Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 443
Delphi Septuagint Page 443

by Lancelot C L Brenton (ed)


  CHAPTER 39

  [1] 13εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας,507 ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων; [2] ἠρίθμησας δὲ αὐτῶν μῆνας πλήρεις τοκετοῦ, ὠδῖνας δὲ αὐτῶν ἔλυσας; [3] ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου; 13ὠδῖνας αὐτῶν ἐξαποστελεῖς; [4] 13ἀπορρήξουσιν τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενήματι, 13ἐξελεύσονται καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς.507 [5] τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον, δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν; [6] ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον 13καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα·507 [7] καταγελῶν πολυοχλίας πόλεως, μέμψιν δὲ φορολόγου οὐκ ἀκούων [8] 13κατασκέψεται ὄρη νομὴν αὐτοῦ 13καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ.507 [9] βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι ἢ κοιμηθῆναι ἐπὶ φάτνης σου; [10] δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ, ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ; [11] πέποιθας δὲ ἐπ’ αὐτῷ, ὅτι πολλὴ ἡ ἰσχὺς αὐτοῦ, ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου; [12] πιστεύσεις δὲ ὅτι ἀποδώσει σοι τὸν σπόρον, εἰσοίσει δέ σου τὸν ἅλωνα; [13] 13πτέρυξ τερπομένων νεελασα, 13ἐὰν συλλάβῃ ασιδα καὶ νεσσα· [14] 13ὅτι ἀφήσει εἰς γῆν τὰ ᾠὰ αὐτῆς 13καὶ ἐπὶ χοῦν θάλψει [15] 13καὶ ἐπελάθετο ὅτι ποὺς σκορπιεῖ 13καὶ θηρία ἀγροῦ καταπατήσει· [16] 13ἀπεσκλήρυνεν τὰ τέκνα αὐτῆς ὥστε μὴ ἑαυτῇ, 13εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου· [17] 13ὅτι κατεσιώπησεν αὐτῇ ὁ θεὸς σοφίαν 13καὶ οὐκ ἐμέρισεν αὐτῇ ἐν τῇ συνέσει. [18] 13κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, 13καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ.507 [19] ἦ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον; [20] περιέθηκας δὲ αὐτῷ πανοπλίαν, δόξαν δὲ στηθέων αὐτοῦ τόλμῃ; [21] ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ, ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύι· [22] συναντῶν βέλει καταγελᾷ καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου· [23] ἐπ’ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα, [24] καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν καὶ οὐ μὴ πιστεύσῃ, ἕως ἂν σημάνῃ σάλπιγξ· [25] σάλπιγγος δὲ σημαινούσης λέγει Εὖγε, πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ. [26] ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος καθορῶν τὰ πρὸς νότον; [27] ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται [28] 13ἐπ ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ;507 [29] ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, 13πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσιν·507 [30] νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὗ δ’ ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται.

  CHAPTER 40

  [1] 13Καὶ ἀπεκρίθη κύριος ὁ θεὸς τῷ Ιωβ καὶ εἶπεν [2] 13Μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ, 13ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν;507 [3] Ὑπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ [4] Τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον ἀκούων τοιαῦτα οὐθὲν ὤν; ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα; χεῖρα θήσω ἐπὶ στόματί μου· [5] ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. [6] Ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπεν τῷ Ιωβ ἐκ τοῦ νέφους [7] Μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι· [8] μὴ ἀποποιοῦ μου τὸ κρίμα. οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος; [9] ἦ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου, ἢ φωνῇ κατ’ αὐτὸν βροντᾷς; [10] ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι· [11] ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πᾶν δὲ ὑβριστὴν ταπείνωσον, [12] ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα, [13] κρύψον δὲ εἰς γῆν ἔξω ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον· [14] ὁμολογήσω ἄρα ὅτι δύναται ἡ δεξιά σου σῶσαι. – [15] ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί· χόρτον ἴσα βουσὶν ἐσθίει. [16] ἰδοὺ δὴ ἰσχὺς αὐτοῦ ἐπ’ ὀσφύι, ἡ δὲ δύναμις ἐπ’ ὀμφαλοῦ γαστρός· [17] ἔστησεν οὐρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται· [18] αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι, ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός. [19] τοῦτ’ ἔστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ. [20] ἐπελθὼν δὲ ἐπ’ ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ· [21] ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον· [22] σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις καὶ κλῶνες ἄγνου. [23] ἐὰν γένηται πλήμμυρα, οὐ μὴ αἰσθηθῇ, 13πέποιθεν ὅτι προσκρούσει ὁ Ιορδάνης εἰς τὸ στόμα αὐτοῦ. [24] 13ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν, 13ἐνσκολιευόμενος τρήσει ῥῖνα;507 – [25] ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβεὰν περὶ ῥῖνα αὐτοῦ; [26] 13εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ,507 ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ; [27] λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς; [28] θήσεται δὲ διαθήκην μετὰ σοῦ, λήμψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον; [29] παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ; [30] ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων γένη; [31] πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσιν βύρσαν μίαν οὐ ρᾶς αὐτοῦ 13καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ.507 [32] ἐπιθήσεις δὲ αὐτῷ χεῖρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ, καὶ μηκέτι γινέσθω.

