Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 521
Delphi Septuagint Page 521

by Lancelot C L Brenton (ed)


  CHAPTER 24

  [1] Ἔδειξέν μοι κύριος δύο καλάθους σύκων κειμένους κατὰ πρόσωπον ναοῦ κυρίου μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος τὸν Ιεχονιαν υἱὸν Ιωακιμ βασιλέα Ιουδα καὶ τοὺς ἄρχοντας καὶ τοὺς τεχνίτας καὶ τοὺς δεσμώτας καὶ τοὺς πλουσίους ἐξ Ιερουσαλημ καὶ ἤγαγεν αὐτοὺς εἰς Βαβυλῶνα· [2] ὁ κάλαθος ὁ εἷς σύκων χρηστῶν σφόδρα ὡς τὰ σῦκα τὰ πρόιμα, καὶ ὁ κάλαθος ὁ ἕτερος σύκων πονηρῶν σφόδρα, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν. [3] καὶ εἶπεν κύριος πρός με Τί σὺ ὁρᾷς, Ιερεμια; καὶ εἶπα Σῦκα· τὰ χρηστὰ χρηστὰ λίαν, καὶ τὰ πονηρὰ πονηρὰ λίαν, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν. [4] καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων [5] Τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Ὡς τὰ σῦκα τὰ χρηστὰ ταῦτα, οὕτως ἐπιγνώσομαι τοὺς ἀποικισθέντας Ιουδα, οὓς ἐξαπέσταλκα ἐκ τοῦ τόπου τούτου εἰς γῆν Χαλδαίων εἰς ἀγαθά. [6] καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπ’ αὐτοὺς εἰς ἀγαθὰ καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν ταύτην εἰς ἀγαθὰ καὶ ἀνοικοδομήσω αὐτοὺς καὶ οὐ μὴ καθελῶ καὶ καταφυτεύσω αὐτοὺς καὶ οὐ μὴ ἐκτίλω· [7] καὶ δώσω αὐτοῖς καρδίαν τοῦ εἰδέναι αὐτοὺς ἐμὲ ὅτι ἐγώ εἰμι κύριος, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν, ὅτι ἐπιστραφήσονται ἐπ’ ἐμὲ ἐξ ὅλης τῆς καρδίας αὐτῶν. [8] καὶ ὡς τὰ σῦκα τὰ πονηρά, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν, τάδε λέγει κύριος, οὕτως παραδώσω τὸν Σεδεκιαν βασιλέα Ιουδα καὶ τοὺς μεγιστᾶνας αὐτοῦ καὶ τὸ κατάλοιπον Ιερουσαλημ τοὺς ὑπολελειμμένους ἐν τῇ γῇ ταύτῃ καὶ τοὺς κατοικοῦντας ἐν Αἰγύπτῳ· [9] καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν εἰς πάσας τὰς βασιλείας τῆς γῆς, καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς παραβολὴν καὶ εἰς μῖσος καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ, οὗ ἐξῶσα αὐτοὺς ἐκεῖ· [10] καὶ ἀποστελῶ εἰς αὐτοὺς τὸν λιμὸν καὶ τὸν θάνατον καὶ τὴν μάχαιραν, ἕως ἂν ἐκλίπωσιν ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς.

