Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 692
Complete Works of Homer Page 692

by Homer


  ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα,

  πάντα μάλ', ὡς ἐπέτελλον Ὀλύμπια δώματ' ἔχουσαι.

  τῇ δ' ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι·

  βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθ' ὁμοῖαι.

  εὖτ' ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια,

  δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι.

  ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δ' ἔρεισε

  λειμῶνι μαλακῷ· μείδησε δὲ γαῖ' ὑπένερθεν·

  ἐκ δ' ἔθορε πρὸ φόωσδε· θεαὶ δ' ὀλόλυξαν ἅπασαι.

  ἔνθα σέ, ἤιε Φοῖβε, θεαὶ λόον ὕδατι καλῷ

  ἁγνῶς καὶ καθαρῶς, σπάρξαν δ' ἐν φάρεϊ λευκῷ,

  λεπτῷ, νηγατέῳ· περὶ δὲ χρύσεον στρόφον ἧκαν.

  οὐδ' ἄρ' Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ,

  ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν

  ἀθανάτῃσιν χερσὶν ἐπήρξατο· χαῖρε δὲ Λητώ,

  οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.

  αὐτὰρ ἐπεὶ δή, Φοῖβε, κατέβρως ἄμβροτον εἶδαρ,

  οὔ σέ γ' ἔπειτ' ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα,

  οὐδ' ἔτι δέσματ' ἔρυκε, λύοντο δὲ πείρατα πάντα.

  αὐτίκα δ' ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων·

  εἴη μοι κίθαρίς τε φίλη καὶ καμπύλα τόξα,

  χρήσω δ' ἀνθρώποισι Διὸς νημερτέα βουλήν.

  ὣς εἰπὼν ἐβίβασκεν ἐπὶ χθονὸς εὐρυοδείης

  Φοῖβος ἀκερσεκόμης, ἑκατηβόλος· αἳ δ' ἄρα πᾶσαι

  θάμβεον ἀθάναται· χρυσῷ δ' ἄρα Δῆλος ἅπασα

  [βεβρίθει, καθορῶσα Διὸς Λητοὺς τε γενέθλην,

  γηθοσύνῃ, ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαι

  νήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον.]

  ἤνθης', ὡς ὅτε τε ῥίον οὔρεος ἄνθεσιν ὕλης.

  αὐτὸς δ', ἀργυρότοξε, ἄναξ ἑκατηβόλ' Ἄπολλον,

  ἄλλοτε μέν τ' ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος,

  ἄλλοτε δ' ἂν νήσους τε καὶ ἀνέρας ἠλάσκαζες.

  πολλοί τοι νηοί τε καὶ ἄλσεα δενδρήεντα·

  πᾶσαι δὲ σκοπιαί τε φίλαι καὶ πρώονες ἄκροι

  ὑψηλῶν ὀρέων ποταμοί θ' ἅλαδε προρέοντες·

  ἀλλὰ σὺ Δήλῳ, Φοῖβε, μάλιστ' ἐπιτέρπεαι ἦτορ,

  ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται

  αὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν.

  οἱ δέ σε πυγμαχίῃ τε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ

  μνησάμενοι τέρπουσιν, ὅτ' ἄν στήσωνται ἀγῶνα.

  φαίη κ' ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεί,

  ὃς τόθ' ὑπαντιάσει', ὅτ' Ἰάονες ἀθρόοι εἶεν·

  πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸν

  ἄνδρας τ' εἰσορόων καλλιζώνους τε γυναῖκας

  νῆάς τ' ὠκείας ἠδ' αὐτῶν κτήματα πολλά.

  πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτ' ὀλεῖται,

  κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι·

  αἵ τ' ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλων' ὑμνήσωσιν,

  αὖτις δ' αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν,

  μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν

  ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλ' ἀνθρώπων.

  πάντων δ' ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺν

  μιμεῖσθ' ἴσασιν· φαίη δέ κεν αὐτὸς ἕκαστος

  φθέγγεσθ'· οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή.

  ἀλλ' ἄγεθ' ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδιξύν,

  χαίρετε δ' ὑμεῖς πᾶσαι· ἐμεῖο δὲ καὶ μετόπισθεν

  μνήσασθ', ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων

  ἐθάδ' ἁνείρηται ξεῖνος ταλαπείριος ἐλθών·

  ὦ κοῦραι, τίς δ' ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν

  ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;

  ὑμεῖς δ' εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως·

  τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ

  τοῦ μᾶσαι μετόπισθεν ἀριστεύσουσιν ἀοιδαί.

