Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 493
Delphi Septuagint Page 493

by Lancelot C L Brenton (ed)


  CHAPTER 39

  [1] Πλὴν τοῦ ἐπιδιδόντος τὴν ψυχὴν αὐτοῦ καὶ διανοουμένου ἐν νόμῳ ὑψίστου, σοφίαν πάντων ἀρχαίων ἐκζητήσει καὶ ἐν προφητείαις ἀσχοληθήσεται, [2] διήγησιν ἀνδρῶν ὀνομαστῶν συντηρήσει καὶ ἐν στροφαῖς παραβολῶν συνεισελεύσεται, [3] ἀπόκρυφα παροιμιῶν ἐκζητήσει καὶ ἐν αἰνίγμασι παραβολῶν ἀναστραφήσεται. [4] ἀνὰ μέσον μεγιστάνων ὑπηρετήσει καὶ ἔναντι ἡγουμένων ὀφθήσεται· ἐν γῇ ἀλλοτρίων ἐθνῶν διελεύσεται, ἀγαθὰ γὰρ καὶ κακὰ ἐν ἀνθρώποις ἐπείρασεν. [5] τὴν καρδίαν αὐτοῦ ἐπιδώσει ὀρθρίσαι πρὸς κύριον τὸν ποιήσαντα αὐτὸν καὶ ἔναντι ὑψίστου δεηθήσεται· καὶ ἀνοίξει στόμα αὐτοῦ ἐν προσευχῇ καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεηθήσεται. [6] ἐὰν κύριος ὁ μέγας θελήσῃ, πνεύματι συνέσεως ἐμπλησθήσεται· αὐτὸς ἀνομβρήσει ῥήματα σοφίας αὐτοῦ καὶ ἐν προσευχῇ ἐξομολογήσεται κυρίῳ· [7] αὐτὸς κατευθυνεῖ βουλὴν αὐτοῦ καὶ ἐπιστήμην καὶ ἐν τοῖς ἀποκρύφοις αὐτοῦ διανοηθήσεται· [8] αὐτὸς ἐκφανεῖ παιδείαν διδασκαλίας αὐτοῦ καὶ ἐν νόμῳ διαθήκης κυρίου καυχήσεται. [9] αἰνέσουσιν τὴν σύνεσιν αὐτοῦ πολλοί, καὶ ἕως τοῦ αἰῶνος οὐκ ἐξαλειφθήσεται· οὐκ ἀποστήσεται τὸ μνημόσυνον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς γενεὰς γενεῶν· [10] τὴν σοφίαν αὐτοῦ διηγήσονται ἔθνη, καὶ τὸν ἔπαινον αὐτοῦ ἐξαγγελεῖ ἐκκλησία· [11] ἐὰν ἐμμείνῃ, ὄνομα καταλείψει ἢ χίλιοι, καὶ ἐὰν ἀναπαύσηται, ἐκποιεῖ αὐτῷ. [12] Ἔτι διανοηθεὶς ἐκδιηγήσομαι καὶ ὡς διχομηνία ἐπληρώθην. [13] εἰσακούσατέ μου, υἱοὶ ὅσιοι, καὶ βλαστήσατε ὡς ῥόδον φυόμενον ἐπὶ ῥεύματος ὑγροῦ [14] καὶ ὡς λίβανος εὐωδιάσατε ὀσμὴν καὶ ἀνθήσατε ἄνθος ὡς κρίνον. διάδοτε ὀσμὴν καὶ αἰνέσατε ᾆσμα, εὐλογήσατε κύριον ἐπὶ πᾶσιν τοῖς ἔργοις, [15] δότε τῷ ὀνόματι αὐτοῦ μεγαλωσύνην καὶ ἐξομολογήσασθε ἐν αἰνέσει αὐτοῦ ἐν ᾠδαῖς χειλέων καὶ ἐν κινύραις καὶ οὕτως ἐρεῖτε ἐν ἐξομολογήσει [16] Τὰ ἔργα κυρίου πάντα ὅτι καλὰ σφόδρα, καὶ πᾶν πρόσταγμα ἐν καιρῷ αὐτοῦ ἔσται· οὐκ ἔστιν εἰπεῖν