  CHAPTER 25

  [1] Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν ἐπὶ πάντα τὸν λαὸν Ιουδα ἐν τῷ ἔτει τῷ τετάρτῳ τοῦ Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα, [2] ὃν ἐλάλησεν πρὸς πάντα τὸν λαὸν Ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας Ιερουσαλημ λέγων [3] ἐν τρισκαιδεκάτῳ ἔτει Ιωσια υἱοῦ Αμως βασιλέως Ιουδα καὶ ἕως τῆς ἡμέρας ταύτης εἴκοσι καὶ τρία ἔτη καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων καὶ λέγων [4] καὶ ἀπέστελλον πρὸς ὑμᾶς τοὺς δούλους μου τοὺς προφήτας ὄρθρου ἀποστέλλων, καὶ οὐκ εἰσηκούσατε καὶ οὐ προσέσχετε τοῖς ὠσὶν ὑμῶν, [5] λέγων Ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων ὑμῶν, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν ἀπ’ αἰῶνος καὶ ἕως αἰῶνος· [6] μὴ πορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς, ὅπως μὴ παροργίζητέ με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν τοῦ κακῶσαι ὑμᾶς. [7] καὶ οὐκ ἠκούσατέ μου. [8] διὰ τοῦτο τάδε λέγει κύριος Ἐπειδὴ οὐκ ἐπιστεύσατε τοῖς λόγοις μου, [9] ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ λήμψομαι τὴν πατριὰν ἀπὸ βορρᾶ καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῆς καὶ ἐξερημώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν καὶ εἰς συριγμὸν καὶ εἰς ὀνειδισμὸν αἰώνιον· [10] καὶ ἀπολῶ ἀπ’ αὐτῶν φωνὴν χαρᾶς καὶ φωνὴν εὐφροσύνης, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, ὀσμὴν μύρου καὶ φῶς λύχνου. [11] καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἀφανισμόν, καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν ἑβδομήκοντα ἔτη. [12] καὶ ἐν τῷ πληρωθῆναι τὰ ἑβδομήκοντα ἔτη ἐκδικήσω τὸ ἔθνος ἐκεῖνο, φησὶν κύριος, καὶ θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον· [13] καὶ ἐπάξω ἐπὶ τὴν γῆν ἐκείνην πάντας τοὺς λόγους μου, οὓς ἐλάλησα κατ’ αὐτῆς, πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. [14] Ἃ ἐπροφήτευσεν Ιερεμιας ἐπὶ τὰ ἔθνη τὰ Αιλαμ. [15] Τάδε λέγει κύριος Συντριβήτω τὸ τόξον Αιλαμ, ἀρχὴ δυναστείας αὐτῶν. [16] καὶ ἐπάξω ἐπὶ Αιλαμ τέσσαρας ἀνέμους ἐκ τῶν τεσσάρων ἄκρων τοῦ οὐρανοῦ καὶ διασπερῶ αὐτοὺς ἐν πᾶσιν τοῖς ἀνέμοις τούτοις, καὶ οὐκ ἔσται ἔθνος, ὃ οὐχ ἥξει ἐκεῖ οἱ ἐξωσμένοι Αιλαμ. [17] καὶ πτοήσω αὐτοὺς ἐναντίον τῶν ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὴν ψυχὴν αὐτῶν καὶ ἐπάξω ἐπ’ αὐτοὺς κακὰ κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου καὶ ἐπαποστελῶ ὀπίσω αὐτῶν τὴν μάχαιράν μου ἕως τοῦ ἐξαναλῶσαι αὐτούς. [18] καὶ θήσω τὸν θρόνον μου ἐν Αιλαμ καὶ ἐξαποστελῶ ἐκεῖθεν βασιλέα καὶ μεγιστᾶνας. [19] καὶ ἔσται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἀποστρέψω τὴν αἰχμαλωσίαν Αιλαμ, λέγει κύριος. – [20] ἐν ἀρχῇ βασιλεύοντος Σεδεκιου τοῦ βασιλέως ἐγένετο ὁ λόγος οὗτος περὶ Αιλαμ. [2] Τῇ Αἰγύπτῳ ἐπὶ δύναμιν Φαραω Νεχαω βασιλέως Αἰγύπτου, ὃς ἦν ἐπὶ τῷ ποταμῷ Εὐφράτῃ ἐν Χαρχαμις, ὃν ἐπάταξε Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἔτει τῷ τετάρτῳ Ιωακιμ βασιλέως Ιουδα. [3] Ἀναλάβετε ὅπλα καὶ ἀσπίδας καὶ προσαγάγετε εἰς πόλεμον· [4] ἐπισάξατε τοὺς ἵππους ἐπίβητε, οἱ ἱππεῖς, καὶ κατάστητε ἐν ταῖς περικεφαλαίαις ὑμῶν· προβάλετε τὰ δόρατα καὶ ἐνδύσασθε τοὺς θώρακας ὑμῶν. [5] τί ὅτι αὐτοὶ πτοοῦνται καὶ ἀποχωροῦσιν ὀπίσω; δ�
