Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 660
Delphi Septuagint Page 660

by Lancelot C L Brenton (ed)


  [88] All the cattle for a sacrifice of peace-offering, twenty-four heifers, sixty rams, sixty he-goats of a year old, sixty ewe-lambs of a year old without blemish: this is the dedication of the altar, after that Moses consecrated Aaron, and after he anointed him.

  [89] ἐν τῷ εἰσπορεύεσθαι Μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ καὶ ἤκουσεν τὴν φωνὴν κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, ἀνὰ μέσον τῶν δύο χερουβιμ· καὶ ἐλάλει πρὸς αὐτόν.

  [89] When Moses went into the tabernacle of witness to speak to God, then he heard the voice of the Lord speaking to him from off the mercy-seat, which is upon the ark of the testimony, between the two cherubs; and he spoke to him.

  CHAPTER 8

  [1] Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

  [1] And the Lord spoke to Moses, saying,

  [2] Λάλησον τῷ Ααρων καὶ ἐρεῖς πρὸς αὐτόν Ὅταν ἐπιτιθῇς τοὺς λύχνους, ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι.

  [2] Speak to Aaron, and thou shalt say to him, Whenever thou shalt set the lamps in order, the seven lamps shall give light opposite the candlestick.

  [3] καὶ ἐποίησεν οὕτως Ααρων· ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας ἐξῆψεν τοὺς λύχνους αὐτῆς, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ.

  [3] And Aaron did so: on one side opposite the candlestick he lighted its lamps, as the Lord appointed Moses.

  [4] καὶ αὕτη ἡ κατασκευὴ τῆς λυχνίας· στερεὰ χρυσῆ, ὁ καυλὸς αὐτῆς καὶ τὰ κρίνα αὐτῆς, στερεὰ ὅλη· κατὰ τὸ εἶδος, ὃ ἔδειξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησεν τὴν λυχνίαν.

  [4] And this is the construction of the candlestick: it is solid, golden — its stem, and its lilies — all solid: according to the pattern which the Lord shewed Moses, so he made the candlestick.

  [5] Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

  [5] And the Lord spoke to Moses, saying,

  [6] Λαβὲ τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ισραηλ καὶ ἀφαγνιεῖς αὐτούς.

  [6] Take the Levites out of the midst of the children of Israel, and thou shalt purify them.

  [7] καὶ οὕτως ποιήσεις αὐτοῖς τὸν ἁγνισμὸν αὐτῶν· περιρρανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ, καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν, καὶ πλυνοῦσιν τὰ ἱμάτια αὐτῶν καὶ καθαροὶ ἔσονται.

  [7] And thus shalt thou perform their purification: thou shalt sprinkle them with water of purification, and a razor shall come upon the whole of their body, and they shall wash their garments, and shall be clean.

  [8] καὶ λήμψονται μόσχον ἕνα ἐκ βοῶν καὶ τούτου θυσίαν σεμιδάλεως ἀναπεποιημένην ἐν ἐλαίῳ, καὶ μόσχον ἐνιαύσιον ἐκ βοῶν λήμψῃ περὶ ἁμαρτίας.

  [8] And they shall take one calf of the herd, and its meat-offering, fine flour mingled with oil: and thou shalt take a calf of a year old of the herd for a sin-offering.

  [9] καὶ προσάξεις τοὺς Λευίτας ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ

  [9] And thou shalt bring the Levites before the tabernacle of witness; and thou shalt assemble all the congregation of the sons of Israel.

  [10] καὶ προσάξεις τοὺς Λευίτας ἔναντι κυρίου, καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ισραηλ τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς Λευίτας,

  [10] And thou shalt bring the Levites before the Lord; and the sons of Israel shall lay their hands upon the Levites.

  [11] καὶ ἀφοριεῖ Ααρων τοὺς Λευίτας ἀπόδομα ἔναντι κυρίου παρὰ τῶν υἱῶν Ισραηλ, καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα κυρίου.

  [11] And Aaron shall separate the Levites for a gift before the Lord from the children of Israel: and they shall be prepared to perform the works of the Lord.

