Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 346
Delphi Septuagint Page 346

by Lancelot C L Brenton (ed)


  IV Kings

  CHAPTER 1

  [1] Καὶ ἠθέτησεν Μωαβ ἐν Ισραηλ μετὰ τὸ ἀποθανεῖν Αχααβ. [2] καὶ ἔπεσεν Οχοζιας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ καὶ ἠρρώστησεν. καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπεν πρὸς αὐτούς Δεῦτε καὶ ἐπιζητήσατε ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης· καὶ ἐπορεύθησαν ἐπερωτῆσαι δι’ αὐτοῦ. [3] καὶ ἄγγελος κυρίου ἐλάλησεν πρὸς Ηλιου τὸν Θεσβίτην λέγων Ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων Οχοζιου βασιλέως Σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς Εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ισραηλ ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων; [4] καὶ οὐχ οὕτως· ὅτι τάδε λέγει κύριος Ἡ κλίνη, ἐφ’ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ’ αὐτῆς, ὅτι ἐκεῖ θανάτῳ ἀποθανῇ. καὶ ἐπορεύθη Ηλιου καὶ εἶπεν πρὸς αὐτούς. [5] καὶ ἐπεστράφησαν οἱ ἄγγελοι πρὸς αὐτόν, καὶ εἶπεν πρὸς αὐτούς Τί ὅτι ἐπεστρέψατε; [6] καὶ εἶπαν πρὸς αὐτόν Ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπεν πρὸς ἡμᾶς Δεῦτε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν Τάδε λέγει κύριος Εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ισραηλ σὺ πορεύῃ ζητῆσαι ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων; οὐχ οὕτως· ἡ κλίνη, ἐφ’ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ’ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. [7] καὶ ἐλάλησεν πρὸς αὐτοὺς λέγων Τίς ἡ κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους; [8] καὶ εἶπον πρὸς αὐτόν Ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ. καὶ εἶπεν Ηλιου ὁ Θεσβίτης οὗτός ἐστιν. [9] καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἡγούμενον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη καὶ ἦλθεν πρὸς αὐτόν, καὶ ἰδοὺ Ηλιου ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους. καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν Ἄνθρωπε τοῦ θεοῦ, ὁ βασιλεὺς ἐκάλεσέν σε, κατάβηθι. [10] καὶ ἀπεκρίθη Ηλιου καὶ εἶπεν πρὸς τὸν πεντηκόνταρχον Καὶ εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ. [11] καὶ προσέθετο ὁ βασιλεὺς καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν Ἄνθρωπε τοῦ θεοῦ, τάδε λέγει ὁ βασιλεύς Ταχέως κατάβηθι. [12] καὶ ἀπεκρίθη Ηλιου καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ εἰμι, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ. [13] καὶ προσέθετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον πεντηκόνταρχον τρίτον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἦλθεν πρὸς αὐτὸν ὁ πεντηκόνταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι Ηλιου καὶ ἐδεήθη αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Ἄνθρωπε τοῦ θεοῦ, ἐντιμωθήτω δὴ ἡ ψυχή μου καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀφθαλμοῖς σου· [14] ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους καὶ τοὺς πεντήκοντα αὐτῶν, καὶ νῦν ἐντιμωθήτω δὴ ἡ ψυχὴ τῶν δούλων σου ἐν ὀφθαλμοῖς σου. [15] καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Ηλιου καὶ εἶπεν Κατάβηθι μετ’ αὐτοῦ, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν· καὶ ἀνέστη Ηλιου καὶ κατέβη μετ’ αὐτοῦ πρὸς τὸν βασιλέα. [16] καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Ηλιου Τάδε λέγει κύριος Τί ὅτι ἀπέστειλας ἀγγέλους ζητῆσαι ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων; οὐχ οὕτως· ἡ κλίνη, ἐφ’ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ’ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. [17] καὶ ἀπέθανεν κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν Ηλιου. [18] καὶ τὰ λοιπὰ τῶν λόγων Οχοζιου, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ; [18]a Καὶ Ιωραμ υἱὸς Αχααβ βασιλεύει ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἔτη δέκα δύο ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ιωσαφατ βασιλέως Ιουδα. [19] καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου, πλὴν οὐχ ὡς οἱ ἀδελφοὶ αὐτοῦ οὐδὲ ὡς ἡ μήτηρ αὐτοῦ· [20] καὶ ἀπέστησεν τὰς στήλας τοῦ Βααλ, ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ, καὶ συνέτριψεν αὐτάς· πλὴν ἐν ταῖς ἁμαρτίαις οἴκου Ιεροβοαμ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, ἐκολλήθη, οὐκ ἀπέστη ἀπ’ αὐτῶν. [21] καὶ ἐθυμώθη ὀργῇ κύριος εἰς τὸν οἶκον Αχααβ.

