Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 694
Complete Works of Homer Page 694

by Homer


  καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.

  αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε,

  ἔρχεσθαί θ' ἅμ' ἐμοὶ καὶ ἰηπαιήον' ἀείδειν,

  εἰς ὅ κε χῶρον ἵκησθον, ἵν' ἕξετε πίονα νηόν.

  ὣς ἔφαθ'· οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο.

  ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας,

  ἱστὸν δ' ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες·

  ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης.

  ἐκ δ' ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆ' ἐρύσαντο

  ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ' ἕρματα μακρὰ τάνυσσαν·

  καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης·

  πῦρ δ' ἐπικαίοντες ἐπί τ' ἄλφιτα λευκὰ θύοντες

  εὔχονθ', ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν.

  δόρπον ἔπειθ' εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ

  καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.

  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

  βάν ῥ' ἴμεν· ἦρχε δ' ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,

  φόρμιγγ' ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων,

  καλὰ καὶ ὕψι βιβάς· οἳ δὲ ῥήσσοντες ἕποντο

  Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήον' ἄειδον,

  οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσα

  ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν.

  ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δ' ἵκοντο

  Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθ' ἄρ' ἔμελλον

  οἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι·

  δεῖξε δ' ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν.

  τῶν δ' ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·

  τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·

  ὦ ἄνα, εἰ δὴ τῆλε φίλων καὶ πατρίδος αἴης

  ἤγαγες· οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ·

  πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν.

  οὔτε τρυγηφόρος ἥδε γ' ἐπήρατος οὔτ' εὐλείμων,

  ὥστ' ἀπό τ' εὖ ζώειν καὶ ἅμ' ἀνθρώποισιν ὀπάζειν.

  τοὺς δ' ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων·

  νήπιοι ἄνθρωποι, δυστλήμονες, οἳ μελεδῶνας

  βούλεσθ' ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ·

  ῥηίδιον ἔπος ὔμμ' ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω,

  δεξιτερῇ μάλ' ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν,

  σφάζειν αἰεὶ μῆλα· τὰ δ' ἄφθονα πάντα παρέσται,

  ὅσσα τ' ἐμοί κ' ἀγάγωσι περικλυτὰ φῦλ' ἀνθρώπων·

  νηὸν δὲ προφύλαχθε, δέδεχθε δὲ φῦλ' ἀνθρώπων

  ἐνθάδ' ἀγειρομένων καὶ ἐμὴν ἰθύν τε μάλιστα.

  [δείκνυσθε θνητοῖσι· σὺ δὲ φρεσὶ δέξο θέμιστα.

  ν"β"εἰ δέ τις ἀφραδίῃς οὐ πείσεται, ἀλλ' ἀλογήσει]

  ἠέ τι τηΰσιον ἔπος ἔσσεται ἠέ τι ἔργον

  ὕβρις θ', ἣ θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων,

  ἄλλοι ἔπειθ' ὑμῖν σημάντορες ἄνδρες ἔσονται,

  τῶν ὑπ' ἀναγκαίῃ δεδμήσεσθ' ἤματα πάντα.

  εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.

  καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Λητοῦς υἱέ·

  αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.

  Εἲς Ἑρμῆν

  Ἑρμῆν ὕμνει, Μοῦσα, Διὸς καὶ Μαιάδος υἱόν,

  Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,

  ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,

  νύμφη ἐυπλόκαμος, Διὸς ἐν φιλότητι μιγεῖσα,

  αἰδοίη· μακάρων δὲ θεῶν ἠλεύαθ' ὅμιλον,

  ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίων

  νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,

  ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην,

  λήθων ἀθανάτους τε θεοὺς θνητούς τ' ἀνθρώπους.

  ἀλλ' ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο,

  τῇ δ' ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο,

  εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο·

  καὶ τότ' ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην,

  ληιστῆρ', ἐλατῆρα βοῶν, ἡγήτορ' ὀνείρων,

  νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχ' ἔμελλεν

  ἀμφανέειν κλυτὰ ἔργα μετ' ἀθανάτοισι θεοῖσιν.

  ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν,

  ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος

  τετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα.

  ὃς καί, ἐπειδὴ μητρὸς ἀπ' ἀθανάτων θόρε γυίων,

  οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ,

  ἀλλ' ὅ γ' ἀναΐξας ζήτει βόας Ἀπόλλωνος

  οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο.

  ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον·

  Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατ' ἀοιδόν·

  ἥ ῥά οἱ ἀντεβόλησεν ἐπ' αὐλείῃσι θύρῃσι

  βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην,

  σαῦλα ποσὶν βαίνουσα· Διὸς δ' ἐριούνιος υἱὸς

  ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε·

  σύμβολον ἤδη μοι μέγ' ὀνήσιμον· οὐκ ὀνοτάζω.

  χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη,

  ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμα

  αἰόλον ὄστρακον ἕσσο χέλυς ὄ�
�εσι ζώουσα;

  ἀλλ' οἴσω ς' ἐς δῶμα λαβών· ὄφελός τι μοι ἔσσῃ,

  οὐδ' ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις

  οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν·

  ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα

  ζώους'· ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις.

  ὣς ἂρ' ἔφη· καὶ χερσὶν ἅμ' ἀμφοτέρῃσιν ἀείρας

  ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα.

