[7] τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὸ ἱλαστήριον τὸ ἐπ’ αὐτῆς καὶ τὴν διασκευὴν τῆς σκηνῆς
[7] the tabernacle of witness, and the ark of the covenant, and the propitiatory that is upon it, and the furniture of the tabernacle,
[8] καὶ τὰ θυσιαστήρια καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ πάντα τὰ σκεύη αὐτῆς
[8] and the altars, and the table and all its furniture,
[9] καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ
[9] and the pure candlestick and all its furniture, and the laver and its base,
[10] καὶ τὰς στολὰς τὰς λειτουργικὰς Ααρων καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ ἱερατεύειν μοι
[10] and Aaron’s robes of ministry, and the robes of his sons to minister to me as priests,
[11] καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου· κατὰ πάντα, ὅσα ἐγὼ ἐνετειλάμην σοι, ποιήσουσιν.
[11] and the anointing oil and the compound incense of the sanctuary; according to all that I have commanded thee shall they make them.
[12] Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
[12] And the Lord spoke to Moses, saying,
[13] Καὶ σὺ σύνταξον τοῖς υἱοῖς Ισραηλ λέγων Ὁρᾶτε καὶ τὰ σάββατά μου φυλάξεσθε· σημεῖόν ἐστιν παρ’ ἐμοὶ καὶ ἐν ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν, ἵνα γνῶτε ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων ὑμᾶς.
[13] Do thou also charge the children of Israel, saying, Take heed and keep my sabbaths; for they are a sign with me and among you throughout your generations, that ye may know that I am the Lord that sanctifies you.
[14] καὶ φυλάξεσθε τὰ σάββατα, ὅτι ἅγιον τοῦτό ἐστιν κυρίου ὑμῖν· ὁ βεβηλῶν αὐτὸ θανάτῳ θανατωθήσεται· πᾶς, ὃς ποιήσει ἐν αὐτῷ ἔργον, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτοῦ.
[14] And ye shall keep the sabbaths, because this is holy to the Lord for you; he that profanes it shall surely be put to death: every one who shall do a work on it, that soul shall be destroyed from the midst of his people.
[15] ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ἀνάπαυσις ἁγία τῷ κυρίῳ· πᾶς, ὃς ποιήσει ἔργον τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, θανάτῳ θανατωθήσεται.
[15] Six days thou shalt do works, but the seventh day is the sabbath, a holy rest to the Lord; every one who shall do a work on the seventh day shall be put to death.
[16] καὶ φυλάξουσιν οἱ υἱοὶ Ισραηλ τὰ σάββατα ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν· διαθήκη αἰώνιος.
[16] And the children of Israel shall keep the sabbaths, to observe them throughout their generations.
[17] ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς Ισραηλ σημεῖόν ἐστιν αἰώνιον, ὅτι ἐν ἓξ ἡμέραις ἐποίησεν κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐπαύσατο καὶ κατέπαυσεν.
[17] It is a perpetual covenant with me and the children of Israel, it is a perpetual sign with me; for in six days the Lord made the heaven and the earth, and on the seventh day he ceased, and rested.
[18] Καὶ ἔδωκεν Μωυσεῖ, ἡνίκα κατέπαυσεν λαλῶν αὐτῷ ἐν τῷ ὄρει τῷ Σινα, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ θεοῦ.
[18] And he gave to Moses when he left off speaking to him in mount Sina the two tables of testimony, tables of stone written upon with the finger of God.
CHAPTER 32
[1] Καὶ ἰδὼν ὁ λαὸς ὅτι κεχρόνικεν Μωϋσῆς καταβῆναι ἐκ τοῦ ὄρους, συνέστη ὁ λαὸς ἐπὶ Ααρων καὶ λέγουσιν αὐτῷ Ἀνάστηθι καὶ ποίησον ἡμῖν θεούς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος ὁ ἄνθρωπος, ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, οὐκ οἴδαμεν, τί γέγονεν αὐτῷ.
[1] And when the people saw that Moses delayed to come down from the mountain, the people combined against Aaron, and said to him, Arise and make us gods who shall go before us; for this Moses, the man who brought us forth out of the land of Egypt — we do not know what is become of him.
