Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 486
Delphi Septuagint Page 486

by Lancelot C L Brenton (ed)


  CHAPTER 9

  [1] Μὴ ζήλου γυναῖκα τοῦ κόλπου σου μηδὲ διδάξῃς ἐπὶ σεαυτὸν παιδείαν πονηράν. [2] μὴ δῷς γυναικὶ τὴν ψυχήν σου ἐπιβῆναι αὐτὴν ἐπὶ τὴν ἰσχύν σου. [3] μὴ ὑπάντα γυναικὶ ἑταιριζομένῃ, μήποτε ἐμπέσῃς εἰς τὰς παγίδας αὐτῆς. [4] μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε, μήποτε ἁλῷς ἐν τοῖς ἐπιχειρήμασιν αὐτῆς. [5] παρθένον μὴ καταμάνθανε, μήποτε σκανδαλισθῇς ἐν τοῖς ἐπιτιμίοις αὐτῆς. [6] μὴ δῷς πόρναις τὴν ψυχήν σου, ἵνα μὴ ἀπολέσῃς τὴν κληρονομίαν σου. [7] μὴ περιβλέπου ἐν ῥύμαις πόλεως καὶ ἐν ταῖς ἐρήμοις αὐτῆς μὴ πλανῶ. [8] ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον· ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν, καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται. [9] μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον καὶ μὴ συμβολοκοπήσῃς μετ’ αὐτῆς ἐν οἴνῳ, μήποτε ἐκκλίνῃ ἡ ψυχή σου ἐπ’ αὐτὴν καὶ τῷ πνεύματί σου ὀλίσθῃς εἰς ἀπώλειαν. [10] Μὴ ἐγκαταλίπῃς φίλον ἀρχαῖον, ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ἔφισος αὐτῷ· οἶνος νέος φίλος νέος· ἐὰν παλαιωθῇ, μετ’ εὐφροσύνης πίεσαι αὐτόν. [11] μὴ ζηλώσῃς δόξαν ἁμαρτωλοῦ· οὐ γὰρ οἶδας τί ἔσται ἡ καταστροφὴ αὐτοῦ. [12] μὴ εὐδοκήσῃς ἐν εὐδοκίᾳ ἀσεβῶν· μνήσθητι ὅτι ἕως ᾅδου οὐ μὴ δικαιωθῶσιν. [13] μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου, ὃς ἔχει ἐξουσίαν τοῦ φονεύειν, καὶ οὐ μὴ ὑποπτεύσῃς φόβον θανάτου· κἂν προσέλθῃς, μὴ πλημμελήσῃς, ἵνα μὴ ἀφέληται τὴν ζωήν σου· ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς. [14] κατὰ τὴν ἰσχύν σου στόχασαι τοὺς πλησίον καὶ μετὰ σοφῶν συμβουλεύου. [15] μετὰ συνετῶν ἔστω ὁ διαλογισμός σου καὶ πᾶσα διήγησίς σου ἐν νόμῳ ὑψίστου. [16] ἄνδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου, καὶ ἐν φόβῳ κυρίου ἔστω τὸ καύχημά σου. [17] ἐν χειρὶ τεχνιτῶν ἔργον ἐπαινεσθήσεται, καὶ ὁ ἡγούμενος λαοῦ σοφὸς ἐν λόγῳ αὐτοῦ. [18] φοβερὸς ἐν πόλει αὐτοῦ ἀνὴρ γλωσσώδης, καὶ ὁ προπετὴς ἐν λόγῳ αὐτοῦ μισηθήσεται.

