Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 484
Delphi Septuagint Page 484

by Lancelot C L Brenton (ed)


  Wisdom of the Son of Sirach

  Πρόλογος

  [1] Πολλῶν καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν [2] καὶ τῶν ἄλλων τῶν κατ’ αὐτοὺς ἠκολουθηκότων δεδο μένων, [3] ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν Ισραηλ παιδείας καὶ σοφίας, [4] καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι, [5] ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρη σίμους εἶναι [6] καὶ λέγοντας καὶ γράφοντας, [7] ὁ πάππος μου Ἰησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς [8] εἴς τε τὴν τοῦ νόμου [9] καὶ τῶν προφητῶν [10] καὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν [11] καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος [12] προήχθη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων, [13] ὅπως οἱ φιλομαθεῖς καὶ τούτων ἔνοχοι γενόμενοι [14] πολλῷ μᾶλλον ἐπιπροσθῶσιν διὰ τῆς ἐννόμου βιώσεως. [15] Παρακέκλησθε οὖν [16] μετ’ εὐνοίας καὶ προσοχῆς [17] τὴν ἀνάγνωσιν ποιεῖσθαι [18] καὶ συγγνώμην ἔχειν [19] ἐφ’ οἷς ἂν δοκῶμεν [20] τῶν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶν τῶν λέξεων ἀδυναμεῖν· [21] οὐ γὰρ ἰσοδυναμεῖ [22] αὐτὰ ἐν ἑαυτοῖς Εβραιστὶ λεγόμενα καὶ ὅταν μεταχθῇ εἰς ἑτέραν γλῶσσαν· [23] οὐ μόνον δὲ ταῦτα, [24] ἀλλὰ καὶ αὐτὸς ὁ νόμος καὶ αἱ προφητεῖαι [25] καὶ τὰ λοιπὰ τῶν βιβλίων [26] οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοῖς λεγόμενα. [27] Ἐν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Εὐεργέτου βασιλέως [28] παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας [29] εὑρὼν οὐ μικρᾶς παιδείας ἀφόμοιον [30] ἀναγκαιότατον ἐθέμην καὶ αὐτός τινα προσενέγκασθαι σπου δὴν καὶ φιλοπονίαν τοῦ μεθερμηνεῦσαι τήνδε τὴν βίβλον [31] πολλὴν ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος [32] ἐν τῷ διαστήματι τοῦ χρόνου [33] πρὸς τὸ ἐπὶ πέρας ἀγαγόντα τὸ βιβλίον ἐκδόσθαι [34] καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις φιλομαθεῖν [35] προκατασκευαζομένους τὰ ἤθη [36] ἐννόμως βιοτεύειν.

  CHAPTER 1

  [1] Πᾶσα σοφία παρὰ κυρίου καὶ μετ’ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα. [2] ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει; [3] ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει; [4] προτέρα πάντων ἔκτισται σοφία καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος. [6] ῥίζα σοφίας τίνι ἀπεκαλύφθη; καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω; [8] εἷς ἐστιν σοφός, φοβερὸς σφόδρα, καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ. [9] κύριος αὐτὸς ἔκτισεν αὐτὴν καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτὴν καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, [10] μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν. [11] Φόβος κυρίου δόξα καὶ καύχημα καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος. [12] φόβος κυρίου τέρψει καρδίαν καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν. [13] τῷ φοβουμένῳ τὸν κύριον εὖ ἔσται ἐπ’ ἐσχάτων, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὐλογηθήσεται. [14] Ἀρχὴ σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς. [15] μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσεν καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται. [16] πλησμονὴ σοφίας φοβεῖσθαι τὸν κύριον καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς· [17] πάντα τὸν οἶκον αὐτῶν ἐμπλήσει ἐπιθυμημάτων καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς. [18] στέφανος σοφίας φόβος κυρίου ἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως. [19] καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτήν, ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησεν καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσεν. [20] ῥίζα σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις. [22] Οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι· ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ. [23] ἕως καιροῦ ἀνθέξεται μακρόθυμος, καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη· [24] ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ. [25] Ἐν θησαυροῖς σοφίας παραβολαὶ ἐπιστήμης, βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια. [26] ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς, καὶ κύριος χορηγήσει σοι αὐτήν. [27] σοφία γὰρ καὶ παιδεία φόβος κυρίου, καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πραότης. [28] μὴ ἀπειθήσῃς φόβῳ κυρίου καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ. [29] μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων καὶ ἐν τοῖς χείλεσίν σου πρόσεχε. [30] μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν, καὶ ἀποκαλύψει κύριος τὰ κρυπτά σου καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε, ὅτι οὐ προσῆλθες φόβῳ κυρίου καὶ ἡ καρδία σου πλήρης δόλου.