Τί τοῦτο; εἰς τί τοῦτο; πάντα γὰρ ἐν καιρῷ αὐτοῦ ζητηθήσεται. [17] ἐν λόγῳ αὐτοῦ ἔστη ὡς θιμωνιὰ ὕδωρ καὶ ἐν ῥήματι στόματος αὐτοῦ ἀποδοχεῖα ὑδάτων. [18] ἐν προστάγματι αὐτοῦ πᾶσα ἡ εὐδοκία, καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτοῦ. [19] ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστιν κρυβῆναι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ· [20] ἀπὸ τοῦ αἰῶνος εἰς τὸν αἰῶνα ἐπέβλεψεν, καὶ οὐθέν ἐστιν θαυμάσιον ἐναντίον αὐτοῦ. [21] οὐκ ἔστιν εἰπεῖν Τί τοῦτο; εἰς τί τοῦτο; πάντα γὰρ εἰς χρείας αὐτῶν ἔκτισται. [22] Ἡ εὐλογία αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψεν καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν· [23] οὕτως ὀργὴν αὐτοῦ ἔθνη κληρονομήσει, ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην. [24] αἱ ὁδοὶ αὐτοῦ τοῖς ὁσίοις εὐθεῖαι, οὕτως τοῖς ἀνόμοις προσκόμματα· [25] ἀγαθὰ τοῖς ἀγαθοῖς ἔκτισται ἀπ’ ἀρχῆς, οὕτως τοῖς ἁμαρτωλοῖς κακά. [26] ἀρχὴ πάσης χρείας εἰς ζωὴν ἀνθρώπου, ὕδωρ καὶ πῦρ καὶ σίδηρος καὶ ἅλας καὶ σεμίδαλις πυροῦ καὶ γάλα καὶ μέλι, αἷμα σταφυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον· [27] ταῦτα πάντα τοῖς εὐσεβέσιν εἰς ἀγαθά, οὕτως τοῖς ἁμαρτωλοῖς τραπήσεται εἰς κακά. [28] Ἔστιν πνεύματα, ἃ εἰς ἐκδίκησιν ἔκτισται καὶ ἐν θυμῷ αὐτοῦ ἐστερέωσεν μάστιγας αὐτῶν· ἐν καιρῷ συντελείας ἰσχὺν ἐκχεοῦσιν καὶ τὸν θυμὸν τοῦ ποιήσαντος αὐτοὺς κοπάσουσιν. [29] πῦρ καὶ χάλαζα καὶ λιμὸς καὶ θάνατος, πάντα ταῦτα εἰς ἐκδίκησιν ἔκτισται· [30] θηρίων ὀδόντες καὶ σκορπίοι καὶ ἔχεις καὶ ῥομφαία ἐκδικοῦσα εἰς ὄλεθρον ἀσεβεῖς· [31] ἐν τῇ ἐντολῇ αὐτοῦ εὐφρανθήσονται καὶ ἐπὶ τῆς γῆς εἰς χρείας ἑτοιμασθήσονται καὶ ἐν καιροῖς αὐτῶν οὐ παραβήσονται λόγον. [32] Διὰ τοῦτο ἐξ ἀρχῆς ἐστηρίχθην καὶ διενοήθην καὶ ἐν γραφῇ ἀφῆκα [33] Τὰ ἔργα κυρίου πάντα ἀγαθὰ καὶ πᾶσαν χρείαν ἐν ὥρᾳ αὐτῆς χορηγήσει, [34] καὶ οὐκ ἔστιν εἰπεῖν Τοῦτο τούτου πονηρότερον, πάντα γὰρ ἐν καιρῷ εὐδοκιμηθήσεται. [35] καὶ νῦν ἐν πάσῃ καρδίᾳ καὶ στόματι ὑμνήσατε καὶ εὐλογήσατε τὸ ὄνομα κυρίου.