�ότι οἱ ἰσχυροὶ αὐτῶν κοπήσονται. φυγῇ ἔφυγον καὶ οὐκ ἀνέστρεψαν περιεχόμενοι κυκλόθεν, λέγει κύριος. [6] μὴ φευγέτω ὁ κοῦφος, καὶ μὴ ἀνασῳζέσθω ὁ ἰσχυρός· ἐπὶ βορρᾶν τὰ παρὰ τὸν Εὐφράτην ἠσθένησαν πεπτώκασιν. [7] τίς οὗτος ὡς ποταμὸς ἀναβήσεται καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ; [8] ὕδατα Αἰγύπτου ὡσεὶ ποταμὸς ἀναβήσεται καὶ εἶπεν Ἀναβήσομαι καὶ κατακαλύψω γῆν καὶ ἀπολῶ κατοικοῦντας ἐν αὐτῇ. [9] ἐπίβητε ἐπὶ τοὺς ἵππους, παρασκευάσατε τὰ ἅρματα· ἐξέλθατε, οἱ μαχηταὶ Αἰθιόπων καὶ Λίβυες καθωπλισμένοι ὅπλοις· καὶ Λυδοί, ἀνάβητε ἐντείνατε τόξον. [10] καὶ ἡ ἡμέρα ἐκείνη κυρίῳ τῷ θεῷ ἡμῶν ἡμέρα ἐκδικήσεως τοῦ ἐκδικῆσαι τοὺς ἐχθροὺς αὐτοῦ, καὶ καταφάγεται ἡ μάχαιρα κυρίου καὶ ἐμπλησθήσεται καὶ μεθυσθήσεται ἀπὸ τοῦ αἵματος αὐτῶν, ὅτι θυσία τῷ κυρίῳ σαβαωθ ἀπὸ γῆς βορρᾶ ἐπὶ ποταμῷ Εὐφράτῃ. [11] ἀνάβηθι, Γαλααδ, καὶ λαβὲ ῥητίνην τῇ παρθένῳ θυγατρὶ Αἰγύπτου· εἰς κενὸν ἐπλήθυνας ἰάματά σου, ὠφέλεια οὐκ ἔστιν σοί. [12] ἤκουσαν ἔθνη φωνήν σου, καὶ τῆς κραυγῆς σου ἐπλήσθη ἡ γῆ, ὅτι μαχητὴς πρὸς μαχητὴν ἠσθένησεν, ἐπὶ τὸ αὐτὸ ἔπεσαν ἀμφότεροι. [13] Ἃ ἐλάλησεν κύριος ἐν χειρὶ Ιερεμιου τοῦ ἐλθεῖν Ναβουχοδονοσορ τὸν βασιλέα Βαβυλῶνος τοῦ κόψαι τὴν γῆν Αἰγύπτου. [14] Ἀναγγείλατε εἰς Μάγδωλον καὶ παραγγείλατε εἰς Μέμφιν, εἴπατε Ἐπίστηθι καὶ ἑτοίμασον, ὅτι κατέφαγεν μάχαιρα τὴν σμίλακά σου. [15] διὰ τί ἔφυγεν ὁ Ἆπις; ὁ μόσχος ὁ ἐκλεκτός σου οὐκ ἔμεινεν, ὅτι κύριος παρέλυσεν αὐτόν. [16] καὶ τὸ πλῆθός σου ἠσθένησεν καὶ ἔπεσεν, καὶ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἐλάλει Ἀναστῶμεν καὶ ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμῶν εἰς τὴν πατρίδα ἡμῶν ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς. [17] καλέσατε τὸ ὄνομα Φαραω Νεχαω βασιλέως Αἰγύπτου Σαων – εσβι – εμωηδ. [18] ζῶ ἐγώ, λέγει κύριος ὁ θεός, ὅτι ὡς τὸ Ἰταβύριον ἐν τοῖς ὄρεσιν καὶ ὡς ὁ Κάρμηλος ἐν τῇ θαλάσσῃ ἥξει. [19] σκεύη ἀποικισμοῦ ποίησον σεαυτῇ, κατοικοῦσα θύγατερ Αἰγύπτου, ὅτι Μέμφις εἰς ἀφανισμὸν ἔσται καὶ κληθήσεται οὐαὶ διὰ τὸ μὴ ὑπάρχειν κατοικοῦντας ἐν αὐτῇ. [20] δάμαλις κεκαλλωπισμένη Αἴγυπτος, ἀπόσπασμα ἀπὸ βορρᾶ ἦλθεν ἐπ’ αὐτήν. [21] καὶ οἱ μισθωτοὶ αὐτῆς ἐν αὐτῇ ὥσπερ μόσχοι σιτευτοὶ τρεφόμενοι ἐν αὐτῇ, διότι καὶ αὐτοὶ ἀπεστράφησαν καὶ ἔφυγον ὁμοθυμαδόν, οὐκ ἔστησαν, ὅτι ἡμέρα ἀπωλείας ἦλθεν ἐπ’ αὐτοὺς καὶ καιρὸς ἐκδικήσεως αὐτῶν. [22] φωνὴ ὡς ὄφεως συρίζοντος, ὅτι ἐν ἄμμῳ πορεύσονται· ἐν ἀξίναις