Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 324
Delphi Septuagint Page 324

by Lancelot C L Brenton (ed)


  CHAPTER 3

  [1] Καὶ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου Σαουλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυιδ· καὶ ὁ οἶκος Δαυιδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ ὁ οἶκος Σαουλ ἐπορεύετο καὶ ἠσθένει. [2] Καὶ ἐτέχθησαν τῷ Δαυιδ υἱοὶ ἐν Χεβρων, καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ Αμνων τῆς Αχινοομ τῆς Ιεζραηλίτιδος, [3] καὶ ὁ δεύτερος αὐτοῦ Δαλουια τῆς Αβιγαιας τῆς Καρμηλίας, καὶ ὁ τρίτος Αβεσσαλωμ υἱὸς Μααχα θυγατρὸς Θολμι βασιλέως Γεσιρ, [4] καὶ ὁ τέταρτος Ορνια υἱὸς Φεγγιθ, καὶ ὁ πέμπτος Σαβατια τῆς Αβιταλ, [5] καὶ ὁ ἕκτος Ιεθερααμ τῆς Αιγλα γυναικὸς Δαυιδ· οὗτοι ἐτέχθησαν τῷ Δαυιδ ἐν Χεβρων. [6] Καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀνὰ μέσον τοῦ οἴκου Σαουλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυιδ καὶ Αβεννηρ ἦν κρατῶν τοῦ οἴκου Σαουλ. [7] καὶ τῷ Σαουλ παλλακὴ Ρεσφα θυγάτηρ Ιαλ· καὶ εἶπεν Μεμφιβοσθε υἱὸς Σαουλ πρὸς Αβεννηρ Τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου; [8] καὶ ἐθυμώθη σφόδρα Αβεννηρ περὶ τοῦ λόγου Μεμφιβοσθε, καὶ εἶπεν Αβεννηρ πρὸς αὐτόν Μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι; ἐποίησα ἔλεος σήμερον μετὰ τοῦ οἴκου Σαουλ τοῦ πατρός σου καὶ περὶ ἀδελφῶν καὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυιδ· καὶ ἐπιζητεῖς ἐπ’ ἐμὲ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον; [9] τάδε ποιήσαι ὁ θεὸς τῷ Αβεννηρ καὶ τάδε προσθείη αὐτῷ, ὅτι καθὼς ὤμοσεν κύριος τῷ Δαυιδ, ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ [10] περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαουλ καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυιδ ἐπὶ Ισραηλ καὶ ἐπὶ τὸν Ιουδαν ἀπὸ Δαν ἕως Βηρσαβεε. [11] καὶ οὐκ ἠδυνάσθη ἔτι Μεμφιβοσθε ἀποκριθῆναι τῷ Αβεννηρ ῥῆμα ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν. [12] Καὶ ἀπέστειλεν Αβεννηρ ἀγγέλους πρὸς Δαυιδ εἰς Θαιλαμ, οὗ ἦν παραχρῆμα, λέγων Διάθου διαθήκην σου μετ’ ἐμοῦ, καὶ ἰδοὺ ἡ χείρ μου μετὰ σοῦ τοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον Ισραηλ. [13] καὶ εἶπεν Δαυιδ Ἐγὼ καλῶς διαθήσομαι πρὸς σὲ διαθήκην, πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων Οὐκ ὄψει τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀγάγῃς τὴν Μελχολ θυγατέρα Σαουλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου. [14] καὶ ἐξαπέστειλεν Δαυιδ πρὸς Μεμφιβοσθε υἱὸν Σαουλ ἀγγέλους λέγων Ἀπόδος μοι τὴν γυναῖκά μου τὴν Μελχολ, ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων. [15] καὶ ἀπέστειλεν Μεμφιβοσθε καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς, παρὰ Φαλτιηλ υἱοῦ Σελλης. [16] καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτῆς μετ’ αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακιμ· καὶ εἶπεν πρὸς αὐτὸν Αβεννηρ Πορεύου ἀνάστρεφε· καὶ ἀνέστρεψεν. – [17] καὶ εἶπεν Αβεννηρ πρὸς τοὺς πρεσβυτέρους Ισραηλ λέγων Ἐχθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυιδ βασιλεύειν ἐφ’ ὑμῶν· [18] καὶ νῦν ποιήσατε, ὅτι κύριος ἐλάλησεν περὶ Δαυιδ λέγων Ἐν χειρὶ τοῦ δούλου μου Δαυιδ σώσω τὸν Ισραηλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν. [19] καὶ ἐλάλησεν Αβεννηρ ἐν τοῖς ὠσὶν Βενιαμιν. καὶ ἐπορεύθη Αβεννηρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυιδ εἰς Χεβρων πάντα, ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς Ισραηλ καὶ ἐν ὀφθαλμοῖς παντὸς οἴκου Βενιαμιν. [20] Καὶ ἦλθεν Αβεννηρ πρὸς Δαυιδ εἰς Χεβρων καὶ μετ’ αὐτοῦ εἴκοσι ἄνδρες. καὶ ἐποίησεν Δαυιδ τῷ Αβεννηρ καὶ τοῖς ἀνδράσιν τοῖς μετ’ αὐτοῦ πότον. [21] καὶ εἶπεν Αβεννηρ πρὸς Δαυιδ Ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ισραηλ καὶ διαθήσομαι μετὰ σοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν, οἷς ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ ἀπέστειλεν Δαυιδ τὸν Αβεννηρ, καὶ ἐπορεύθη ἐν εἰρήνῃ. – [22] καὶ ἰδοὺ οἱ παῖδες Δαυιδ καὶ Ιωαβ παρεγίνοντο ἐκ τῆς ἐξοδίας καὶ σκῦλα πολλὰ ἔφερον μετ’ αὐτῶν· καὶ Αβεννηρ οὐκ ἦν μετὰ Δαυιδ εἰς Χεβρων, ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνῃ. [23] καὶ Ιωαβ καὶ πᾶσα ἡ στρατιὰ αὐτοῦ ἤχθησαν, καὶ ἀπηγγέλη τῷ Ιωαβ λέγοντες Ἥκει Αβεννηρ υἱὸς Νηρ πρὸς Δαυιδ, καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπῆλθεν ἐν εἰρήνῃ. [24] καὶ εἰσῆλθεν Ιωαβ πρὸς τὸν βασιλέα καὶ εἶπεν Τί τοῦτο ἐποίησας; ἰδοὺ ἦλθεν Αβεννηρ πρὸς σέ, καὶ ἵνα τί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ; [25] ἦ οὐκ οἶδας τὴν κακίαν Αβεννηρ υἱοῦ Νηρ, ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα, ὅσα σὺ ποιεῖς; [26] καὶ ἀνέστρεψεν Ιωαβ ἀπὸ τοῦ Δαυιδ καὶ ἀπέστειλεν ἀγγέλους ὀπίσω Αβεννηρ, καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ Σειραμ· καὶ Δαυιδ οὐκ ᾔδει. [27] καὶ ἐπέστρεψεν Αβεννηρ εἰς Χεβρων, καὶ ἐξέκλινεν αὐτὸν Ιωαβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν ἐνεδρεύων καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ ἐπὶ τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἵματι Ασαηλ τοῦ ἀδελφοῦ Ιωαβ. [28] Καὶ ἤκουσεν Δαυιδ μετὰ ταῦτα καὶ εἶπεν Ἀθῷός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ κυρίου ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Αβεννηρ υἱοῦ Νηρ· [29] καταντησάτωσαν ἐπὶ κεφαλὴν Ιωαβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλίποι ἐκ τοῦ οἴκου Ιωαβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατῶν σκυτάλης καὶ πίπτων ἐν ῥομφαίᾳ καὶ ἐλασσούμενος ἄρτοις. [30] Ιωαβ δὲ καὶ Αβεσσα ὁ ἀδελφὸς αὐτοῦ διεπαρετηροῦντο τὸν Αβεννηρ ἀνθ’ ὧν ἐθανάτωσεν τὸν Ασαηλ τὸν ἀδελφὸν αὐτῶν ἐν Γαβαων �
�ν τῷ πολέμῳ. – [31] καὶ εἶπεν Δαυιδ πρὸς Ιωαβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ Διαρρήξατε τὰ ἱμάτια ὑμῶν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἔμπροσθεν Αβεννηρ· καὶ ὁ βασιλεὺς Δαυιδ ἐπορεύετο ὀπίσω τῆς κλίνης. [32] καὶ θάπτουσιν τὸν Αβεννηρ εἰς Χεβρων· καὶ ἦρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ, καὶ ἔκλαυσεν πᾶς ὁ λαὸς ἐπὶ Αβεννηρ. [33] καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ Αβεννηρ καὶ εἶπεν Εἰ κατὰ τὸν θάνατον Ναβαλ ἀποθανεῖται Αβεννηρ; [34] αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οἱ πόδες σου οὐκ ἐν πέδαις· οὐ προσήγαγεν ὡς Ναβαλ, ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας. καὶ συνήχθη πᾶς ὁ λαὸς τοῦ κλαῦσαι αὐτόν. [35] καὶ ἦλθεν πᾶς ὁ λαὸς περιδειπνῆσαι τὸν Δαυιδ ἄρτοις ἔτι οὔσης ἡμέρας, καὶ ὤμοσεν Δαυιδ λέγων Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι ἐὰν μὴ δύῃ ὁ ἥλιος, οὐ μὴ γεύσωμαι ἄρτου ἢ ἀπὸ παντός τινος. [36] καὶ ἔγνω πᾶς ὁ λαός, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα, ὅσα ἐποίησεν ὁ βασιλεὺς ἐνώπιον τοῦ λαοῦ. [37] καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν Αβεννηρ υἱὸν Νηρ. [38] καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ Οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ Ισραηλ; [39] καὶ ὅτι ἐγώ εἰμι σήμερον συγγενὴς καὶ καθεσταμένος ὑπὸ βασιλέως, οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουιας σκληρότεροί μού εἰσιν· ἀνταποδῷ κύριος τῷ ποιοῦντι πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ.