  CHAPTER 2

  [1] Τέκνον, εἰ προσέρχῃ δουλεύειν κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· [2] εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· [3] κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου. [4] πᾶν, ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασιν ταπεινώσεώς σου μακροθύμησον· [5] ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. [6] πίστευσον αὐτῷ, καὶ ἀντιλήμψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ’ αὐτόν. [7] Οἱ φοβούμενοι τὸν κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. [8] οἱ φοβούμενοι κύριον, πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. [9] οἱ φοβούμε�
�οι κύριον, ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἔλεος. [10] ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσεν κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινεν τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν; [11] διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως. [12] Οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶν παρειμέναις καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους. [13] οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει· διὰ τοῦτο οὐ σκεπασθήσεται. [14] οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσιν τὴν ὑπομονήν· καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ κύριος; [15] οἱ φοβούμενοι κύριον οὐκ ἀπειθήσουσιν ῥημάτων αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτοῦ. [16] οἱ φοβούμενοι κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου. [17] οἱ φοβούμενοι κύριον ἑτοιμάσουσιν καρδίας αὐτῶν καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσιν τὰς ψυχὰς αὐτῶν. [18] ἐμπεσούμεθα εἰς χεῖρας κυρίου καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων· ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.

  CHAPTER 3

  [1] Ἐμοῦ τοῦ πατρὸς ἀκούσατε, τέκνα, καὶ οὕτως ποιήσατε, ἵνα σωθῆτε· [2] ὁ γὰρ κύριος ἐδόξασεν πατέρα ἐπὶ τέκνοις καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφ’ υἱοῖς. [3] ὁ τιμῶν πατέρα ἐξιλάσκεται ἁμαρτίας, [4] καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ. [5] ὁ τιμῶν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται. [6] ὁ δοξάζων πατέρα μακροημερεύσει, καὶ ὁ εἰσακούων κυρίου ἀναπαύσει μητέρα αὐτοῦ· [7] καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν. [8] ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ’ αὐτοῦ· [9] εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια. [10] μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου, οὐ γάρ ἐστίν σοι δόξα πατρὸς ἀτιμία· [11] ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ, καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ. [12] τέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ· [13] κἂν ἀπολείπῃ σύνεσιν, συγγνώμην ἔχε καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύι σου. [14] ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται καὶ ἀντὶ ἁμαρτιῶν προσανοικοδομηθήσεταί σοι. [15] ἐν ἡμέρᾳ θλίψεώς σου ἀναμνησθήσεταί σου· ὡς εὐδία ἐπὶ παγετῷ, οὕτως ἀναλυθήσονταί σου αἱ ἁμαρτίαι. [16] ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα, καὶ κεκατηραμένος ὑπὸ κυρίου ὁ παροργίζων μητέρα αὐτοῦ. [17] Τέκνον, ἐν πραύτητι τὰ ἔργα σου διέξαγε, καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ. [18] ὅσῳ μέγας εἶ, τοσούτῳ ταπείνου σεαυτόν, καὶ ἔναντι κυρίου εὑρήσεις χάριν· [20] ὅτι μεγάλη ἡ δυναστεία τοῦ κυρίου καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται. [21] χαλεπώτερά σου μὴ ζήτει καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· [22] ἃ προσετάγη σοι, ταῦτα διανοοῦ, οὐ γάρ ἐστίν σοι χρεία τῶν κρυπτῶν. [23] ἐν τοῖς περισσοῖς τῶν ἔργων σου μὴ περιεργάζου· πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι. [24] πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόλημψις αὐτῶν, καὶ ὑπόνοια πονηρὰ ὠλίσθησεν διανοίας αὐτῶν. [26] καρδία σκληρὰ κακωθήσεται ἐπ’ ἐσχάτων, καὶ ὁ ἀγαπῶν κίνδυνον ἐν αὐτῷ ἀπολεῖται. [27] καρδία σκληρὰ βαρυνθήσεται πόνοις, καὶ ὁ ἁμαρτωλὸς προσθήσει ἁμαρτίαν ἐφ’ ἁμαρτίαις. [28] ἐπαγωγῇ ὑπερηφάνου οὐκ ἔστιν ἴασις· φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτῷ. [29] καρδία συνετοῦ διανοηθήσεται παραβολήν, καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ. [30] πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεημοσύνη ἐξιλάσεται ἁμαρτίας. [31] ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταῦτα καὶ ἐν καιρῷ πτώσεως αὐτοῦ εὑρήσει στήριγμα.