  CHAPTER 40

  [1] Ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Αδαμ ἀφ’ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἡμέρας ἐπιστροφῆς εἰς μητέρα πάντων· [2] τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας, ἐπίνοια προσδοκίας, ἡμέρα τελευτῆς. [3] ἀπὸ καθημένου ἐπὶ θρόνου ἐνδόξου καὶ ἕως τεταπεινωμένου ἐν γῇ καὶ σποδῷ, [4] ἀπὸ φοροῦντος ὑακίνθινον καὶ στέφανον καὶ ἕως περιβαλλομένου ὠμόλινον θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις. [5] καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ· [6] ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει, καὶ ἀπ’ ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρᾳ σκοπιᾶς τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ ὡς ἐκπεφευγὼς ἀπὸ προσώπου πολέμου· [7] ἐν καιρῷ χρείας αὐτοῦ ἐξηγέρθη καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον. [8] μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα· [9] θάνατος καὶ αἷμα καὶ ἔρις καὶ ῥομφαία, ἐπαγωγαί, λιμὸς καὶ σύντριμμα καὶ μάστιξ. [10] ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα, καὶ δι’ αὐτο�
�ς ἐγένετο ὁ κατακλυσμός. [11] πάντα, ὅσα ἀπὸ γῆς, εἰς γῆν ἀναστρέφει, καὶ ἀπὸ ὑδάτων, εἰς θάλασσαν ἀνακάμπτει. [12] Πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται, καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται. [13] χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει· [14] ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται, οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν. [15] ἔκγονα ἀσεβῶν οὐ πληθυνεῖ κλάδους, καὶ ῥίζαι ἀκάθαρτοι ἐπ’ ἀκροτόμου πέτρας· [16] ἄχι ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ πρὸ παντὸς χόρτου ἐκτιλήσεται. [17] χάρις ὡς παράδεισος ἐν εὐλογίαις, καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ. [18] Ζωὴ αὐτάρκους καὶ ἐργάτου γλυκανθήσεται, καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν. [19] τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα, καὶ ὑπὲρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται. [20] οἶνος καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν, καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας. [21] αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη, καὶ ὑπὲρ ἀμφότερα γλῶσσα ἡδεῖα. [22] χάριν καὶ κάλλος ἐπιθυμήσει ὀφθαλμὸς καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου. [23] φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες, καὶ ὑπὲρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός. [24] ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως, καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ῥύσεται. [25] χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα, καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμεῖται. [26] χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν, καὶ ὑπὲρ ἀμφότερα φόβος κυρίου· οὐκ ἔστιν ἐν φόβῳ κυρίου ἐλάττωσις, καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν· [27] φόβος κυρίου ὡς παράδεισος εὐλογίας, καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψεν αὐτόν. [28] Τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς· κρεῖσσον ἀποθανεῖν ἢ ἐπαιτεῖν. [29] ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν, οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς, ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις· ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται. [30] ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις, καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται.

  CHAPTER 41

  [1] Ὦ θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ, ἀνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσιν καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν. [2] ὦ θάνατε, καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι, ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι ὑπομονήν. [3] μὴ εὐλαβοῦ κρίμα θανάτου, μνήσθητι προτέρων σου καὶ ἐσχάτων· [4] τοῦτο τὸ κρίμα παρὰ κυρίου πάσῃ σαρκί, καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ ὑψίστου; εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη, οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς. [5] Τέκνα βδελυρὰ γίνεται τέκνα ἁμαρτωλῶν καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν· [6] τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος. [7] πατρὶ ἀσεβεῖ μέμψεται τέκνα, ὅτι δι’ αὐτὸν ὀνειδισθήσονται. [8] οὐαὶ ὑμῖν, ἄνδρες ἀσεβεῖς, οἵτινες ἐγκατελίπετε νόμον θεοῦ ὑψίστου· [9] καὶ ἐὰν γεννηθῆτε, εἰς κατάραν γεννηθήσεσθε, καὶ ἐὰν ἀποθάνητε, εἰς κατάραν μερισθήσεσθε. [10] πάντα, ὅσα ἐκ γῆς, εἰς γῆν ἀπελεύσεται, οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπώλειαν. [11] Πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν, ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται. [12] φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμενεῖ ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου· [13] ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν, καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ. [14] παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα· σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφέλεια ἐν ἀμφοτέροις; [15] κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ. [16] Τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου· οὐ γάρ ἐστιν πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν, καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται. [17] αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους, [18] ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελείας καὶ ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας, [19] ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας καὶ ἀπὸ τόπου, οὗ παροικεῖς, περὶ κλοπῆς, [20] ἀπὸ ἀληθείας θεοῦ καὶ διαθήκης καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπ’ ἄρτοις, [21] ἀπὸ σκορακισμοῦ λήμψεως καὶ δόσεως καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς, [22] ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας καὶ ἀπὸ ἀποστροφῆς προσώπου συγγενοῦς, [23] ἀπὸ ἀφαιρέσεως μερίδος καὶ δόσεως καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου, [24] ἀπὸ περιεργίας παιδίσκης αὐτοῦ καὶ μὴ ἐπιστῇς ἐπὶ τὴν κοίτην αὐτῆς, [25] ἀπὸ φίλων περὶ λόγων ὀνειδισμοῦ καὶ μετὰ τὸ δοῦναι μὴ ὀνείδιζε, [26] ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοῆς καὶ ἀπὸ καλύψεως λόγων κρυφίων· [27] καὶ ἔσῃ αἰσχυντηρὸς ἀληθινῶς καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνθρώπου.

