Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 283
Delphi Septuagint Page 283

by Lancelot C L Brenton (ed)


  CHAPTER 12

  [1] Καὶ ταῦτα τὰ προστάγματα καὶ αἱ κρίσεις, ἃς φυλάξετε τοῦ ποιεῖν ἐπὶ τῆς γῆς, ἧς κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ, πάσας τὰς ἡμέρας, ἃς ὑμεῖς ζῆτε ἐπὶ τῆς γῆς. [2] ἀπωλείᾳ ἀπολεῖτε πάντας τοὺς τόπους, ἐν οἷς ἐλάτρευσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν οὓς ὑμεῖς κληρονομεῖτε αὐτούς, ἐπὶ τῶν ὀρέων τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν θινῶν καὶ ὑποκάτω δένδρου δασέος [3] καὶ κατασκάψετε τοὺς βωμοὺς αὐτῶν καὶ συντρίψετε τὰς στήλας αὐτῶν καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου. [4] οὐ ποιήσετε οὕτως κυρίῳ τῷ θεῷ ὑμῶν, [5] ἀλλ’ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεὸς ὑμῶν ἐν μιᾷ τῶν φυλῶν ὑμῶν ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐπικληθῆναι, καὶ ἐκζητήσετε καὶ εἰσελεύσεσθε ἐκεῖ [6] καὶ οἴσετε ἐκεῖ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ θυσιάσματα ὑμῶν καὶ τὰς ἀπαρχὰς ὑμῶν καὶ τὰς εὐχὰς ὑμῶν καὶ τὰ ἑκούσια ὑμῶν καὶ τὰ πρωτότοκα τῶν βοῶν ὑμῶν καὶ τῶν προβάτων ὑμῶν [7] καὶ φάγεσθε ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ εὐφρανθήσεσθε ἐπὶ πᾶσιν, οὗ ἂν τὴν χεῖρα ἐπιβάλητε, ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, καθότι εὐλόγησέν σε κύριος ὁ θεός σου. [8] οὐ ποιήσετε πάντα, ἃ ἡμεῖς ποιοῦμεν ὧδε σήμερον, ἕκαστος τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ· [9] οὐ γὰρ ἥκατε ἕως τοῦ νῦν εἰς τὴν κατάπαυσιν καὶ εἰς τὴν κληρονομίαν, ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν. [10] καὶ διαβήσεσθε τὸν Ιορδάνην καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς κύριος ὁ θεὸς ὑμῶν κατακληρονομεῖ ὑμῖν, καὶ καταπαύσει ὑμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ὑμῶν τῶν κύκλῳ, καὶ κατοικήσετε μετὰ ἀσφαλείας. [11] καὶ ἔσται ὁ τόπος, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεὸς ὑμῶν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ἐκεῖ οἴσετε πάντα, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ θυσιάσματα ὑμῶν καὶ τὰ ἐπιδέκατα ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν καὶ τὰ δόματα ὑμῶν καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν, ὅσα ἐὰν εὔξησθε τῷ θεῷ ὑμῶν, [12] καὶ εὐφρανθήσεσθε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οἱ παῖδες ὑμῶν καὶ αἱ παιδίσκαι ὑμῶν καὶ ὁ Λευίτης ὁ ἐπὶ τῶν πυλῶν ὑμῶν, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μεθ’ ὑμῶν. [13] πρόσεχε σεαυτῷ μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἴδῃς, [14] ἀλλ’ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐν μιᾷ τῶν φυλῶν σου, ἐκεῖ ἀνοίσεις τὰ ὁλοκαυτώματά σου καὶ ἐκεῖ ποιήσεις πάντα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον. [15] ἀλλ’ ἢ ἐν πάσῃ ἐπιθυμίᾳ σου θύσεις καὶ φάγῃ κρέα κατὰ τὴν εὐλογίαν κυρίου τοῦ θεοῦ σου, ἣν ἔδωκέν σοι ἐν πάσῃ πόλει· ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ἐπὶ τὸ αὐτὸ φάγεται αὐτὸ ὡς δορκάδα ἢ ἔλαφον· [16] πλὴν τὸ αἷμα οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ. [17] οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσίν σου τὸ ἐπιδέκατον τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου καὶ πάσας εὐχάς, ὅσας ἂν εὔξησθε, καὶ τὰς ὁμολογίας ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, [18] ἀλλ’ ἢ ἐναντίον κυρίου τοῦ θεοῦ σου φάγῃ αὐτὰ ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτῷ, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσιν ὑμῶν, καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐπὶ πάντα, οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου. [19] πρόσεχε σεαυτῷ μὴ ἐγκαταλίπῃς τὸν Λευίτην πάντα τὸν χρόνον, ὅσον ἐὰν ζῇς ἐπὶ τῆς γῆς. [20] Ἐὰν δὲ ἐμπλατύνῃ κύριος ὁ θεός σου τὰ ὅριά σου, καθάπερ ἐλάλησέν σοι, καὶ ἐρεῖς Φάγομαι κρέα, ἐὰν ἐπιθυμήσῃ ἡ ψυχή σου ὥστε φαγεῖν κρέα, ἐν πάσῃ ἐπιθυμίᾳ τῆς ψυχῆς σου φάγῃ κρέα. [21] ἐὰν δὲ μακρότερον ἀπέχῃ σου ὁ τόπος, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, καὶ θύσεις ἀπὸ τῶν βοῶν σου καὶ ἀπὸ τῶν προβάτων σου, ὧν ἂν δῷ ὁ θεός σοι, ὃν τρόπον ἐνετειλάμην σοι, καὶ φάγῃ ἐν ταῖς πόλεσίν σου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου· [22] ὡς ἔσθεται ἡ δορκὰς καὶ ἡ ἔλαφος, οὕτως φάγῃ αὐτό, ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται. [23] πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα, ὅτι τὸ αἷμα αὐτοῦ ψυχή· οὐ βρωθήσεται ἡ ψυχὴ μετὰ τῶν κρεῶν, [24] οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ· [25] οὐ φάγῃ αὐτό, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου. [26] πλὴν τὰ ἅγιά σου, ἐὰν γένηταί σοι, καὶ τὰς εὐχάς σου λαβὼν ἥξεις εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, [27] καὶ ποιήσεις τὰ ὁλοκαυτώματά σου· τὰ κρέα ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον κυρίου τοῦ θεοῦ σου, τὸ δὲ αἷμα τῶν θυσιῶν σου προσχεεῖς πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου κυρίου τοῦ θεοῦ σου, τὰ δὲ κρέα φάγῃ. [28] φυλάσσου καὶ ἄκουε καὶ ποιήσεις πάντας τοὺς λόγους, οὓς ἐγὼ ἐντέλλομαί σοι, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου δι’ αἰῶνος, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεο
ῦ σου. [29] Ἐὰν δὲ ἐξολεθρεύσῃ κύριος ὁ θεός σου τὰ ἔθνη, εἰς οὓς σὺ εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀπὸ προσώπου σου καὶ κατακληρονομήσῃς αὐτοὺς καὶ κατοικήσῃς ἐν τῇ γῇ αὐτῶν, [30] πρόσεχε σεαυτῷ μὴ ἐκζητήσῃς ἐπακολουθῆσαι αὐτοῖς μετὰ τὸ ἐξολεθρευθῆναι αὐτοὺς ἀπὸ προσώπου σου· οὐ μὴ ἐκζητήσῃς τοὺς θεοὺς αὐτῶν λέγων Πῶς ποιοῦσιν τὰ ἔθνη ταῦτα τοῖς θεοῖς αὐτῶν; ποιήσω κἀγώ. [31] οὐ ποιήσεις οὕτως κυρίῳ τῷ θεῷ σου· τὰ γὰρ βδελύγματα, ἃ κύριος ἐμίσησεν, ἐποίησαν τοῖς θεοῖς αὐτῶν, ὅτι τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν.