  CHAPTER 41

  [1] οὐχ ἑόρακας αὐτὸν οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας; [2] οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι; τίς γάρ ἐστιν ὁ ἐμοὶ
ἀντιστάς; [3] ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ, εἰ πᾶσα ἡ ὑπ’ οὐρανὸν ἐμή ἐστιν; [4] 13οὐ σιωπήσομαι δι’ αὐτόν, 13καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ.507 [5] τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; [6] πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; κύκλῳ ὀδόντων αὐτοῦ φόβος. [7] τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι, σύνδεσμος δὲ αὐτοῦ ὥσπερ σμιρίτης λίθος· [8] 13εἷς τοῦ ἑνὸς κολλῶνται,507 πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν· [9] 13ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται, 13συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν.507 [10] ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου. [11] ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι καὶ διαρριπτοῦνται ἐσχάραι πυρός· [12] ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων· [13] ἡ ψυχὴ αὐτοῦ ἄνθρακες, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται. [14] ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις, ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. [15] σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται· 13καταχέει ἐπ’ αὐτόν, οὐ σαλευθήσεται.507 [16] ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος. [17] στραφέντος δὲ αὐτοῦ φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις. [18] ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσιν 13δόρυ ἐπηρμένον καὶ θώρακα·507 [19] ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν· [20] οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον, ἥγηται μὲν πετροβόλον χόρτον· [21] 13ὡς καλάμη ἐλογίσθησαν σφῦραι,507 καταγελᾷ δὲ σεισμοῦ πυρφόρου. [22] ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς, πᾶς δὲ χρυσὸς θαλάσσης ὑπ’ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος. [23] ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον, ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον, [24] τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· 13ἐλογίσατο ἄβυσσον εἰς περίπατον.507 [25] οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου· [26] πᾶν ὑψηλὸν ὁρᾷ, αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν.

  CHAPTER 42

  [1] Ὑπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ [2] Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν. [3] τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; φειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν; τίς δὲ ἀναγγελεῖ μοι ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἠπιστάμην; [4] ἄκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. [5] ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑόρακέν σε· [6] διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην, ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. [7] Ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήμα τα ταῦτα τῷ Ιωβ εἶπεν ὁ κύριος Ελιφας τῷ Θαιμανίτῃ Ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου· οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν ὥσπερ ὁ θεράπων μου Ιωβ. [8] νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ιωβ, καὶ ποιήσει κάρπωσιν περὶ ὑμῶν· Ιωβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν, 13ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήμψομαι·507 εἰ μὴ γὰρ δι’ αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς· οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Ιωβ. – [9] ἐπορεύθη δὲ Ελιφας ὁ Θαιμανίτης καὶ Βαλδαδ ὁ Σαυχίτης καὶ Σωφαρ ὁ Μιναῖος καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ κύριος, καὶ ἔλυσεν τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ιωβ. [10] ὁ δὲ κύριος ηὔξησεν τὸν Ιωβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ ἀφῆκεν αὐ τοῖς τὴν ἁμαρτίαν· ἔδωκεν δὲ ὁ κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ιωβ εἰς διπλα σιασμόν. [11] ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ καὶ ἦλθον πρὸς αὐτὸν καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου· φαγόντες δὲ καὶ πιόντες παρ’ αὐτῷ παρεκάλεσαν αὐτόν, καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν, οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος· ἔδωκεν δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυ σοῦν ἄσημον. [12] ὁ δὲ κύριος εὐλόγησεν τὰ ἔσχατα Ιωβ ἢ τὰ ἔμπροσθεν· ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι. [13] γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς· [14] καὶ ἐκάλεσεν τὴν μὲν πρώτην Ἡμέραν, τὴν δὲ δευτέραν Κασίαν, τὴν δὲ τρίτην Ἀμαλθείας κέρας· [15] καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ιωβ βελτίους αὐτῶν ἐν τῇ ὑπ’ οὐρανόν· ἔδωκεν δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς. [16] ἔζησεν δὲ Ιωβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔζησεν ἔτη διακόσια τεσσαράκοντα ὀκτώ· 13καὶ εἶδεν Ιωβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ τετάρτην γενεάν· [17] 13καὶ ἐτελεύτησεν Ιωβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν.507 [17]a γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ’ ὧν ὁ κύριος ἀνίστησιν. – – [17]b Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου ἐν μὲν γῇ κατοικῶν τῇ Αυσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς Ιδου μαίας καὶ Ἀραβίας, προυπῆρχεν δὲ αὐτῷ ὄνομα Ιωβαβ· [17]c λαβὼν δὲ γυναῖκα Ἀράβισσαν γεννᾷ υἱόν, ᾧ ὄνομα Εννων, ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρε, τῶν Ησαυ υἱῶν υἱός, μητρὸς δὲ Βοσορρας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Αβρααμ. [17]d καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Εδωμ, ἧς καὶ αὐ τὸς ἦρξεν χώρας· πρῶτος Βα
λακ ὁ τοῦ Βεωρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δεν ναβα· μετὰ δὲ Βαλακ Ιωβαβ ὁ καλούμενος Ιωβ· μετὰ δὲ τοῦτον Ασομ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτι δος χώρας· μετὰ δὲ τοῦτον Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ. [17]e οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι· Ελιφας τῶν Ησαυ υἱῶν Θαιμανων βασιλεύς, Βαλδαδ ὁ Σαυχαίων τύραννος, Σωφαρ ὁ Μιναίων βασιλεύς.

 

‹ Prev