Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 441
Delphi Septuagint Page 441

by Lancelot C L Brenton (ed)


  CHAPTER 30

  [1] νυνὶ δὲ κατεγέλασάν μου, ἐλάχιστοι νῦν νουθετοῦσίν με ἐν μέρει, 13ὧν ἐξουδένουν πατέρας αὐτῶν,507 οὓς οὐχ ἡγησάμην εἶναι ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων. [2] 13καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι; 13ἐπ αὐτοὺς ἀπώλετο συντέλεια [3] 13ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος· 13οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν, [4] 13οἱ περικλῶντες ἅλιμα ἐπὶ ἠχοῦντι,507 οἵτινες ἅλιμα ἦν αὐτῶν τὰ σῖτα, ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο ὑπὸ λιμοῦ μεγάλου. [5] ἐπανέστησάν μοι κλέπται, [6] ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν· [7] 13ἀνὰ μέσον εὐήχων βοήσονται·507 οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο, [8] ἀφρόνων υἱοὶ καὶ ἀτίμων ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς. [9] νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλημα ἔχουσιν· [10] ἐβδελύξαντο δέ με ἀποστάντες μακράν, ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον. [11] ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέν με, 13καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλαν. [12] 13ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν, 13πόδα αὐτῶν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπ’ ἐμὲ τρίβους ἀπ’ ωλείας αὐτῶν. [13] 13ἐξετρίβησαν τρίβοι μου,507 ἐξέδυσεν γάρ μου τὴν στολήν· [14] βέλεσιν αὐτοῦ κατηκόντισέν με, κέχρηταί μοι ὡς βούλεται, ἐν ὀδύναις πέφυρμαι. [15] ἐπιστρέφονται δέ μου αἱ ὀδύναι, ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα καὶ ὥσπερ νέφος ἡ σωτηρία μου. [16] 13καὶ νῦν ἐπ’ ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου,507 ἔχουσιν δέ με ἡμέραι ὀδυνῶν· [17] νυκτὶ δέ μου τὰ ὀστᾶ συγκέκαυται, τὰ δὲ νεῦρά μου διαλέλυται. [18] ἐν πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς, 13ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχεν με.507 [19] ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς· [20] κέκραγα δὲ πρὸς σὲ καὶ οὐκ εἰσακούεις μου, 13ἔστησαν καὶ κατενόησάν με·507 [21] ἐπέβης δέ μοι ἀνελεημόνως, χειρὶ κραταιᾷ με ἐμαστίγωσας· [22] ἔταξας δέ με ἐν ὀδύναις 13καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας.507 [23] οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει· οἰκία γὰρ παντὶ θνητῷ γῆ. [24] εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο. [25] ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις. [26] ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν. [27] 13ἡ κοιλία μου ἐξέζεσεν καὶ οὐ σιωπήσεται, 13προέφθασάν με ἡμέραι πτωχείας.507 [28] στένων πεπόρευμαι ἄνευ φιμοῦ, ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. [29] ἀδελφὸς γέγονα σειρήνων, ἑταῖρος δὲ στρουθῶν. [30] τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως, τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος. [31] ἀπέβη δὲ εἰς πάθος μου ἡ κιθάρα, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί.