  CHAPTER 13

  [1] Πᾶν ῥῆμα, ὃ ἐγὼ ἐντέλλομαί σοι σήμερον, τοῦτο φυλάξῃ ποιεῖν· οὐ προσθήσεις ἐπ’ αὐτὸ οὐδὲ ἀφελεῖς ἀπ’ αὐτοῦ. [2] Ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος ἐνύπνιον καὶ δῷ σοι σημεῖον ἢ τέρας [3] καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας, ὃ ἐλάλησεν πρὸς σὲ λέγων Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὓς οὐκ οἴδατε, [4] οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο, ὅτι πειράζει κύριος ὁ θεὸς ὑμᾶς εἰδέναι εἰ ἀγαπᾶτε κύριον τὸν θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. [5] ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ αὐτὸν φοβηθήσεσθε καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξεσθε καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε καὶ αὐτῷ προστεθήσεσθε. [6] καὶ ὁ προφήτης ἐκεῖνος ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος ἐκεῖνος ἀποθανεῖται· ἐλάλησεν γὰρ πλανῆσαί σε ἀπὸ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου τοῦ λυτρωσαμένου σε ἐκ τῆς δουλείας ἐξῶσαί σε ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλατό σοι κύριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτῇ· καὶ ἀφανιεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. [7] Ἐὰν δὲ παρακαλέσῃ σε ὁ ἀδελφός σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου ἢ ὁ υἱός σου ἢ ἡ θυγάτηρ σου ἢ ἡ γυνὴ ἡ ἐν κόλπῳ σου ἢ ὁ φίλος ὁ ἴσος τῆς ψυχῆς σου λάθρᾳ λέγων Βαδίσωμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὓς οὐκ ᾔδεις σὺ καὶ οἱ πατέρες σου, [8] ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν τῶν ἐγγιζόντων σοι ἢ τῶν μακρὰν ἀπὸ σοῦ ἀπ’ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, [9] οὐ συνθελήσεις αὐτῷ καὶ οὐκ εἰσακούσῃ αὐτοῦ, καὶ οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτῷ, οὐκ ἐπιποθήσεις ἐπ’ αὐτῷ οὐδ’ οὐ μὴ σκεπάσῃς αὐτόν· [10] ἀναγγέλλων ἀναγγελεῖς περὶ αὐτοῦ, αἱ χεῖρές σου ἔσονται ἐπ’ αὐτὸν ἐν πρώτοις ἀποκτεῖναι αὐτόν, καὶ αἱ χεῖρες παντὸς τοῦ λαοῦ ἐπ’ ἐσχάτῳ, [11] καὶ λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις, καὶ ἀποθανεῖται, ὅτι ἐζήτησεν ἀποστῆσαί σε ἀπὸ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας. [12] καὶ πᾶς Ισραηλ ἀκούσας φοβηθήσεται καὶ οὐ προσθήσουσιν ἔτι ποιῆσαι κατὰ τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν. [13] Ἐὰν δὲ ἀκούσῃς ἐν μιᾷ τῶν πόλεών σου, ὧν κύριος ὁ θεός σου δίδωσίν σοι κατοικεῖν σε ἐκεῖ, λεγόντων [14] Ἐξήλθοσαν ἄνδρες παράνομοι ἐξ ὑμῶν καὶ ἀπέστησαν πάντας τοὺς κατοικοῦντας τὴν πόλιν αὐτῶν λέγοντες Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὓς οὐκ ᾔδειτε, [15] καὶ ἐρωτήσεις καὶ ἐραυνήσεις σφόδρα, καὶ ἰδοὺ ἀληθὴς σαφῶς ὁ λόγος, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ὑμῖν, [16] ἀναιρῶν ἀνελεῖς πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ἐκείνῃ ἐν φόνῳ μαχαίρας, ἀναθέματι ἀναθεματιεῖτε αὐτὴν καὶ πάντα τὰ ἐν αὐτῇ [17] καὶ πάντα τὰ σκῦλα αὐτῆς συνάξεις εἰς τὰς διόδους αὐτῆς καὶ ἐμπρήσεις τὴν πόλιν ἐν πυρὶ καὶ πάντα τὰ σκῦλα αὐτῆς πανδημεὶ ἐναντίον κυρίου τοῦ θεοῦ σου, καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰῶνα, οὐκ ἀνοικοδομηθήσεται ἔτι. [18] οὐ προσκολληθήσεται ἐν τῇ χειρί σου οὐδὲν ἀπὸ τοῦ ἀναθέματος, ἵνα ἀποστραφῇ κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ καὶ δώσει σοι ἔλεος καὶ ἐλεήσει σε καὶ πληθυνεῖ σε, ὃν τρόπον ὤμοσεν κύριος τοῖς πατράσιν σου, [19] ἐὰν ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ποιεῖν τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου.

 

‹ Prev