ἥξουσιν ἐπ’ αὐτὴν ὡς κόπτοντες ξύλα. [23] ἐκκόψουσιν τὸν δρυμὸν αὐτῆς, λέγει κύριος ὁ θεός, ὅτι οὐ μὴ εἰκασθῇ, ὅτι πληθύνει ὑπὲρ ἀκρίδα καὶ οὐκ ἔστιν αὐτοῖς ἀριθμός. [24] κατῃσχύνθη θυγάτηρ Αἰγύπτου, παρεδόθη εἰς χεῖρας λαοῦ ἀπὸ βορρᾶ. [25] ἰδοὺ ἐγὼ ἐκδικῶ τὸν Αμων τὸν υἱὸν αὐτῆς ἐπὶ Φαραω καὶ ἐπὶ τοὺς πεποιθότας ἐπ’ αὐτῷ. [27] σὺ δὲ μὴ φοβηθῇς, δοῦλός μου Ιακωβ, μηδὲ πτοηθῇς, Ισραηλ, διότι ἰδοὺ ἐγὼ σῴζων σε μακρόθεν καὶ τὸ σπέρμα σου ἐκ τῆς αἰχμαλωσίας αὐτῶν, καὶ ἀναστρέψει Ιακωβ καὶ ἡσυχάσει καὶ ὑπνώσει, καὶ οὐκ ἔσται ὁ παρενοχλῶν αὐτόν. [28] μὴ φοβοῦ, παῖς μου Ιακωβ, λέγει κύριος, ὅτι μετὰ σοῦ ἐγώ εἰμι· ὅτι ποιήσω συντέλειαν ἐν παντὶ ἔθνει, εἰς οὓς ἐξῶσά σε ἐκεῖ, σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπεῖν· καὶ παιδεύσω σε εἰς κρίμα καὶ ἀθῷον οὐκ ἀθῳώσω σε.

  CHAPTER 27

  [1] Λόγος κυρίου, ὃν ἐλάλησεν ἐπὶ Βαβυλῶνα. [2] Ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε, εἴπατε Ἑάλωκεν Βαβυλών, κατῃσχύνθη Βῆλος ἡ ἀπτόητος, ἡ τρυφερὰ παρεδόθη Μαρωδαχ. [3] ὅτι ἀνέβη ἐπ’ αὐτὴν ἔθνος ἀπὸ βορρᾶ· οὗτος θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμόν, καὶ οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους. [4] ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ Ισραηλ, αὐτοὶ καὶ οἱ υἱοὶ Ιουδα ἐπὶ τὸ αὐτό· βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν κύριον θεὸν αὐτῶν ζητοῦντες. [5] ἕως Σιων ἐρωτήσουσιν τὴν ὁδόν, ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσιν· καὶ ἥξουσιν καὶ καταφεύξονται πρὸς κύριον τὸν θεόν, διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται. [6] πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου, οἱ ποιμένες αὐτῶν ἐξῶσαν αὐτούς, ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο, ἐπελάθοντο κοίτης αὐτῶν. [7] πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς, οἱ ἐχθροὶ αὐτῶν εἶπαν Μὴ ἀνῶμεν αὐτούς· ἀνθ’ ὧν ἥμαρτον τῷ κυρίῳ νομῇ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν. [8] ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλῶνος καὶ ἀπὸ γῆς Χαλδαίων καὶ ἐξέλθατε καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων. [9] ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλῶνα συναγωγὰς ἐθνῶν ἐκ γῆς βορρᾶ, καὶ παρατάξονται αὐτῇ· ἐκεῖθεν ἁλώσεται, ὡς βολὶς μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή. [10] καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν, πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησθήσονται. [11] ὅτι ηὐφραίνεσθε καὶ κατεκαυχᾶσθε διαρπάζοντες τὴν κληρονομίαν μου, διότι ἐσκιρτᾶτε ὡς βοίδια ἐν βοτάνῃ καὶ ἐκερατίζετε ὡς ταῦροι. [12] ᾐσχύνθη ἡ μήτηρ ὑμῶν σφόδρα, μήτηρ ἐπ’ ἀγαθὰ ἐσχάτη ἐθνῶν ἔρημος. [13] ἀπὸ ὀργῆς κυρίου οὐ κατοικηθήσε�
�αι καὶ ἔσται εἰς ἀφανισμὸν πᾶσα, καὶ πᾶς ὁ διοδεύων διὰ Βαβυλῶνος σκυθρωπάσει καὶ συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς. [14] παρατάξασθε ἐπὶ Βαβυλῶνα κύκλῳ, πάντες τείνοντες τόξον· τοξεύσατε ἐπ’ αὐτήν, μὴ φείσησθε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν. [15] κατακροτήσατε ἐπ’ αὐτήν· παρελύθησαν αἱ χεῖρες αὐτῆς, ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς, καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς· ὅτι ἐκδίκησις παρὰ θεοῦ ἐστιν, ἐκδικεῖτε ἐπ’ αὐτήν· καθὼς ἐποίησεν, ποιήσατε αὐτῇ. [16] ἐξολεθρεύσατε σπέρμα ἐκ Βαβυλῶνος, κατέχοντα δρέπανον ἐν καιρῷ θερισμοῦ· ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὐτοῦ ἀποστρέψουσιν καὶ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ φεύξεται. [17] Πρόβατον πλανώμενον Ισραηλ, λέοντες ἐξῶσαν αὐτόν· ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς Ασσουρ καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος. [18] διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐπὶ τὴν γῆν αὐτοῦ, καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ασσουρ. [19] καὶ ἀποκαταστήσω τὸν Ισραηλ εἰς τὴν νομὴν αὐτοῦ, καὶ νεμήσεται ἐν τῷ Καρμήλῳ καὶ ἐν ὄρει Εφραιμ καὶ ἐν τῷ Γαλααδ, καὶ πλησθήσεται ἡ ψυχὴ αὐτοῦ. [20] ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ζητήσουσιν τὴν ἀδικίαν Ισραηλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας Ιουδα, καὶ οὐ μὴ εὑρεθῶσιν, ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελειμμένοις ἐπὶ τῆς γῆς, λέγει κύριος. [21] Πικρῶς ἐπίβηθι ἐπ’ αὐτὴν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπ’ αὐτήν· ἐκδίκησον, μάχαιρα, καὶ ἀφάνισον, λέγει κύριος, καὶ ποίει κατὰ πάντα, ὅσα ἐντέλλομαί σοι. [22] φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων. [23] πῶς συνεκλάσθη καὶ συνετρίβη ἡ σφῦρα πάσης τῆς γῆς; πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν; [24] ἐπιθήσονταί σοι, καὶ ἁλώσῃ, ὦ Βαβυλών, καὶ οὐ γνώσῃ· εὑρέθης καὶ ἐλήμφθης, ὅτι τῷ κυρίῳ ἀντέστης. [25] ἤνοιξεν κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκεν τὰ σκεύη ὀργῆς αὐτοῦ, ὅτι ἔργον τῷ κυρίῳ θεῷ ἐν γῇ Χαλδαίων, [26] ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολεθρεύσατε αὐτήν, μὴ γενέσθω αὐτῆς κατάλειμμα· [27] ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς, καὶ καταβήτωσαν εἰς σφαγήν· οὐαὶ αὐτοῖς, ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν καὶ καιρὸς ἐκδικήσεως αὐτῶν. [28] φωνὴ φευγόντων καὶ ἀνασῳζομένων ἐκ γῆς Βαβυλῶνος τοῦ ἀναγγεῖλαι εἰς Σιων τὴν ἐκδίκησιν παρὰ κυρίου θεοῦ ἡμῶν. [29] παραγγείλατε ἐπὶ Βαβυλῶνα πολλοῖς, παντὶ ἐντείνοντι τόξον· παρεμβάλετε ἐπ’ αὐτὴν κυκλόθεν, μὴ ἔστω αὐτῆς ἀνασῳζόμενος· ἀνταπόδοτε αὐτῇ κατὰ τὰ ἔργα αὐτῆς, κατὰ πάντα ὅσα ἐποίησεν ποιήσατε αὐτῇ, ὅτι πρὸς τὸν κύριον ἀντέστη θεὸν ἅγιον τοῦ Ισραηλ. [30] διὰ τοῦτο πεσοῦνται οἱ νεανίσκοι αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτῆς ῥιφήσονται, εἶπεν