  CHAPTER 31

  [1] 13διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου 13καὶ οὐ συνήσω ἐπὶ παρθένον. [2] 13καὶ τί ἐμέρισεν ὁ θεὸς ἀπάνωθεν 13καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστων; [3] 13οὐχὶ ἀπώλεια τῷ ἀδίκῳ 13καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν; [4] 13οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου 13καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται;507 [5] εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον, [6] ἱσταίη με ἄρα ἐν ζυγῷ δικαίῳ, οἶδεν δὲ ὁ κύριος τὴν ἀκακίαν μου. [7] εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ, εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου, εἰ δὲ καὶ ταῖς χερσίν μου ἡψάμην δώρων, [8] σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄρριζος δὲ γενοίμην ἐπὶ γῆς. [9] εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς, [10] ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ, τὰ δὲ νήπιά μου ταπεινωθείη· [11] θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα· [12] πῦρ γάρ ἐστιν καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗ δ’ ἂν ἐπέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν. [13] εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης κρινομένων αὐτῶν πρός με, [14] τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιήσηται ὁ κύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι; [15] πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι γεγόνασιν; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. [16] ἀδύνατοι δὲ χρείαν, ἥν ποτ εἶχον, οὐκ ἀπέτυχον, χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. [17] εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ οὐχὶ ὀρφανῷ μετέδωκα· [18] 13ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ 13καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα·507 [19] εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα, [20] ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν, [21] εἰ ἐπῆρα ὀρφανῷ χεῖρα πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν, [22] ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνός μου συντριβείη. [23] φόβος γὰρ κυρίου συνέσχεν με, 13καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω. [24] 13εἰ ἔταξα χρυσίον ἰσχύν μου,507 εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, [25] εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μοι γενομένου, εἰ δὲ καὶ ἐπ’ ἀναριθμήτοις ἐθέμην χεῖρά μου, [26] ἦ οὐχ ὁρῶ μὲν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα, σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπ’ αὐτοῖς ἐστιν. [27] 13καὶ εἰ ἠπατήθη λάθρᾳ ἡ καρδία μου,507 εἰ δὲ καὶ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα, [28] καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισ
θείη, ὅτι ἐψευσάμην ἐναντίον κυρίου τοῦ ὑψίστου. [29] εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου καὶ εἶπεν ἡ καρδία μου Εὖγε, [30] ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου, θρυληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος. [31] εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος· [32] ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο. [33] εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου, [34] οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν, εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ, [35] 13τίς δῴη ἀκούοντά μου;507 χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν, συγγραφὴν δέ, ἣν εἶχον κατά τινος, [36] ἐπ’ ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον, [37] καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα οὐθὲν λαβὼν παρὰ χρεοφειλέτου, [38] εἰ ἐπ’ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν, εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν, [39] εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς, εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα, [40] ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος. Καὶ ἐπαύσατο Ιωβ ῥήμασιν.

  CHAPTER 32

  [1] Ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ιωβ· ἦν γὰρ Ιωβ δίκαιος ἐναντίον αὐτῶν. [2] ὠργίσθη δὲ Ελιους ὁ τοῦ Βαραχιηλ ὁ Βουζίτης ἐκ τῆς συγγενείας Ραμ τῆς Αυσίτιδος χώρας, ὠργίσθη δὲ τῷ Ιωβ σφόδρα, διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον κυρίου· [3] καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα, διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα Ιωβ καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ. [4] Ελιους δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν Ιωβ, 13ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις. [5] 13καὶ εἶδεν Ελιους ὅτι οὐκ ἔστιν ἀπόκρισις 13ἐν στόματι τῶν τριῶν ἀνδρῶν, 13καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ.507 [6] ὑπολαβὼν δὲ Ελιους ὁ τοῦ Βαραχιηλ ὁ Βουζίτης εἶπεν Νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην· [7] εἶπα δὲ ὅτι Ὁ χρόνος ἐστὶν ὁ λαλῶν, ἐν πολλοῖς δὲ ἔτεσιν οἴδασιν σοφίαν. [8] ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσα· [9] οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί, οὐδ’ οἱ γέροντες οἴδασιν κρίμα. [10] διὸ εἶπα Ἀκούσατέ μου, καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα· [11] ἐνωτίζεσθέ μου τὰ ῥήματα· ἐρῶ γὰρ ὑμῶν ἀκουόντων, 13ἄχρι οὗ ἐτάσητε λόγους. [12] 13καὶ μέχρι ὑμῶν συνήσω, 13καὶ ἰδοὺ οὐκ ἦν τῷ Ιωβ ἐλέγχων, 13ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν,507 [13] ἵνα μὴ εἴπητε Εὕρομεν σοφίαν κυρίῳ προσθέμενοι· [14] ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα. – [15] 13ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι, 13ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους. [16] 13ὑπέμεινα, οὐ γὰρ ἐλάλησαν· 13ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν.507 [17] Ὑπολαβὼν δὲ Ελιους λέγει [18] Πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥημάτων, ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός· [19] ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς. [20] λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη· [21] ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ· [22] οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον· εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται.

