Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 697
Complete Works of Homer Page 697

by Homer


  μήτε θεὸν μήτ' ἄνδρα Διὸς γόνον· ἐκ δὲ τέλειον

  [αἰετὸν ἧκε πατήρ· ὁ δ' ἐπώμοσεν· ἦ σε μάλ' οἶον]

  σύμβολον ἀθανάτων ποιήσομαι ἠδ' ἅμα πάντων,

  πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον· αὐτὰρ ἔπειτα

  ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον,

  χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει

  πάντας ἐπικραίνους' ἄθλους ἐπέων τε καὶ ἔργων

  τῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς.

  μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις,

  οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τιν' ἄλλον

  ἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος· αὐτὰρ ἐγώ γε

  πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον,

  μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων

  ἄλλον γ' εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν.

  καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε

  θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς.

  ἀνθρώπων δ' ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω,

  πολλὰ περιτροπέων ἀμεγάρτων φῦλ' ἀνθρώπων.

  καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ

  φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν·

  οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδ' ἀπατήσω.

  ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι

  μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν

  ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων,

  φήμ', ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην.

  ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲ

  καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον·

  σεμναὶ γὰρ τινες εἰσί, κασίγνηται γεγαυῖαι,

  παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι,

  τρεῖς· κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά,

  οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο,

  μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ

  παῖς ἔτ' ἐὼν μελέτησα· πατὴρ δ' ἐμὸς οὐκ ἀλέγιζεν,

  ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη

  κηρία βόσκονται καὶ τε κραίνουσιν ἕκαστα.

  αἳ δ' ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν,

  προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν·

  ἢν δ' ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν,

  ψεύδονται δὴ ἔπειτα δι' ἀλλήλων δονέουσαι.

  τάς τοι ἔπειτα δίδωμι· σὺ δ' ἀτρεκέως ἐρεείνων

  σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς,

  πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι.

  ταῦτ' ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς

  ἵππους τ' ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς.

  [ὡς ἔφατ'· οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι

  ν"β"θῆκε τέλος· πᾶσιν δ' ἄρ' ὅ γ' οἰωνοῖσι κέλευσεν

  καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι

  καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών,

  πᾶσι δ' ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν,

  οἶον δ' εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι,

  ὅς τ' ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον.

  οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων

  παντοίῃ φιλότητι· χάριν δ' ἐπέθηκε Κρονίων.

  πᾶσι δ' ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ.

  παῦρα μὲν οὖν ὀνίνησι, τὸ δ' ἄκριτον ἠπεροπεύει

  νύκτα δι' ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων.

  καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος, υἱέ·

  αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.

  Εἲς Ἀφροδίτηνη

  λμοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης,

  Κύπριδος, ἥτε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε

  καί τ' ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων

  οἰωνούς τε διιπετέας καὶ θηρία πάντα,

  ἠμὲν ὅς' ἤπειρος πολλὰ τρέφει ἠδ' ὅσα πόντος·

  πᾶσιν δ' ἔργα μέμηλεν ἐυστεφάνου Κυθερείης.

  τρισσὰς δ' οὐ δύναται πεπιθεῖν φρένας οὐδ' ἀπατῆσαι·

  κούρην τ' αἰγιόχοιο Διός, γλαυκῶπιν Ἀθήνην·

  οὐ γὰρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης,

  ἀλλ' ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος

  ὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργ' ἀλεγύνειν.

  πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε

  ποιῆσαι σατίνας τε καὶ ἅρματα ποικίλα χαλκῷ.

  ἣ δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν

  ἀγλαὰ ἔργ' ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ.

  οὐδέ ποτ' Ἀρτέμιδα χρυσηλάκατον, κελαδεινὴν

  δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη.

  καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν,

  φόρμιγγές τε χοροί τε διαπρύσιοί τ' ὀλολυγαὶ

  ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν.

  οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργ' Ἀφροδίτης,

  Ἰστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης,

  αὖτις δ' ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο,

  πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων·

  ἣ δὲ μαλ' οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν·

  ὤμοσε �
�ὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν,

  ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο,

  παρθένος ἔσσεσθαι πάντ' ἤματα, δῖα θεάων.

  τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο

  καὶ τε μέσῳ οἴκῳ κατ' ἄρ' ἕζετο πῖαρ ἑλοῦσα.

  πᾶσιν δ' ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι

  καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται.

  τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδ' ἀπατῆσαι·

  τῶν δ' ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστ' Ἀφροδίτην

  οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.

  καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου,

  ὅστε μέγιστός τ' ἐστὶ μεγίστης τ' ἔμμορε τιμῆς.

  καί τε τοῦ, εὖτ' ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσα

  ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν,

  Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχου τε,

  ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι.

  κυδίστην δ' ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης

  μήτηρ τε Ῥείη· Ζεὺς δ' ἄφθιτα μήδεα εἰδὼς

  αἰδοίην ἄλοχον ποιήσατο κέδν' εἰδυῖαν.

  τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ

  ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα

  μηδ' αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη,

  καί ποτ' ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν

  ἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη,

  ὤς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί,

  καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν,

  ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις.

  Ἀγχίσεω δ' ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ,

  ὃς τότ' ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης

  βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς.

  τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη

  ἠράσατ', ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν.

  ἐς Κύπρον δ' ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν,

  ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης.

  ἐνθ' ἥ γ' εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς·

  ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ

  ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,

  ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν.

  ἑσσαμένη δ' εὖ πάντα περὶ χροῒ εἵματα καλὰ

  χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη

  σεύατ' ἐπὶ Τροίης προλιποῦς' εὐώδεα Κύπρον,

  ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.

  Ἴδην δ' ἵκανεν πολυπίδακα, μητέρα θηρῶν,

  βῆ δ' ἰθὺς σταθμοῖο δι' οὔρεος· οἳ δὲ μετ' αὐτὴν

  σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες,

  ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι

  ἤισαν· ἣ δ' ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν

  καὶ τοῖς ἐν στήθεσσι βάλ' ἵμερον· οἳ δ' ἅμα πάντες

  σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους·

  αὐτὴ δ' ἐς κλισίας εὐποιήτους ἀφίκανε·

  τὸν δ' εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπ' ἄλλων

  Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα.

  οἳ δ' ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας

  πάντες· ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπ' ἄλλων

  πωλεῖτ' ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων.

  στῆ δ' αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη

  παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη,

  μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας.

  Ἀγχίσης δ' ὁρόων ἐφράζετο θαύμαινέν τε

  εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα.

  πέπλόν μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς,

  καλόν, χρύσειον, παμποίκιλον· ὡς δὲ σελήνη

  στήθεσιν ἀμφ' ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι·

  εἶχε δ' ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς·

  ὅρμοι δ' ἀμφ' ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν.

  Ἀγχίσην δ' ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα·

  χαῖρε, ἄνασς', ἥ τις μακάρων τάδε δώμαθ' ἱκάνεις,

  Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη

  ἢ Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη,

  ἤ πού τις Χαρίτων δεῦρ' ἤλυθες, αἵτε θεοῖσι

  πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται,

  ἤ τις Νυμφάων, αἵτ' ἄλσεα καλὰ νέμονται

  ἢ Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσι

  καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα.

  σοὶ δ' ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ,

  βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ

  ὥρῃσιν πάσῃσι. σὺ δ' εὔφρονα θυμὸν ἔχουσα

  δός με μετὰ Τρώεσσιν ἀριπρεπέ' ἔμμεναι ἄνδρα,

  ποίει δ' ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμ' αὐτὸν

  δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο,

  ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι.

  τὸν δ' ἠμείβετ' ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·

  Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων,

  οὔ τίς τοι θεός εἰμι· τί μ' ἀθανάτῃσιν ἐίσκεις;

  ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ.

  Ὀτρεὺς δ' ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που �
�κούεις,

  ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει.

  γλῶσσαν δ' ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα.

  Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν· ἣ δὲ διαπρὸ

  σμικρὴν παῖδ' ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα.

  ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα.

  νῦν δέ μ' ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης

  ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς.

  πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι

  παίζομεν, ἀμφὶ δ' ὅμιλος ἀπείριτος ἐστεφάνωτο.

  ἔνθεν μ' ἥρπαξε χρυσόρραπις Ἀργειφόντης·

  πολλὰ δ' ἔπ' ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων,

  πολλὴν δ' ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες

  ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους·

  οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης·

  Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι

  κουριδίην ἄλοχον, σοὶ δ' ἀγλαὰ τέκνα τεκεῖσθαι.

  αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, ἦ τοι ὅ γ' αὖτις

  ἀθανάτων μετὰ φῦλ' ἀπέβη κρατὺς Ἀργειφόντης·

  αὐτὰρ ἐγώ ς' ἱκόμην, κρατερὴ δέ μοι ἔπλετ' ἀνάγκη.

  ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων

  ἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν·

  ἀδμήτην μ' ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος

  πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδν' εἰδυίῃ

  σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν.

  οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλ' εἰκυῖα.

 

‹ Prev