[2] καὶ λέγει αὐτοῖς Ααρων Περιέλεσθε τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν τῶν γυναικῶν ὑμῶν καὶ θυγατέρων καὶ ἐνέγκατε πρός με.
[2] And Aaron says to them, Take off the golden ear-rings which are in the ears of your wives and daughters, and bring them to me.
[3] καὶ περιείλαντο πᾶς ὁ λαὸς τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν αὐτῶν καὶ ἤνεγκαν πρὸς Ααρων.
[3] And all the people took off the golden ear-rings that were in their ears, and brought them to Aaron.
[4] καὶ ἐδέξατο ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἔπλασεν αὐτὰ ἐν τῇ γραφίδι καὶ ἐποίησεν αὐτὰ μόσχον χωνευτὸν καὶ εἶπεν Οὗτοι οἱ θεοί σου, Ισραηλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου.
[4] And he received them at their hands, and formed them with a graving tool; and he made them a molten calf, and said, These are thy gods, O Israel, which have brought thee up out of the land of Egypt.
[5] καὶ ἰδὼν Ααρων ᾠκοδόμησεν θυσιαστήριον κατέναντι αὐτοῦ, καὶ ἐκήρυξεν Ααρων λέγων Ἑορτὴ τοῦ κυρίου αὔριον.
[5] And Aaron having seen it built an altar before it, and Aaron made proclamation saying, To-morrow is a feast of the Lord.
[6] καὶ ὀρθρίσας τῇ ἐπαύριον ἀνεβίβασεν ὁλοκαυτώματα καὶ προσήνεγκεν θυσίαν σωτηρίου, καὶ ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν.
[6] And having risen early on the morrow, he offered whole burnt-offerings, and offered a peace-offering; and the people sat down to eat and drink, and rose up to play.
[7] Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων Βάδιζε τὸ τάχος ἐντεῦθεν κατάβηθι· ἠνόμησεν γὰρ ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου·
[7] And the Lord spoke to Moses, saying, Go quickly, descend hence, for thy people whom thou broughtest out of the land of Egypt have transgressed;
[8] παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς· ἐποίησαν ἑαυτοῖς μόσχον καὶ προσκεκυνήκασιν αὐτῷ καὶ τεθύκασιν αὐτῷ καὶ εἶπαν Οὗτοι οἱ θεοί σου, Ισραηλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου.
[8] they have quickly gone out of the way which thou commandedst; they have made for themselves a calf, and worshipped it, and sacrificed to it, and said, (9) These are thy gods, O Israel, who brought t
hee up out of the land of Egypt.
[10] καὶ νῦν ἔασόν με καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτοὺς ἐκτρίψω αὐτοὺς καὶ ποιήσω σὲ εἰς ἔθνος μέγα.
[9] 10 And now let me alone, and I will be very angry with them and consume them, and I will make thee a great nation.
[11] καὶ ἐδεήθη Μωϋσῆς ἔναντι κυρίου τοῦ θεοῦ καὶ εἶπεν Ἵνα τί, κύριε, θυμοῖ ὀργῇ εἰς τὸν λαόν σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύι μεγάλῃ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ;
[11] And Moses prayed before the Lord God, and said, Wherefore, O Lord, art thou very angry with thy people, whom thou broughtest out of the land of Egypt with great strength, and with thy high arm?
[12] μήποτε εἴπωσιν οἱ Αἰγύπτιοι λέγοντες Μετὰ πονηρίας ἐξήγαγεν αὐτοὺς ἀποκτεῖναι ἐν τοῖς ὄρεσιν καὶ ἐξαναλῶσαι αὐτοὺς ἀπὸ τῆς γῆς. παῦσαι τῆς ὀργῆς τοῦ θυμοῦ σου καὶ ἵλεως γενοῦ ἐπὶ τῇ κακίᾳ τοῦ λαοῦ σου
[12] Take heed lest at any time the Egyptians speak, saying, With evil intent he brought them out to slay them in the mountains, and to consume them from off the earth; cease from thy wrathful anger, and be merciful to the sin of thy people,
[13] μνησθεὶς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν σῶν οἰκετῶν, οἷς ὤμοσας κατὰ σεαυτοῦ καὶ ἐλάλησας πρὸς αὐτοὺς λέγων Πολυπληθυνῶ τὸ σπέρμα ὑμῶν ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ πᾶσαν τὴν γῆν ταύτην, ἣν εἶπας δοῦναι τῷ σπέρματι αὐτῶν, καὶ καθέξουσιν αὐτὴν εἰς τὸν αἰῶνα.