  CHAPTER 4

  [1] Τέκνον, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπιδεεῖς. [2] ψυχὴν πεινῶσαν μὴ λυπήσῃς καὶ μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ. [3] καρδίαν παρωργισμένην μὴ προσταράξῃς καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου. [4] ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ πτωχοῦ. [5] ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμὸν καὶ μὴ δῷς τόπον ἀνθρώπῳ καταράσασθαί σε· [6] καταρωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ τῆς δεήσεως αὐτοῦ ἐπακούσεται ὁ ποιήσας αὐτόν. [7] προσφιλῆ συναγωγῇ σεαυτὸν ποίει καὶ μεγιστᾶνι ταπείνου τὴν κεφαλήν σου. [8] κλῖνον πτωχῷ τὸ οὖς σου καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραύτητι. [9] ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε. [10] γίνου ὀρφανοῖς ὡς πατὴρ καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν· καὶ ἔσῃ ὡς υἱὸς ὑψίστου, καὶ ἀγαπήσει σε μᾶλλον ἢ μήτηρ σου. [11] Ἡ σοφία υἱοὺς αὐτῆς ἀνύψωσεν καὶ ἐπιλαμβάνεται τῶν ζητοῦντων αὐτήν. [12] ὁ ἀγαπῶν αὐτὴν ἀγαπᾷ ζωήν, καὶ οἱ ὀρθρίζοντες πρὸς αὐτὴν ἐμπλησθήσονται εὐφροσύνης. [13] ὁ κρατῶν αὐτῆς κληρονομήσει δόξαν, καὶ οὗ εἰσπορεύεται, εὐλογεῖ κύριος. [14] οἱ λατρεύοντες αὐτῇ λειτουργήσουσιν ἁγίῳ, καὶ τοὺς ἀγαπῶντας αὐτὴν ἀγαπᾷ ὁ κύριος. [15] ὁ ὑπακούων αὐτῆς κρινεῖ ἔθνη, καὶ ὁ προσέχων αὐτῇ κατασκηνώσει πεποιθώς. [16] ἐὰν ἐμπιστεύσῃ, κατακληρονομήσει αὐτήν, καὶ ἐν κατασχέσει ἔσονται αἱ �
�ενεαὶ αὐτοῦ· [17] ὅτι διεστραμμένως πορεύσεται μετ’ αὐτοῦ ἐν πρώτοις, φόβον καὶ δειλίαν ἐπάξει ἐπ’ αὐτὸν καὶ βασανίσει αὐτὸν ἐν παιδείᾳ αὐτῆς, ἕως οὗ ἐμπιστεύσῃ τῇ ψυχῇ αὐτοῦ, καὶ πειράσει αὐτὸν ἐν τοῖς δικαιώμασιν αὐτῆς· [18] καὶ πάλιν ἐπανήξει κατ’ εὐθεῖαν πρὸς αὐτὸν καὶ εὐφρανεῖ αὐτὸν καὶ ἀποκαλύψει αὐτῷ τὰ κρυπτὰ αὐτῆς. [19] ἐὰν ἀποπλανηθῇ, ἐγκαταλείψει αὐτὸν καὶ παραδώσει αὐτὸν εἰς χεῖρας πτώσεως αὐτοῦ. [20] Συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηροῦ καὶ περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς· [21] ἔστιν γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. [22] μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου. [23] μὴ κωλύσῃς λόγον ἐν καιρῷ χρείας· [24] ἐν γὰρ λόγῳ γνωσθήσεται σοφία καὶ παιδεία ἐν ῥήματι γλώσσης. [25] μὴ ἀντίλεγε τῇ ἀληθείᾳ καὶ περὶ τῆς ἀπαιδευσίας σου ἐντράπηθι. [26] μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ’ ἁμαρτίαις σου καὶ μὴ βιάζου ῥοῦν ποταμοῦ. [27] καὶ μὴ ὑποστρώσῃς ἀνθρώπῳ μωρῷ σεαυτὸν καὶ μὴ λάβῃς πρόσωπον δυνάστου. [28] ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ κύριος ὁ θεὸς πολεμήσει ὑπὲρ σοῦ. [29] μὴ γίνου θρασὺς ἐν γλώσσῃ σου καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου. [30] μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου καὶ φαντασιοκοπῶν ἐν τοῖς οἰκέταις σου. [31] μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη.

 

‹ Prev