  CHAPTER 4

  [1] Καὶ ἤκουσεν Μεμφιβοσθε υἱὸς Σαουλ ὅτι τέθνηκεν Αβεννηρ ἐν Χεβρων, καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ, καὶ πάντες οἱ ἄνδρες Ισραηλ παρείθησαν. [2] καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ Μεμφιβοσθε υἱῷ Σαουλ, ὄνομα τῷ ἑνὶ Βαανα καὶ ὄνομα τῷ δευτέρῳ Ρηχαβ, υἱοὶ Ρεμμων τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμιν· ὅτι Βηρωθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμιν, [3] καὶ ἀπέδρασαν οἱ Βηρωθαῖοι εἰς Γεθθαιμ καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης. – [4] καὶ τῷ Ιωναθαν υἱῷ Σαουλ υἱὸς πεπληγὼς τοὺς πόδας· υἱὸς ἐτῶν πέντε οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαουλ καὶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ιεζραελ, καὶ ἦρεν αὐτὸν ἡ τιθηνὸς αὐτοῦ καὶ ἔφυγεν, καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὴν καὶ ἀναχωρεῖν καὶ ἔπεσεν καὶ ἐχωλάνθη, καὶ ὄνομα αὐτῷ Μεμφιβοσθε. – [5] καὶ ἐπορεύθησαν υἱοὶ Ρεμμων τοῦ Βηρωθαίου Ρεκχα καὶ Βαανα καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Μεμφιβοσθε, καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας, [6] καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρεν πυροὺς καὶ ἐνύσταξεν καὶ ἐκάθευδεν, καὶ Ρεκχα καὶ Βαανα οἱ ἀδελφοὶ διέλαθον [7] καὶ εἰσῆλθον εἰς τὸν οἶκον, καὶ Μεμφιβοσθε ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσιν καὶ ἀφαιροῦσιν τὴν κεφαλὴν αὐτοῦ καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα. [8] καὶ ἤνεγκαν τὴν κεφαλὴν Μεμφιβοσθε τῷ Δαυιδ εἰς Χεβρων καὶ εἶπαν πρὸς τὸν βασιλέα Ἰδοὺ ἡ κεφαλὴ Μεμφιβοσθε υἱοῦ Σαουλ τοῦ ἐχθροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου, καὶ ἔδωκεν κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη, ἐκ Σαουλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ. [9] καὶ ἀπεκρίθη Δαυιδ τῷ Ρεκχα καὶ τῷ Βαανα ἀδελφῷ αὐτοῦ υἱοῖς Ρεμμων τοῦ Βηρωθαίου καὶ εἶπεν αὐτοῖς Ζῇ κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως, [10] ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκεν Σαουλ – καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου – καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα ἐν Σεκελακ, ᾧ ἔδει με δοῦναι εὐαγγέλια· [11] καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν καὶ ἐξολεθρεύσω ὑμᾶς ἐκ τῆς γῆς. [12] καὶ ἐνετείλατο Δαυιδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτέννουσιν αὐτοὺς καὶ κολοβοῦσιν τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρων· καὶ τὴν κεφαλὴν Μεμφιβοσθε ἔθαψαν ἐν τῷ τάφῳ Αβεννηρ υἱοῦ Νηρ.

 

‹ Prev