  CHAPTER 10

  [1] Κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτοῦ, καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται. [2] κατὰ τὸν κριτὴν τοῦ λαοῦ οὕτως καὶ οἱ λειτουργοὶ αὐτοῦ, καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάντες οἱ κατοικοῦντες αὐτήν. [3] βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ, καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστῶν. [4] ἐν χειρὶ κυρίου ἡ ἐξουσία τῆς γῆς, καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπ’ αὐτῆς. [5] ἐν χειρὶ κυρίου εὐοδία ἀνδρός, καὶ προσώπῳ γραμματέως ἐπιθήσει δόξαν αὐτοῦ. [6] Ἐπὶ παντὶ ἀδικήματι μὴ μηνιάσῃς τῷ πλησίον καὶ μὴ πρᾶσσε μηδὲν ἐν ἔργοις ὕβρεως. [7] μισητὴ ἔναντι κυρίου καὶ ἀνθρώπων ὑπερηφανία, καὶ ἐξ ἀμφοτέρων πλημμελὴς ἡ ἀδικία. [8] βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα. [9] τί ὑπερηφανεύεται γῆ καὶ σποδός; ὅτι ἐν ζωῇ ἔρριψα τὰ ἐνδόσθια αὐτοῦ. [10] μακρὸν ἀρρώστημα, σκώπτει ἰατρός· καὶ βασιλεὺς σήμερον, καὶ αὔριον τελευτήσει. [11] ἐν γὰρ τῷ ἀποθανεῖν ἄνθρωπον κληρονομήσει ἑρπετὰ καὶ θηρία καὶ σκώληκας. [12] Ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφίστασθαι ἀπὸ κυρίου, καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ. [13] ὅτι ἀρχὴ ὑπερηφανίας ἁμαρτία, καὶ ὁ κρατῶν αὐτῆς ἐξομβρήσει βδέλυγμα· διὰ τοῦτο παρεδόξασεν κύριος τὰς ἐπαγωγὰς καὶ κατέστρεψεν εἰς τέλος αὐτούς. [14] θρόνους ἀρχόντων καθεῖλεν ὁ κύριος καὶ ἐκάθισεν πραεῖς ἀντ αὐτῶν· [15] ῥίζας ἐθνῶν ἐξέτιλεν ὁ κύριος καὶ ἐφύτευσεν ταπεινοὺς ἀντ αὐτῶν· [16] χώρας ἐθνῶν κατέστρεψεν ὁ κύριος καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς· [17] ἐξῆρεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτοὺς καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν. [18] οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία οὐδὲ ὀργὴ θυμοῦ γεννήμασιν γυναικῶν. [19] Σπέρμα ἔντιμον ποῖον; σπέρμα ἀνθρώπου. σπέρμα ἔντιμον ποῖον; οἱ φοβούμενοι τὸν κύριον. σπέρμα ἄτιμον ποῖον; σπέρμα ἀνθρώπου. σπέρμα ἄτιμον ποῖον; οἱ παραβαίνοντες ἐντολάς. [20] ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος αὐτῶν ἔντιμος, καὶ οἱ φοβούμενοι κύριον ἐν ὀφθαλμοῖς αὐτοῦ. [22] πλούσιος καὶ ἔνδοξος καὶ πτωχός, τὸ καύχημα αὐτῶν φόβος κυρίου. [23] οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετόν, καὶ οὐ καθήκει δοξάσαι ἄνδρα ἁμαρτωλόν. [24] μεγιστὰν καὶ κριτὴς καὶ δυνάστης δοξασθήσεται, καὶ οὐκ ἔστιν αὐτῶν τις μείζων τοῦ φοβουμένου τὸν κύριον. [25] οἰκέτῃ σοφῷ ἐλεύθεροι λειτουργήσουσιν, καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει. [26] Μὴ σοφίζου ποιῆσαι τὸ ἔργον σου καὶ μὴ δοξάζου ἐν καιρῷ στενοχωρίας σου. [27] κρείσσων ἐργαζόμενος καὶ περισσεύων ἐν πᾶσιν ἢ περιπατῶν δοξαζόμενος καὶ ἀπορῶν ἄρτων. [28] τέκνον, ἐν πραύτητι δόξασον τὴν ψυχήν σου καὶ δὸς αὐτῇ τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς. [29] τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτοῦ τίς δικαιώσει; καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτοῦ; [30] πτωχὸς δοξάζεται δι’ ἐπιστήμην αὐτοῦ, καὶ πλούσιος δοξάζεται διὰ τὸν πλοῦτον αὐτοῦ. [31] ὁ δεδοξασμένος ἐν πτωχείᾳ, καὶ ἐν πλούτῳ ποσαχῶς; καὶ ὁ ἄδοξος ἐν πλούτῳ, καὶ ἐν πτωχείᾳ ποσαχῶς;