  ἡμεῖς δ' ὑμέτερον κλέος οἴσομεν, ὅσσον ἐπ' αἶαν

  ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας·

  οἳ δ' ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν.

  αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωνα

  ὑμνέων ἀργυρότοξον, ὃν ἠύκομος τέκε Λητώ.

  Εἲς Ἀπόλλωνα Πύθιον

  λὦ ἄνα, καὶ Λυκίην καὶ Μῃονίην ἐρατεινὴν

  καὶ Μίλητον ἔχεις, ἔναλον πόλιν ἱμερόεσσαν,

  αὐτὸς δ' αὖ Δήλοιο περικλύστοιο μέγ' ἀνάσσεις.

  εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς

  φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν,

  ἄμβροτα εἵματ' ἔχων τεθυωμένα· τοῖο δὲ φόρμιγξ

  χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν.

  ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονός, ὥστε νόημα,

  εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθ' ὁμήγυριν ἄλλων.

  αὐτίκα δ' ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή·

  Μοῦσαι μέν θ' ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ

  ὑμνεῦσίν ῥα θεῶν δῶρ' ἄμβροτα ἠδ' ἀνθρώπων

  τλημοσύνας, ὅς' ἔχοντες ὑπ' ἀθανάτοισι θεοῖσι

  ζώους' ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται

  εὑρέμεναι θανάτοιό τ' ἄκος καὶ γήραος ἄλκαρ·

  αὐτὰρ ἐυπλόκαμοι Χάριτες κα
ὶ ἐύφρονες Ὧραι

  Ἁρμονίη θ' Ἥβη τε Διὸς θυγάτηρ τ' Ἀφροδίτη

  ὀρχεῦντ' ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι·

  τῇσι μὲν οὔτ' αἰσχρὴ μεταμέλπεται οὔτ' ἐλάχεια,

  ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή,

  Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι.

  ἐν δ' αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης

  παίζους'· αὐτὰρ ὁ Φοῖβος Α'πόλλων ἐγκιθαρίζει

  καλὰ καὶ ὕψι βιβάς· αἴγλη δέ μιν ἀμφιφαείνει

  μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος.

  οἳ δ' ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες

  Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς

  υἷα φίλον παίζοντα μετ' ἀθανάτοισι θεοῖσι.

  πῶς τ' ἄρ ς' ὑμνήσω πάντως εὔυμνον ἐόντα;

  ἠέ ς' ἐνὶ μνηστῆρσιν ἀείδω καὶ φιλότητι,

  ὅππως μνωόμενος ἔκιες Ἀζαντίδα κούρην

  Ἴσχυ' ἅμ' ἀντιθέῳ Ἐλατιονίδη εὐίππῳ;

  ἢ ἅμα Θόρβαντι Τριοπέῳ γένος, ἢ ἅμ' Ἐρευθεῖ;

  ἢ ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι

  ... πεζός, ὃ δ' ἵπποισιν· οὐ μὴν Τρίοπός γ' ἐνέλειπεν.

  ἢ ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι

  ζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλ' Ἄπολλον;

  Πιερίην μὲν πρῶτον ἀπ' Οὐλύμποιο κατῆλθες·

  Λέκτον τ' ἠμαθοέντα παρέστιχες ἠδ' Ἐνιῆνας

  καὶ διὰ Περραιβούς· τάχα δ' εἰς Ἰαωλκὸν ἵκανες,

  Κηναίου τ' ἐπέβης ναυσικλειτῆς Εὐβοίης.

  στῆς δ' ἐπὶ Ληλάντῳ πεδίῳ· τό τοι οὐχ ἅδε θυμῷ

  τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.

  ἔνθεν δ' Εὔριπον διαβάς, ἑκατηβόλ' Ἄπολλον,

  βῆς ἄν' ὄρος ζάθεον, χλωρόν· τάχα δ' ἷξες ἀπ' αὐτοῦ

  ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.

  Θήβης δ' εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ·

  οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ,

  οὐδ' ἄρα πω τότε γ' ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοι

  Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλ' ἔχεν ὕλη.

  ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ' Ἄπολλον,

  Ὀγχηστὸν δ' ἷξες, Ποσιδήιον ἀγλαὸν ἄλσος·

  ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ

  ἕλκων ἅρματα καλά· χαμαὶ δ' ἐλατὴρ ἀγαθός περ

  ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται· οἳ δὲ τέως μὲν

  κείν' ὄχεα κροτέουσι ἀνακτορίην ἀφιέντες.