  CHAPTER 42

  [1] Μὴ περὶ τούτων αἰσχυνθῇς καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν· [2] περὶ νόμου ὑψίστου καὶ διαθήκης καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ, [3] περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων καὶ περὶ δόσεως κληρονομίας ἑταίρων, [4] περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμίων καὶ περὶ κτήσεως πολλῶν καὶ ὀλίγων, [5] περὶ διαφόρου πράσεως ἐμπόρων καὶ περὶ παιδείας τέκνων π�
�λλῆς καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι· [6] ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς, καὶ ὅπου χεῖρες πολλαί, κλεῖσον· [7] ὃ ἐὰν παραδιδῷς, ἐν ἀριθμῷ καὶ σταθμῷ, καὶ δόσις καὶ λῆμψις, πάντα ἐν γραφῇ· [8] περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους· καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος. [9] Θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον· ἐν νεότητι αὐτῆς, μήποτε παρακμάσῃ, καὶ συνῳκηκυῖα, μήποτε μισηθῇ· [10] ἐν παρθενίᾳ, μήποτε βεβηλωθῇ καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται· μετὰ ἀνδρὸς οὖσα, μήποτε παραβῇ, καὶ συνῳκηκυῖα, μήποτε στειρωθῇ. [11] ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, μήποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς, λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ, καὶ καταισχύνῃ σε ἐν πλήθει πολλῶν. [12] παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε· [13] ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σὴς καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός. [14] κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή, καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν. [15] Μνησθήσομαι δὴ τὰ ἔργα κυρίου, καὶ ἃ ἑόρακα, ἐκδιηγήσομαι· ἐν λόγοις κυρίου τὰ ἔργα αὐτοῦ. [16] ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψεν, καὶ τῆς δόξης κυρίου πλῆρες τὸ ἔργον αὐτοῦ. [17] οὐκ ἐξεποίησεν τοῖς ἁγίοις κυρίου ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ ἐστερέωσεν κύριος ὁ παντοκράτωρ στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν. [18] ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθη· ἔγνω γὰρ ὁ ὕψιστος πᾶσαν εἴδησιν καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος [19] ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ τὰ ἐσόμενα καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων· [20] οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα, οὐκ ἐκρύβη ἀπ’ αὐτοῦ οὐδὲ εἷς λόγος. [21] τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησεν, ὡς ἔστιν πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· οὔτε προσετέθη οὔτε ἠλαττώθη, καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου. [22] ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητὰ καὶ ὡς σπινθῆρός ἐστιν θεωρῆσαι· [23] πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει. [24] πάντα δισσά, ἓν κατέναντι τοῦ ἑνός, καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον· [25] ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαθά, καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;

 

‹ Prev