  CHAPTER 11

  [1] σοφία ταπεινοῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν. [2] Μὴ αἰνέσῃς ἄνδρα �
��ν κάλλει αὐτοῦ καὶ μὴ βδελύξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ. [3] μικρὰ ἐν πετεινοῖς μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς. [4] ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου· ὅτι θαυμαστὰ τὰ ἔργα κυρίου, καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἀνθρώποις. [5] πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσεν διάδημα. [6] πολλοὶ δυνάσται ἠτιμάσθησαν σφόδρα, καὶ ἔνδοξοι παρεδόθησαν εἰς χεῖρας ἑτέρων. [7] Πρὶν ἐξετάσῃς, μὴ μέμψῃ· νόησον πρῶτον καὶ τότε ἐπιτίμα. [8] πρὶν ἢ ἀκοῦσαι μὴ ἀποκρίνου καὶ ἐν μέσῳ λόγων μὴ παρεμβάλλου. [9] περὶ πράγματος, οὗ οὐκ ἔστιν σοι χρεία, μὴ ἔριζε καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε. [10] Τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου· ἐὰν πληθύνῃς, οὐκ ἀθῳωθήσῃ· καὶ ἐὰν διώκῃς, οὐ μὴ καταλάβῃς· καὶ οὐ μὴ ἐκφύγῃς διαδράς. [11] ἔστιν κοπιῶν καὶ πονῶν καὶ σπεύδων, καὶ τόσῳ μᾶλλον ὑστερεῖται. [12] ἔστιν νωθρὸς προσδεόμενος ἀντιλήμψεως, ὑστερῶν ἰσχύι καὶ πτωχείᾳ περισσεύει· καὶ οἱ ὀφθαλμοὶ κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαθά, καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ [13] καὶ ἀνύψωσεν κεφαλὴν αὐτοῦ, καὶ ἀπεθαύμασαν ἐπ’ αὐτῷ πολλοί. [14] ἀγαθὰ καὶ κακά, ζωὴ καὶ θάνατος, πτωχεία καὶ πλοῦτος παρὰ κυρίου ἐστίν. [17] δόσις κυρίου παραμένει εὐσεβέσιν, καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδωθήσεται. [18] ἔστιν πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ, καὶ αὕτη ἡ μερὶς τοῦ μισθοῦ αὐτοῦ· [19] ἐν τῷ εἰπεῖν αὐτόν Εὗρον ἀνάπαυσιν καὶ νῦν φάγομαι ἐκ τῶν ἀγαθῶν μου, καὶ οὐκ οἶδεν τίς καιρὸς παρελεύσεται καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται. [20] Στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι. [21] μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ, πίστευε δὲ κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου· ὅτι κοῦφον ἐν ὀφθαλμοῖς κυρίου διὰ τάχους ἐξάπινα πλουτίσαι πένητα. [22] εὐλογία κυρίου ἐν μισθῷ εὐσεβοῦς, καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ. [23] μὴ εἴπῃς Τίς ἐστίν μου χρεία, καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαθά; [24] μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν, καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι; [25] ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν, καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν· [26] ὅτι κοῦφον ἔναντι κυρίου ἐν ἡμέρᾳ τελευτῆς ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ. [27] κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς, καὶ ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ. [28] πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ. [29] Μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου· πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου. [30] πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ, οὕτως καρδία ὑπερηφάνου, καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτῶσιν· [31] τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει καὶ ἐν τοῖς αἱρετοῖς ἐπιθήσει μῶμον. [32] ἀπὸ σπινθῆρος πυρὸς πληθύνεται ἀνθρακιά, καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει. [33] πρόσεχε ἀπὸ κακούργου, πονηρὰ γὰρ τεκταίνει, μήποτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι. [34] ἐνοίκισον ἀλλότριον, καὶ διαστρέψει σε ἐν ταραχαῖς καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου.

  CHAPTER 12

  [1] Ἐὰν εὖ ποιῇς, γνῶθι τίνι ποιεῖς, καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου. [2] εὖ ποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα, καὶ εἰ μὴ παρ’ αὐτοῦ, ἀλλὰ παρὰ τοῦ ὑψίστου. [3] οὐκ ἔσται ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ. [4] δὸς τῷ εὐσεβεῖ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ. [5] εὖ ποίησον ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ· ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ καὶ μὴ δῷς αὐτῷ, ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ· διπλάσια γὰρ κακὰ εὑρήσεις ἐν πᾶσιν ἀγαθοῖς, οἷς ἂν ποιήσῃς αὐτῷ. [6] ὅτι καὶ ὁ ὕψιστος ἐμίσησεν ἁμαρτωλοὺς καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν. [7] δὸς τῷ ἀγαθῷ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ. [8] Οὐκ ἐκδικηθήσεται ἐν ἀγαθοῖς ὁ φίλος, καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός. [9] ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ, καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται. [10] μὴ πιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα· ὡς γὰρ ὁ χαλκὸς ἰοῦται, οὕτως ἡ πονηρία αὐτοῦ· [11] καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συγκεκυφώς, ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπ’ αὐτοῦ καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσεν. [12] μὴ στήσῃς αὐτὸν παρὰ σεαυτῷ, μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου· μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου, μήποτε ζητήσῃ τὴν καθέδραν σου καὶ ἐπ’ ἐσχάτων ἐπιγνώσῃ τοὺς λόγους μου καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ. [13] τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον καὶ πάντας τοὺς προσάγοντας θηρίοις; [14] οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συμφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. [15] ὥραν μετὰ σοῦ διαμενεῖ, καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ. [16] καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρὸς καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς βόθρον· ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει ὁ ἐχθρός, καὶ ἐὰν εὕρῃ καιρόν, οὐκ ἐμπλησθήσεται ἀφ’ αἵματος. [17] κακὰ ἐὰν ὑπαντήσῃ σοι, εὑρήσεις αὐτὸν πρότερον ἐκεῖ σου, καὶ ὡς βοηθῶν ὑποσχάσει πτέρναν σου· [18] τὴν κεφαλὴν αὐτοῦ κινήσει καὶ ἐπικροτήσει τ�
�ῖς χερσὶν αὐτοῦ καὶ πολλὰ διαψιθυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ.