  εἰ δέ κεν ἅρματ' ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι,

  ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν·

  ὣς γὰρ τὰ πρώτισθ' ὁσίη γένεθ'· οἳ δὲ ἄνακτι

  εὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει.

  ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ' Ἄπολλον·

  Κηφισσὸν δ' ἄρ' ἔπειτα κιχήσαο καλλιρέεθρον,

  ὅς τε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ.

  τὸν διαβάς, Ἑκάεργε, καὶ Ὠκαλέην πολύπυργον

  ἔνθεν ἄρ' εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα.

  βῆς δ' ἐπὶ Τελφούσης· τόθι τοι ἅδε χῶρος ἀπήμων

  τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα·

  στῆς δὲ μάλ' ἄγχ' αὐτῆς καὶ μιν πρὸς μῦθον ἔειπες·

  Τελφοῦς', ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸν

  ἀνθρώπων τεῦξαι χρηστήριον, οἵτε μοι αἰεὶ

  ἐνθάδ' ἀγινήσουσι τεληέσσας ἑκατόμβας,

  ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν

  ἠδ' ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,

  χρησόμενοι· τοῖσιν δέ κ' ἐγὼ νημερτέα βουλὴν

  πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.

  ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων

  εὐρέα καὶ μάλα μακρὰ διηνεκές· ἣ δὲ ἰδοῦσα

  Τελφοῦσα κραδίην ἐχολώσατο εἶπέ τε μῦθον·

  φοῖβε ἄναξ ἑκάεργε, ἔπος τί τοι ἐν φρεσὶ θήσω.

  ἐνθάδ' ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸν

  ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε τοι αἰεὶ

  ἐνθάδ' ἀγινήσουσι τεληέσσας ἑκατόμβας·

  ἀλλ' ἔκ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι,

  πημανέει ς' αἰεὶ κτύπος ἵππων ὠκειάων

  ἀρδόμενοί τ' οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων·

  ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαι

  ἅρματά τ' εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππων

  ἢ νηόν τε μέγαν καὶ κτήματα πόλλ' ἐνεόντα.

  ἀλλ' εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων

  ἐσσί, ἄναξ, ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον,

  ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο.

  ἔνθ' οὔθ' ἅρματα καλὰ δονήσεται οὔτε τοι ἵππων

  ὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ βωμόν,

  ἀλλά τοι ὣς προσάγοιεν Ἰηπαιήονι δῶρα

  ἀνθρώπων κλυτὰ φῦλα· σὺ δὲ φρένας ἀμφιγεγηθὼς

  δέξαι' ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων.

  ὣς εἰποῦς' Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇ

  Τελφούσῃ κλέος εἴη ἐπὶ χθονί, μηδ' Ἑκάτοιο.

  ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ' Ἄπολλον·

  ἷξες δ' ἐς Φλεγύων ἀνδρῶν πόλιν ὑβριστάων,

  οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον

  ἐ�
� καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης.

  ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύων

  ἵκεο δ' ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα,

  κνημὸν πρὸς Ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθεν

  πέτρη ἐπικρέμαται, κοίλη δ' ὑποδέδρομε βῆσσα,

  τρηχεῖ'· ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλων

  νηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον·

  ἐνθάδε δὴ φρονέω τεῦξαι περικαλλέα νηὸν

  ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε μοι αἰεὶ

  ἐνθάδ' ἀγινήσουσι τεληέσσας ἑκατόμβας,

  ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν,

  ἠδ' ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,

  χρησόμενοι· τοῖσιν δ' ἄρ' ἐγὼ νημερτέα βουλὴν

  πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.

  ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων

  εὐρέα καὶ μάλα μακρὰ διηνεκές· αὐτὰρ ἐπ' αὐτοῖς

  λάινον οὐδὸν ἔθηκε Τροφώνιος ἠδ' Ἀγαμήδης,

  υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν·

  ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλ' ἀνθρώπων

  ξεστοῖσιν λάεσσιν, ἀοίδιμον ἔμμεναι αἰεί.

  ἀγχοῦ δὲ κρήνη καλλίρροος, ἔνθα δράκαιναν

  κτεῖνεν ἄναξ, Διὸς υἱός, ἀπὸ κρατεροῖο βιοῖο,

  ζατρεφέα, μεγάλην, τέρας ἄγριον, ἣ κακὰ πολλὰ

  ἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτούς,

  πολλὰ δὲ μῆλα ταναύποδ', ἐπεὶ πέλε πῆμα δαφοινόν.

  καὶ ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρης

  δεινόν τ' ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν·

 

‹ Prev