CHAPTER 2
[1] Πῶς ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ κύριος τὴν θυγατέρα Σιων; κατέρριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ισραηλ καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ. [2] Κατεπόντισεν κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα Ιακωβ, καθεῖλεν ἐν θυμῷ αὐτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς Ιουδα, ἐκόλλησεν εἰς τὴν γῆν, ἐβεβήλωσεν βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς. [3] Συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας Ισραηλ, ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ καὶ ἀνῆψεν ἐν Ιακωβ ὡς πῦρ φλόγα, καὶ κατέφαγεν πάντα τὰ κύκλῳ. [4] Ἐνέτεινεν τόξον αὐτοῦ ὡς ἐχθρός, ἐστερέωσεν δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιθυμήματα ὀφθαλμῶν μου ἐν σκηνῇ θυγατρὸς Σιων, ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ. [5] Ἐγενήθη κύριος ὡς ἐχθρός, κατεπόντισεν Ισραηλ, κατεπόντισεν πάσας τὰς βάρεις αὐτῆς, διέφθειρεν τὰ ὀχυρώματα αὐτοῦ καὶ ἐπλήθυνεν τῇ θυγατρὶ Ιουδα ταπεινουμένην καὶ τεταπεινω μένην. [6] Καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ, διέφθειρεν ἑορτὴν αὐτοῦ· ἐπελάθετο κύριος ὃ ἐποίησεν ἐν Σιων ἑορτῆς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα. [7] Ἀπώσατο κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς· φωνὴν ἔδωκαν ἐν οἴκῳ κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς. [8] Καὶ ἐπέστρεψεν κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιων· ἐξέτεινεν μέτρον, οὐκ ἀπέστρεψεν χεῖρα αὐτοῦ ἀπὸ καταπατή ματος, καὶ ἐπένθησεν τὸ προτείχισμα, καὶ τεῖχος ὁμοθυμαδὸν ἠσθένησεν. [9] Ἐνεπάγησαν εἰς γῆν πύλαι αὐτῆς, ἀπώλεσεν καὶ συνέτριψεν μο χλοὺς αὐτῆς· βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς ἐν τοῖς ἔθνεσιν· οὐκ ἔστιν νόμος, καί γε προφῆται αὐτῆς οὐκ εἶδον ὅρασιν παρὰ κυρίου. [10] Ἐκάθισαν εἰς τὴν γῆν, ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιων, ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, περιεζώσαντο σάκκους, κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν Ιερουσαλημ. [11] Ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ καρδία μου, ἐξεχύθη εἰς γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου ἐν τῷ ἐκλιπεῖν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως. [12] Ταῖς μητράσιν αὐτῶν εἶπαν Ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν. [13] Τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι, θύγατερ Ιερουσαλημ; τίς σώσει σε καὶ παρακαλέσει σε, παρθένος θύγατερ Σιων; ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου· τίς ἰάσεταί σε; [14] Προφῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι αἰχμα λωσίαν σου καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα. [15] Ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ιε ρουσαλημ Ἦ αὕτη ἡ πόλις, ἣν ἐροῦσιν Στέφανος δόξης, εὐφροσύνη πάσης τῆς γῆς; [16] Διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου, ἐσύρισαν καὶ ἔβρυξαν ὀδόντας, εἶπαν Κατεπίομεν αὐτήν, πλὴν αὕτη ἡ ἡμέρα, ἣν προσεδοκῶμεν, εὕρομεν αὐτήν, εἴδομεν. [17] Ἐποίησεν κύριος ἃ ἐνεθυμήθη, συνετέλεσεν ῥήματα αὐτοῦ, ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων, καθεῖλεν καὶ οὐκ ἐφείσατο, καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρόν, ὕψωσεν κέρας θλίβοντός σε. [18] Ἐβόησεν καρδία αὐτῶν πρὸς κύριον Τείχη Σιων, καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός· μὴ δῷς ἔκνηψιν σεαυτῇ, μὴ σιωπήσαιτο, θύγατερ, ὁ ὀφθαλμός σου. [19] Ἀνάστα ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακῆς σου, ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου κυρίου, ἆρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων σου τῶν ἐκλυομένων λιμῷ ἐπ’ ἀρχῆς πασῶν ἐξόδων. [20] Ἰδέ, κύριε, καὶ ἐπίβλεψον τίνι ἐπεφύλλισας οὕτως· εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὐτῶν; ἐπιφυλλίδα ἐποίησεν μάγειρος· φονευθήσονται νήπια θηλάζοντα μαστούς; ἀποκτενεῖς ἐν ἁγιάσματι κυρίου ἱερέα καὶ προφήτην; [21] Ἐκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης· παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ· ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν ἡμέρᾳ ὀργῆς σου ἐμαγεί ρευσας, οὐκ ἐφείσω. [22] Ἐκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόθεν, καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ὀργῆς κυρίου ἀνασῳζόμενος καὶ κατα λελειμμένος, ὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας.