  CHAPTER 33

  [1] οὐ μὴν δὲ ἀλλὰ ἄκουσον, Ιωβ, τὰ ῥήματά μου καὶ λαλιὰν ἐνωτίζου μου· [2] ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου, καὶ ἐλάλησεν ἡ γλῶσσά μου. [3] καθαρά μου ἡ καρδία ῥήμασιν, σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει. [4] πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με. [5] ἐὰν δύνῃ, δός μοι ἀπόκρισιν πρὸς ταῦτα· ὑπόμεινον, στῆθι κατ’ ἐμὲ καὶ ἐγὼ κατὰ σέ. [6] ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ, ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα. [7] οὐχ ὁ φόβος μού σε στροβήσει, οὐδὲ ἡ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί. [8] 13πλὴν εἶπας ἐν ὠσίν μου,507 φωνὴν ῥημάτων σου ἀκήκοα· [9] διότι λέγεις Καθαρός εἰμι οὐχ ἁμαρτών, ἄμεμπτος δέ εἰμι, οὐ γὰρ ἠνόμησα· [10] μέμψιν δὲ κατ’ ἐμοῦ εὗρεν, ἥγηται δέ με ὥσπερ ὑπεναντίον· [11] ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου, ἐφύλαξεν δέ μου πάσας τὰς ὁδούς. [12] πῶς γὰρ λέγεις Δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέν μου; αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν. [13] λέγεις δέ Διὰ τί τῆς δίκης μου οὐκ ἐπακήκοεν πᾶν ῥῆμα; [14] ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος, ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον, [15] ἢ ἐν μελέτῃ νυκτερινῇ, ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπ’ ἀνθρώπους ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης· [16] τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων, ἐν εἴδεσιν φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν [17] ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας, τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο. [18] ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ. [19] πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης 13καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησεν,507 [20] πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι 13καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει,507 [21] ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά· [22] ἤγγισεν δὲ εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, ἡ δὲ ζωὴ αὐτοῦ ἐν ᾅδῃ. [23] ἐὰν ὦσιν χίλιοι ἄγγελοι θανατηφόροι, εἷς αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν· ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι ἐπὶ κύριον, ἀναγγείλῃ δὲ ἀνθρώ
πῳ τὴν ἑαυτοῦ μέμψιν, τὴν δὲ ἄνοιαν αὐτοῦ δείξῃ, [24] ἀνθέξεται τοῦ μὴ πεσεῖν αὐτὸν εἰς θάνατον, ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου, τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ· [25] ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου, ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις. [26] εὐξάμενος δὲ πρὸς κύριον, καὶ δεκτὰ αὐτῷ ἔσται, εἰσελεύσεται δὲ προσώπῳ καθαρῷ σὺν ἐξηγορίᾳ· ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην. [27] εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγων Οἷα συνετέλουν, καὶ οὐκ ἄξια ἤτασέν με ὧν ἥμαρτον. [28] 13σῶσον ψυχήν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθοράν, 13καὶ ἡ ζωή μου φῶς ὄψεται. [29] 13ἰδοὺ πάντα ταῦτα ἐργᾶται ὁ ἰσχυρὸς 13ὁδοὺς τρεῖς μετὰ ἀνδρός.507 [30] ἀλλ’ ἐρρύσατο τὴν ψυχήν μου ἐκ θανάτου, ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν. [31] ἐνωτίζου, Ιωβ, καὶ ἄκουέ μου· 13κώφευσον, καὶ ἐγώ εἰμι λαλήσω. [32] 13εἰ εἰσὶν λόγοι, ἀποκρίθητί μοι· 13λάλησον, θέλω γὰρ δικαιωθῆναί σε. [33] 13εἰ μή, σὺ ἄκουσόν μου· 13κώφευσον, καὶ διδάξω σε σοφίαν.507

 

‹ Prev