  CHAPTER 2

  [1] Καὶ ἐγένετο ἐν τῷ ἀνάγειν κύριον τὸν Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη Ηλιου καὶ Ελισαιε ἐκ Γαλγαλων. [2] καὶ εἶπεν Ηλιου πρὸς Ελισαιε Κάθου δὴ ἐνταῦθα, ὅτι κύριος ἀπέσταλκέν με ἕως Βαιθηλ· καὶ εἶπεν Ελισαιε Ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ καταλείψω σε· καὶ ἦλθον εἰς Βαιθηλ. [3] καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθηλ πρὸς Ελισαιε καὶ εἶπον πρὸς αὐτόν Εἰ ἔγνως ὅτι κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπεν Κἀγὼ ἔγνωκα, σιωπᾶτε. [4] καὶ εἶπεν Ηλιου πρὸς Ελισαιε Κάθου δὴ ἐνταῦθα, ὅτι κύριος ἀπέσταλκέν με εἰς Ιεριχω· καὶ εἶπεν Ελισαιε Ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ �
��γκαταλείψω σε· καὶ ἦλθον εἰς Ιεριχω. [5] καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ιεριχω πρὸς Ελισαιε καὶ εἶπαν πρὸς αὐτόν Εἰ ἔγνως ὅτι σήμερον λαμβάνει κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπεν Καί γε ἐγὼ ἔγνων, σιωπᾶτε. [6] καὶ εἶπεν αὐτῷ Ηλιου Κάθου δὴ ὧδε, ὅτι κύριος ἀπέσταλκέν με ἕως τοῦ Ιορδάνου· καὶ εἶπεν Ελισαιε Ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι. [7] καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν· καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ιορδάνου. [8] καὶ ἔλαβεν Ηλιου τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησεν καὶ ἐπάταξεν τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα, καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ. [9] καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ Ηλιου εἶπεν πρὸς Ελισαιε Αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναλημφθῆναί με ἀπὸ σοῦ· καὶ εἶπεν Ελισαιε Γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ’ ἐμέ. [10] καὶ εἶπεν Ηλιου Ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοι οὕτως· καὶ ἐὰν μή, οὐ μὴ γένηται. [11] καὶ ἐγένετο αὐτῶν πορευομένων ἐπορεύοντο καὶ ἐλάλουν, καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων, καὶ ἀνελήμφθη Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν. [12] καὶ Ελισαιε ἑώρα καὶ ἐβόα Πάτερ πάτερ, ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ῥήγματα. [13] καὶ ὕψωσεν τὴν μηλωτὴν Ηλιου, ἣ ἔπεσεν ἐπάνωθεν Ελισαιε, καὶ ἐπέστρεψεν Ελισαιε καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ιορδάνου· [14] καὶ ἔλαβεν τὴν μηλωτὴν Ηλιου, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξεν τὸ ὕδωρ, καὶ οὐ διέστη· καὶ εἶπεν Ποῦ ὁ θεὸς Ηλιου αφφω; καὶ ἐπάταξεν τὰ ὕδατα, καὶ διερράγησαν ἔνθα καὶ ἔνθα, καὶ διέβη Ελισαιε. [15] καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ιεριχω ἐξ ἐναντίας καὶ εἶπον Ἐπαναπέπαυται τὸ πνεῦμα Ηλιου ἐπὶ Ελισαιε· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν. [16] καὶ εἶπον πρὸς αὐτόν Ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μήποτε ἦρεν αὐτὸν πνεῦμα κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ Ιορδάνῃ ἢ ἐφ’ ἓν τῶν ὀρέων ἢ ἐφ’ ἕνα τῶν βουνῶν. καὶ εἶπεν Ελισαιε Οὐκ ἀποστελεῖτε. [17] καὶ παρεβιάσαντο αὐτὸν ἕως ὅτου ᾐσχύνετο καὶ εἶπεν Ἀποστείλατε. καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον αὐτόν· [18] καὶ ἀνέστρεψαν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν Ιεριχω, καὶ εἶπεν Ελισαιε Οὐκ εἶπον πρὸς ὑμᾶς Μὴ πορευθῆτε; [19] Καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ελισαιε Ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή, καθὼς ὁ κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ καὶ ἡ γῆ ἀτεκνουμένη. [20] καὶ εἶπεν Ελισαιε Λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον πρὸς αὐτόν. [21] καὶ ἐξῆλθεν Ελισαιε εἰς τὴν διέξοδον τῶν ὑδάτων καὶ ἔρριψεν ἐκεῖ ἅλα καὶ εἶπεν Τάδε λέγει κύριος Ἴαμαι τὰ ὕδατα ταῦτα, οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη. [22] καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ῥῆμα Ελισαιε, ὃ ἐλάλησεν. – [23] καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθηλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ Ἀνάβαινε, φαλακρέ, ἀνάβαινε. [24] καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτὰ καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι κυρίου, καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἐξ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας. [25] καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον καὶ ἐκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν.

 

‹ Prev