[13] remembering Abraam and Isaac and Jacob thy servants, to whom thou hast sworn by thyself, and hast spoken to them, saying, I will greatly multiply your seed as the stars of heaven for multitude, and all this land which thou spokest of to give to them, so that they shall possess it for ever.
[14] καὶ ἱλάσθη κύριος περὶ τῆς κακίας, ἧς εἶπεν ποιῆσαι τὸν λαὸν αὐτοῦ.
[14] And the Lord was prevailed upon to preserve his people.
[15] Καὶ ἀποστρέψας Μωϋσῆς κατέβη ἀπὸ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες τοῦ μαρτυρίου ἐν ταῖς χερσὶν αὐτοῦ, πλάκες λίθιναι καταγεγραμμέναι ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτῶν, ἔνθεν καὶ ἔνθεν ἦσαν γεγραμμέναι·
[15] And Moses turned and went down from the mountain, and the two tables of testimony were in his hands, tables of stone written on both their sides: they were written within and without.
[16] καὶ αἱ πλάκες ἔργον θεοῦ ἦσαν, καὶ ἡ γραφὴ γραφὴ θεοῦ ἐστιν κεκολαμμένη ἐν ταῖς πλαξίν.
[16] And the tables were the work of God, and the writing the writing of God written on the tables.
[17] καὶ ἀκούσας Ἰησοῦς τὴν φωνὴν τοῦ λαοῦ κραζόντων λέγει πρὸς Μωυσῆν Φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ.
[17] And Joshua having heard the voice of the people crying, says to Moses, There is a noise of war in the camp.
[18] καὶ λέγει Οὐκ ἔστιν φωνὴ ἐξαρχόντων κατ’ ἰσχὺν οὐδὲ φωνὴ ἐξαρχόντων τροπῆς, ἀλλὰ φωνὴν ἐξαρχόντων οἴνου ἐγὼ ἀκούω.
[18] And Moses says, It is not the voice of them that begin the battle, nor the voice of them that begin the cry of defeat, but the voice of them that begin the banquet of wine do I hear.
[19] καὶ ἡνίκα ἤγγιζεν τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον καὶ τοὺς χορούς, καὶ ὀργισθεὶς θυμῷ Μωϋσῆς ἔρριψεν ἀπὸ τῶν χειρῶν αὐτοῦ τὰς δύο πλάκας καὶ συνέτριψεν αὐτὰς ὑπὸ τὸ ὄρος.
[19] And when he drew nigh to the camp, he sees the calf and the dances; and Moses being very angry cast the two tables out of his hands, and broke them to pieces under the mountain.
[20] καὶ λαβὼν τὸν μόσχον, ὃν ἐποίησαν, κατέκαυσεν αὐτὸν ἐν πυρὶ καὶ κατήλεσεν αὐτὸν λεπτὸν καὶ ἔσπειρεν αὐτὸν ἐπὶ τὸ ὕδωρ καὶ ἐπότισεν αὐτὸ τοὺς υἱοὺς Ισραηλ.
[20] And having taken the calf which they made, he consumed it with fire, and ground it very small, and scattered it on the water, and made the children of Israel to drink it.
[21] καὶ εἶπεν Μωϋσῆς τῷ Ααρων Τί ἐποίησέν σοι ὁ λαὸς οὗτος, ὅτι ἐπήγαγες ἐπ’ αὐτοὺς ἁμαρτίαν μεγάλην;
[21] And Moses said to Aaron, What has this people done to thee, that thou hast brought upon them a great sin?
[22] καὶ εἶπεν Ααρων πρὸς Μωυσῆν Μὴ ὀργίζου, κύριε· σὺ γὰρ οἶδας τὸ ὅρμημα τοῦ λαοῦ τούτου.
[22] And Aaron said to Moses, Be not angry, my lord, for thou knowest the impetuosity of this people.