  ἔνθ' ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου

  αἰῶν' ἐξετόρησεν ὀρεσκώοιο χελώνης.

  ὡς δ' ὁπότ' ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ

  ἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι,

  ἢ ὅτε δινηθῶσιν ἀπ' ὀφθαλμῶν ἀμαρυγαί,

  ὣς ἅμ' ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς.

  πῆξε δ' ἄρ' ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο

  πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης.

  ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι

  καὶ πήχεις ἐνέθηκ', ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν,

  ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς.

  αὐτὰρ ἐπεὶ δὴ τεῦξε, φέρων, ἐρατεινὸν ἄθυρμα,

  πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δ' ὑπὸ χειρὸς

  σμερδαλέον κονάβησε· θεὸς δ' ὑπὸ καλὸν ἄειδεν

  ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροι

  ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν,

  ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον,

  ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι,

  ἥν τ' αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων·

  ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης

  καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας.

  καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα.

  καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ,

  φόρμιγγα γλαφυρήν· ὃ δ' ἄρα κρειῶν ἐρατίζων

  ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο

  ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίν, οἶά τε φῶτες

  φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ.

  ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδε

  αὐτοῖσίν θ' ἵπποισι καὶ ἅρμασιν· αὐτὰρ ἄρ' Ἑρμῆς

  Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα,

  ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον

  βοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς.

  τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης,

  πεντήκοντ' ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους.

  πλανοδίας δ' ἤλαυνε διὰ ψαμαθώδεα χῶρον

  ἴχνι' ἀποστρέψας· δολίης δ' οὐ λήθετο τέχνης

  ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν,

  τὰς δ' ὄπιθεν πρόσθεν· κατὰ δ' ἔμπαλιν αὐτὸς ἔβαινε.

  σάνδαλα δ' αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν,

  ἄφραστ' ἠδ' ἀνόητα διέπλεκε, θαυματὰ ἔργα,

  συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους.

  τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕλης

  ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα

  αὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης

  ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων,

  οἷά τ' ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.

  τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν

  ἱέμενον πεδίονδε δι' Ὀγχηστὸν λεχεποίην

  τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός·

  ὦ γέρον, ὅστε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους,

  ἦ πολυοινήσεις, εὖτ' ἂν τάδε πάντα φέρῃσι,

  [εἴ κε πίθῃ, μάλα περ μεμνημένος ἐν φρεσὶ σῇσι]

  καί τε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας,

  καὶ σιγᾶν ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ.

  τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα.

  πολλὰ δ' ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς

  καὶ πεδί' ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς.

  ὀρφναίη δ' ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ,

  ἡ πλείων, τάχα δ' ὄρθρος ἐγίγνετο δημιοεργός·

  ἣ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη,

  Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος.

  τῆμος ἐπ' Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς

  Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους.

  ἀκμῆτες δ' ἵκανον ἐπ' αὔλιον ὑψιμέλαθρον

  καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος.

  ἔνθ' ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους

  καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας,

  λωτὸν ἐρεπτομένας ἠδ' ἑρσήεντα κύπειρον·

  σὺν δ' ἐφόρει ξύλα πολλά, πυρὸς δ' ἐπεμαίετο τέχνην.

  δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ

  ... ἄρμενον ἐν παλάμῃ· ἄμπνυτο δὲ θερμὸς ἀυτμή·

  Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τ' ἀνέδωκε.

  πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ

  οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά· λάμπετο δὲ φλὸξ

  τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο.

  ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο,

  τόφρα δ' ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε

  δοιὰς ἄγχι πυρό�
�· δύναμις δέ οἱ ἕσπετο πολλή.

  ἀμφοτέρας δ' ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας·

  ἀγκλίνων δ' ἐκύλινδε δι' αἰῶνας τετορήσας.

  ἔργῳ δ' ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ·

  ὤπτα δ' ἀμφ' ὀβελοῖσι πεπαρμένα δουρατέοισι

  σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα

  ἐργμένον ἐν χολάδεσσι· τὰ δ' αὐτοῦ κεῖτ' ἐπὶ χώρης·

  ῥινοὺς δ' ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ,

  ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι,

  δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον· αὐτὰρ ἔπειτα

  Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα

  λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας

  κληροπαλεῖς· τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ.

  ἔνθ' ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς·

  ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα

  ἡδεῖ'· ἀλλ' οὐδ' ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ,

  καί τε μάλ' ἱμείροντι, περῆν ἱερῆς κατὰ δειρῆς.

  ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον,

  δημὸν καὶ κρέα πολλά, μετήορα δ' αἶψ' ἀνάειρε,

  σῆμα νέης φωρῆς· ἐπὶ δὲ ξύλα κάγκαν' ἀγείρας

  οὐλόποδ', οὐλοκάρηνα πυρὸς κατεδάμνατ' ἀυτμῇ.

  αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων,

  σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην·

  ἀνθρακιὴν δ' ἐμάρανε, κόνιν δ' ἀμάθυνε μέλαιναν

  παννύχιος· καλὸν δὲ φόως κατέλαμπε Σελήνης.

  Κυλλήνης δ' αἶψ' αὖτις ἀφίκετο δῖα κάρηνα

 

‹ Prev