κύριος. [31] ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν, λέγει κύριος, ὅτι ἥκει ἡ ἡμέρα σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου· [32] καὶ ἀσθενήσει ἡ ὕβρις σου καὶ πεσεῖται, καὶ οὐκ ἔσται ὁ ἀνιστῶν αὐτήν· καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς. [33] Τάδε λέγει κύριος Καταδεδυνάστευνται οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα ἅμα, πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς, ὅτι οὐκ ἠθέλησαν ἐξαποστεῖλαι αὐτούς. [34] καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρός, κύριος παντοκράτωρ ὄνομα αὐτῷ· κρίσιν κρινεῖ πρὸς τοὺς ἀντιδίκους αὐτοῦ, ὅπως ἐξάρῃ τὴν γῆν, καὶ παροξυνεῖ τοῖς κατοικοῦσι Βαβυλῶνα. [35] μάχαιραν ἐπὶ τοὺς Χαλδαίους καὶ ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα καὶ ἐπὶ τοὺς μεγιστᾶνας αὐτῆς καὶ ἐπὶ τοὺς συνετοὺς αὐτῆς· [36] μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῆς, καὶ παραλυθήσονται· [37] μάχαιραν ἐπὶ τοὺς ἵππους αὐτῶν καὶ ἐπὶ τὰ ἅρματα αὐτῶν· μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῶν καὶ ἐπὶ τὸν σύμμικτον τὸν ἐν μέσῳ αὐτῆς, καὶ ἔσονται ὡσεὶ γυναῖκες· μάχαιραν ἐπὶ τοὺς θησαυροὺς αὐτῆς, καὶ διασκορπισθήσονται. [38] ἐπὶ τῷ ὕδατι αὐτῆς ἐπεποίθει καὶ καταισχυνθήσονται, ὅτι γῆ τῶν γλυπτῶν ἐστιν, καὶ ἐν ταῖς νήσοις, οὗ κατεκαυχῶντο. [39] διὰ τοῦτο κατοικήσουσιν ἰνδάλματα ἐν ταῖς νήσοις, καὶ κατοικήσουσιν ἐν αὐτῇ θυγατέρες σειρήνων· οὐ μὴ κατοικηθῇ οὐκέτι εἰς τὸν αἰῶνα. [40] καθὼς κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα καὶ τὰς ὁμορούσας αὐταῖς, εἶπεν κύριος, οὐ μὴ κατοικήσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ παροικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου. [41] ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνος μέγα καὶ βασιλεῖς πολλοὶ ἐξεγερθήσονται ἀπ’ ἐσχάτου τῆς γῆς [42] τόξον καὶ ἐγχειρίδιον ἔχοντες· ἰταμός ἐστιν καὶ οὐ μὴ ἐλεήσῃ· φωνὴ αὐτῶν ὡς θάλασσα ἠχήσει, ἐφ’ ἵπποις ἱππάσονται παρεσκευασμένοι ὥσπερ πῦρ εἰς πόλεμον πρὸς σέ, θύγατερ Βαβυλῶνος. [43] ἤκουσεν βασιλεὺς Βαβυλῶνος τὴν ἀκοὴν αὐτῶν, καὶ παρελύθησαν αἱ χεῖρες αὐτοῦ· θλῖψις κατεκράτησεν αὐτοῦ, ὠδῖνες ὡς τικτούσης. [44] ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ τοῦ Ιορδάνου εἰς τόπον Αιθαμ, ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπ’ αὐτῆς καὶ πάντα νεανίσκον ἐπ’ αὐτὴν ἐπιστήσω. ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος
ποιμήν, ὃς στήσεται κατὰ πρόσωπόν μου; [45] διὰ τοῦτο ἀκούσατε τὴν βουλὴν κυρίου, ἣν βεβούλευται ἐπὶ Βαβυλῶνα, καὶ λογισμοὺς αὐτοῦ, οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους· ἐὰν μὴ διαφθαρῇ τὰ ἀρνία τῶν προβάτων αὐτῶν, ἐὰν μὴ ἀφανισθῇ νομὴ ἀπ’ αὐτῶν. [46] ὅτι ἀπὸ φωνῆς ἁλώσεως Βαβυλῶνος σεισθήσεται ἡ γῆ, καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται.

 

‹ Prev