[23] λέγουσιν γάρ μοι Ποίησον ἡμῖν θεούς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος ὁ ἄνθρωπος, ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, οὐκ οἴδαμεν, τί γέγονεν αὐτῷ.
[23] For they say to me, Make us gods, which shall go before us; for as for this man Moses, who brought us out of Egypt, we do not know what is become of him.
[24] καὶ εἶπα αὐτοῖς Εἴ τινι ὑπάρχει χρυσία, περιέλεσθε. καὶ ἔδωκάν μοι· καὶ ἔρριψα εἰς τὸ πῦρ, καὶ ἐξῆλθεν ὁ μόσχος οὗτος.
[24] And I said to them, If any one has golden ornaments, take them off; and they gave them me, and I cast them into the fire, and there came out this calf.
[25] καὶ ἰδὼν Μωϋσῆς τὸν λαὸν ὅτι διεσκέδασται – διεσκέδασεν γὰρ αὐτοὺς Ααρων, ἐπίχαρμα τοῖς ὑπεναντίοις αὐτῶν – ,
[25] And when Moses saw that the people was scattered, — for Aaron had scattered them so as to be a rejoicing to their enemies, —
[26] ἔστη δὲ Μωϋσῆς ἐπὶ τῆς πύλης τῆς παρεμβολῆς καὶ εἶπεν Τίς πρὸς κύριον; ἴτω πρός με. συνῆλθον οὖν πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Λευι.
[26] then stood Moses at the gate of the camp, and said, Who is on the Lord’s side? let him come to me. Then all the sons of Levi came to him.
[27] καὶ λέγει αὐτοῖς Τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Θέσθε ἕκαστος τὴν ἑαυτοῦ ῥομφαίαν ἐπὶ τὸν μηρὸν καὶ διέλθατε καὶ ἀνακάμψατε ἀπὸ πύλης ἐπὶ πύλην διὰ τῆς παρεμβολῆς καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ.
[27] And he says to them, Thus saith the Lord God of Israel, Put every one his sword on his thigh, and go through and return from gate to gate through the camp, and slay every one his brother, and every one his neighbour, and every one him that is nearest to him.
[28] καὶ ἐποίησαν οἱ υἱοὶ Λευι καθὰ ἐλάλησεν αὐτοῖς Μωϋσῆς, καὶ ἔπεσαν ἐκ τοῦ
λαοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τρισχιλίους ἄνδρας.
[28] And the sons of Levi did as Moses spoke to them, and there fell of the people in that day to the number of three thousand men.
[29] καὶ εἶπεν αὐτοῖς Μωϋσῆς Ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον κυρίῳ, ἕκαστος ἐν τῷ υἱῷ ἢ τῷ ἀδελφῷ, δοθῆναι ἐφ’ ὑμᾶς εὐλογίαν.
[29] And Moses said to them, Ye have filled your hands this day to the Lord each one on his son or on his brother, so that blessing should be given to you.
[30] Καὶ ἐγένετο μετὰ τὴν αὔριον εἶπεν Μωϋσῆς πρὸς τὸν λαόν Ὑμεῖς ἡμαρτήκατε ἁμαρτίαν μεγάλην· καὶ νῦν ἀναβήσομαι πρὸς τὸν θεόν, ἵνα ἐξιλάσωμαι περὶ τῆς ἁμαρτίας ὑμῶν.
[30] And it came to pass after the morrow had begun, that Moses said to the people, Ye have sinned a great sin; and now I will go up to God, that I may make atonement for your sin.
[31] ὑπέστρεψεν δὲ Μωϋσῆς πρὸς κύριον καὶ εἶπεν Δέομαι, κύριε· ἡμάρτηκεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην καὶ ἐποίησαν ἑαυτοῖς θεοὺς χρυσοῦς.
[31] And Moses returned to the Lord and said, I pray, O Lord, this people has sinned a great sin, and they have made for themselves golden gods.
[32] καὶ νῦν εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου, ἧς ἔγραψας.
[32] And now if thou wilt forgive their sin, forgive it; and if not, blot me out of thy book, which thou hast written.
[33] καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Εἴ τις ἡμάρτηκεν ἐνώπιόν μου, ἐξαλείψω αὐτὸν ἐκ τῆς βίβλου μου.
Delphi Septuagint Page 628