CHAPTER 3
[1] Ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπ’ ἐμέ· [2] παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φῶς, [3] πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν. [4] Ἐπαλαίωσεν σάρκας μου καὶ δέρμα μου, ὀστέα μου συνέτριψεν· [5] ἀνῳκοδόμησεν κατ’ ἐμοῦ καὶ ἐκύκλωσεν κεφαλήν μου καὶ ἐμόχθησεν, [6] ἐν σκοτεινοῖς ἐκάθισέν με ὡς νεκροὺς αἰῶνος. [7] Ἀνῳκοδόμησεν κατ’ ἐμοῦ, καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνεν χαλκόν μου· [8] καί γε κεκράξομαι καὶ βοήσω, ἀπέφραξεν προσευχήν μου· [9] ἀνῳκοδόμησεν ὁδούς μου, ἐνέφραξεν τρίβους μου, ἐτάραξεν. [10] Ἄρκος ἐνεδρεύουσα αὐτός μοι, λέων ἐν κρυφαίοις· [11] κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέν με, ἔθε�
�ό με ἠφανισμένην· [12] ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος. [13] Εἰσήγαγεν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ· [14] ἐγενήθην γέλως παντὶ λαῷ μου, ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν· [15] ἐχόρτασέν με πικρίας, ἐμέθυσέν με χολῆς. [16] Καὶ ἐξέβαλεν ψήφῳ ὀδόντας μου, ἐψώμισέν με σποδόν· [17] καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου, ἐπελαθόμην ἀγαθὰ [18] καὶ εἶπα Ἀπώλετο νεῖκός μου καὶ ἡ ἐλπίς μου ἀπὸ κυρίου. [19] Ἐμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ μου πικρίας καὶ χολῆς μου· [20] μνησθήσεται καὶ καταδολεσχήσει ἐπ’ ἐμὲ ἡ ψυχή μου· [21] ταύτην τάξω εἰς τὴν καρδίαν μου, διὰ τοῦτο ὑπομενῶ. [25] Ἀγαθὸς κύριος τοῖς ὑπομένουσιν αὐτόν, ψυχῇ ἣ ζητήσει αὐτὸν ἀγαθὸν [26] καὶ ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον κυρίου. [27] ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ. [28] Καθήσεται κατὰ μόνας καὶ σιωπήσεται, ὅτι ἦρεν ἐφ’ ἑαυτῷ· [30] δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασθήσεται ὀνειδισμῶν. [31] Ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται κύριος· [32] ὅτι ὁ ταπεινώσας οἰκτιρήσει κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ· [33] ὅτι οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός. [34] Τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς, [35] τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου, [36] καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτὸν κύριος οὐκ εἶπεν. [37] Τίς οὕτως εἶπεν, καὶ ἐγενήθη; κύριος οὐκ ἐνετείλατο, [38] ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν; [39] τί γογγύσει ἄνθρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ; [40] Ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη, καὶ ἐπιστρέψωμεν ἕως κυρίου· [41] ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ [42] Ἡμαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσθης. [43] Ἐπεσκέπασας ἐν θυμῷ καὶ ἀπεδίωξας ἡμᾶς· ἀπέκτεινας, οὐκ ἐφείσω. [44] ἐπεσκέπασας νεφέλην σεαυτῷ εἵνεκεν προσευχῆς, [45] καμμύσαι με καὶ ἀπωσθῆναι ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν. [46] Διήνοιξαν ἐφ’ ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν· [47] φόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν, ἔπαρσις καὶ συντριβή· [48] ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου. [49] Ὁ ὀφθαλμός μου κατεπόθη, καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν, [50] ἕως οὗ διακύψῃ καὶ ἴδῃ κύριος ἐξ οὐρανοῦ· [51] ὁ ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυ γατέρας πόλεως. [52] Θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον οἱ ἐχθροί μου δωρεάν, [53] ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ’ ἐμοί, [54] ὑπερεχύθη ὕδωρ ἐπὶ κεφαλήν μου· εἶπα Ἀπῶσμαι. [55] Ἐπεκαλεσάμην τὸ ὄνομά σου, κύριε, ἐκ λάκκου κατωτάτου· [56] φωνήν μου ἤκουσας Μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου. [57] εἰς τὴν βοήθειάν μου ἤγγισας ἐν ᾗ σε ἡμέρᾳ ἐπεκαλεσάμην· εἶπάς μοι Μὴ φοβοῦ. [58] Ἐδίκασας, κύριε, τὰς δίκας τῆς ψυχῆς μου, ἐλυτρώσω τὴν ζωήν μου· [59] εἶδες, κύριε, τὰς ταραχάς μου, ἔκρινας τὴν κρίσιν μου· [60] εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί. [61] Ἤκουσας τὸν ὀνειδισμὸν αὐτῶν, πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατ’ ἐμοῦ, [62] χείλη ἐπανιστανομένων μοι καὶ μελέτας αὐτῶν κατ’ ἐμοῦ ὅλην τὴν ἡμέραν, [63] καθέδραν αὐτῶν καὶ ἀνάστασιν αὐτῶν· ἐπίβλεψον ἐπὶ τοὺς ὀφθαλ μοὺς αὐτῶν. [64] Ἀποδώσεις αὐτοῖς ἀνταπόδομα, κύριε, κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν, [65] ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν καρδίας, μόχθον σου αὐτοῖς, [66] καταδιώξεις ἐν ὀργῇ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω τοῦ οὐρα νοῦ, κύριε.
Delphi Septuagint Page 532