ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης: 535

  πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.

  σμερδαλέον δ' ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,

  οἴμησεν δὲ ἀλεὶς ὥς τ' αἰετὸς ὑψιπετήεις.

  καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,

  κὰδ δ' ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης. 540

  δὴ τότ' Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη:

  "διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,

  ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιί̈ου πολέμοιο,

  μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς."

  ὣς φάτ' Ἀθηναίη, ὁ δ' ἐπείθετο, χαῖρε δὲ θυμῷ. 545

  ὅρκια δ' αὖ κατόπισθε μετ' ἀμφοτέροισιν ἔθηκεν

  Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,

  Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.

  ΟΜΗΡΙΚΟΊ ΎΜΝΟΙ

  The original Greek text of ‘The Homeric Hymns’

  CONTENTS

  Εἲς Διώνυσονη

  Εἲς Δημήτραν

  Εἲς Ἀπόλλωνα [Δήλιον]

  Εἲς Ἀπόλλωνα Πύθιον

  Εἲς Ἑρμῆν

  Εἲς Ἀφροδίτηνη

  Εἲς Ἀφροδίτηνη

  Εἲς Διώνυσονη

  Εἲς Ἄρεα

  Εἲς Ἄρτεμιν

  Εἲς Ἀφροδίτην

  Εἲς Ἀθήναν

  Εἲς Ἥραν

  Εἲς Δημήτραν

  Εἲς Μητέρα Θεῶν

  Εἲς Ἡρακλέα Λεοντόθυμον

  Εἲς Ἀσκληπιόν

  Εἲς Διοσκούρους

  Εἲς Ἑρμῆν

  Εἲς Πᾶνα

  Εἲς Ἥφαιστον

  Εἲς Ἀπόλλωνα

  Εἲς Ποσειδῶνα

  Εἲς Ὕπατον Κρονίδην

  Εἲς Ἑστίαν

  Εἲς Μούσας Καὶ Ἀπόλλωνα

  Εἲς Διόνυσον

  Εἲς Ἄρτεμιν

  Εἲς Ἀθήναν

  Εἲς Ἑστίαν

  Εἲς Γῆν Μητέρα Πάντων

  Εἲς Ἥλιον

  Εἲς Σελήνην

  Εἲς Διοσκούρους

  Εἲς Διώνυσονη

  οἳ μὲν γὰρ Δρακάνῳ ς', οἳ δ' Ἰκάρῳ ἠνεμοέσσῃ

  φάς', οἳ δ' ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα,

  οἳ δέ ς' ἐπ' Ἀλφειῷ ποταμῷ βαθυδινήεντι

  κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ·

  ἄλλοι δ' ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι,

  ψευδόμενοι· σὲ δ' ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε

  πολλὸν ἀπ' ἀνθρώπων, κρύπτων λευκώλενον Ἥρην.

  ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ,

  τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων,

  καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλ' ἐνὶ νηοῖς.

  ὣς δὲ τὰ μὲν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶ

  ἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας.

  ἦ καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων·

  ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος

  κρατὸς ἀπ' ἀθανάτοιο· μέγαν δ' ἐλέλιξεν Ὄλυμπον.

  ὣς εἰπὼν ἐπένευσε καρήατι μητίετα Ζεύς.

  ἵληθ', εἰραφιῶτα, γυναιμανές· οἱ δέ ς' ἀοιδοὶ

  ᾄδομεν ἀρχόμενοι λήγοντές τ'· οὐδέ πῃ ἔστι

  σεῖ' ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς.

  καὶ σὺ μὲν οὕτω χαῖρε, Διώνυς' εἰραφιῶτα,

  σὺν μητρὶ Σεμέλῃ, ἥν περ καλέουσι Θυώνην.

  Εἲς Δημήτραν

  Δήμητρ' ἠύκομον, σεμνὴν θεόν, ἄρχομ' ἀείδειν,

  αὐτ
ὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς

  ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς,

  νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου,

  παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις

  ἄνθεά τ' αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδ' ἴα καλὰ

  λειμῶν' ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδ' ὑάκινθον

  νάρκισσόν θ', ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ

  Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ,

  θαυμαστὸν γανόωντα· σέβας τό γε πᾶσιν ἰδέσθαι

  ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις·

  τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει·

  κὦζ' ἥδιστ' ὀδμή, πᾶς τ' οὐρανὸς εὐρὺς ὕπερθεν

  γαῖά τε πᾶς' ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.

  ἣ δ' ἄρα θαμβήσας' ὠρέξατο χερσὶν ἅμ' ἄμφω

  καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια

  Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων

  ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.

  ἁρπάξας δ' ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν

  ἦγ' ὀλοφυρομένην· ἰάχησε δ' ἄρ' ὄρθια φωνῇ,

  κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.

  οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων

  ἤκουσεν φωνῆς, οὐδ' ἀγλαόκαρποι ἐλαῖαι

  εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα

 

‹ Prev