  CHAPTER 13

  [1] Ὁ ἁπτόμενος πίσσης μολυνθήσεται, καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ. [2] βάρος ὑπὲρ σὲ μὴ ἄρῃς καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ μὴ κοινώνει. τί κοινωνήσει χύτρα πρὸς λέβητα; αὕτη προσκρούσει, καὶ αὕτη συντριβήσεται. [3] πλούσιος ἠδίκησεν, καὶ αὐτὸς προσενεβριμήσατο· πτωχὸς ἠδίκηται, καὶ αὐτὸς προσδεηθήσεται. [4] ἐὰν χρησιμεύσῃς, ἐργᾶται ἐν σοί· καὶ ἐὰν ὑστερήσῃς, καταλείψει σε. [5] ἐὰν ἔχῃς, συμβιώσεταί σοι καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ πονέσει. [6] χρείαν ἔσχηκέν σου, καὶ ἀποπλανήσει σε καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδα· λαλήσει σοι καλὰ καὶ ἐρεῖ Τίς ἡ χρεία σου; [7] καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ, ἕως οὗ ἀποκενώσῃ σε δὶς ἢ τρίς, καὶ ἐπ’ ἐσχάτων καταμωκήσεταί σου· μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί. [8] πρόσεχε μὴ ἀποπλανηθῇς καὶ μὴ ταπεινωθῇς ἐν ἀφροσύνῃ σου. [9] Προσκαλεσαμένου σε δυνάστου ὑποχωρῶν γίνου, καὶ τόσῳ μᾶλλόν σε προσκαλέσεται· [10] μὴ ἔμπιπτε, μὴ ἀπωσθῇς, καὶ μὴ μακρὰν ἀφίστω, ἵνα μὴ ἐπιλησθῇς. [11] μὴ ἔπεχε ἰσηγορεῖσθαι μετ’ αὐτοῦ καὶ μὴ πίστευε τοῖς πλείοσιν λόγοις αὐτοῦ· ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε καὶ ὡς προσγελῶν ἐξετάσει σε. [12] ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν. [13] συντήρησον καὶ πρόσεχε σφοδρῶς, ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς. [15] Πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ· [16] πᾶσα σὰρξ κατὰ γένος συνάγεται, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ. [17] τί κοινωνήσει λύκος ἀμνῷ; οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ. [18] τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα; καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα; [19] κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ· οὕτως νομαὶ πλουσίων πτωχοί. [20] βδέλυγμα ὑπερηφάνῳ ταπεινότης· οὕτως βδέλυγμα πλουσίῳ πτωχός. [21] πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων, ταπεινὸς δὲ πεσὼν προσαπωθεῖται ὑπὸ φίλων. [22] πλουσίου σφαλέντος πολλοὶ ἀντιλήμπτορες· ἐλάλησεν ἀπόρρητα, καὶ ἐδικαίωσαν αὐτόν. ταπεινὸς ἔσφαλεν, καὶ προσεπετίμησαν αὐτῷ· ἐφθέγξατο σύνεσιν, καὶ οὐκ ἐδόθη αὐτῷ τόπος. [23] πλούσιος ἐλάλησεν, καὶ πάντες ἐσίγησαν καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν. πτωχὸς ἐλάλησεν καὶ εἶπαν Τίς οὗτος; κἂν προσκόψῃ, προσανατρέψουσιν αὐτόν. [24] ἀγαθὸς ὁ πλοῦτος, ᾧ μή ἐστιν ἁμαρτία, καὶ πονηρὰ ἡ πτωχεία ἐν στόματι ἀσεβοῦς. [25] Καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ, ἐάν τε εἰς ἀγαθὰ ἐάν τε εἰς κακά. [26] ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον ἱλαρόν, καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπων.

 

‹ Prev