  [12] οἱ δὲ Λευῖται ἐπιθήσουσιν τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων, καὶ ποιήσει τὸν ἕνα περὶ ἁμαρτίας καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα κυρίῳ ἐξιλάσασθαι περὶ αὐτῶν.

  [12] And the Levites shall lay their hands on the heads of the calves; and thou shalt offer one for a sin-offering, and the other for a whole-burnt-offering to the Lord, to make atonement for them.

  [13] καὶ στήσεις τοὺς Λευίτας ἔναντι κυρίου καὶ ἔναντι Ααρων καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι κυρίου·

  [13] And thou shalt set the Levites before the Lord, and before Aaron, and before his sons; and thou shalt give them as a gift before the Lord.

  [14] καὶ διαστελεῖς τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ισραηλ, καὶ ἔσονται ἐμοί.

  [14] And thou shalt separate the Levites from the midst of the sons of Israel, and they shall be mine.

  [15] καὶ μετὰ ταῦτα εἰσελεύσονται οἱ Λευῖται ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ καθαριεῖς αὐτοὺς καὶ ἀποδώσεις αὐτοὺς ἔναντι κυρίου.

  [15] And afterwards the Levites shall go in to perform the works of the tabernacle of witness; and thou shalt purify them, and present them before the Lord.

  [16] ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοί εἰσιν ἐκ μέσου υἱῶν Ισραηλ· ἀντὶ τῶν διανοιγόντων πᾶσαν μήτραν πρωτοτόκων πάντων ἐκ τῶν υἱῶν Ισραηλ εἴληφα αὐτοὺς ἐμοί.

  [16] For these are given to me for a present out of the midst of the children of Israel: I have taken them to myself instead of all the first-born of the sons of Israel that open every womb.

  [17] ὅτι ἐμοὶ πᾶν πρωτότοκον ἐν υἱοῖς Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἡγίασα αὐτοὺς ἐμοὶ

  [17] For every first-born among the children of Israel is mine, whether of man or beast: in the day in which I smote every first-born in the land of Egypt, I sanctified them to myself.

  [18] καὶ ἔλαβον τοὺς Λευίτας ἀντὶ παντὸς πρωτοτόκου ἐν υἱοῖς Ισραηλ.

  [18] And I took the Levites in the place of every first-born among the children of Israel.

  [19] καὶ ἀπέδωκα τοὺς Λευίτας ἀπόδομα δεδομένους Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ ἐκ μέσου υἱῶν Ισραηλ ἐργάζεσθαι τὰ ἔργα τῶν υἱῶν Ισραηλ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ισραηλ, καὶ οὐκ ἔσται ἐν τοῖς υἱοῖς Ισραηλ προσεγγίζων πρὸς τὰ ἅγια. –

  [19] And I gave the Levites presented as a gift to Aaron and his sons out of the midst of the children of Is
rael, to do the service of the children of Israel in the tabernacle of witness, and to make atonement for the children of Israel: thus there shall be none among the sons of Israel to draw nigh to the holy things.

  [20] καὶ ἐποίησεν Μωϋσῆς καὶ Ααρων καὶ πᾶσα συναγωγὴ υἱῶν Ισραηλ τοῖς Λευίταις καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν, οὕτως ἐποίησαν αὐτοῖς οἱ υἱοὶ Ισραηλ.

  [20] And Moses and Aaron, and all the congregation of the children of Israel, did to the Levites as the Lord commanded Moses concerning the Levites, so the sons of Israel did to them.

  [21] καὶ ἡγνίσαντο οἱ Λευῖται καὶ ἐπλύναντο τὰ ἱμάτια, καὶ ἀπέδωκεν αὐτοὺς Ααρων ἀπόδομα ἔναντι κυρίου, καὶ ἐξιλάσατο περὶ αὐτῶν Ααρων ἀφαγνίσασθαι αὐτούς.

  [21] So the Levites purified themselves and washed their garments; and Aaron presented them as a gift before the Lord, and Aaron made atonement for them to purify them.

  [22] καὶ μετὰ ταῦτα εἰσῆλθον οἱ Λευῖται λειτουργεῖν τὴν λειτουργίαν αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔναντι Ααρων καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ· καθὼς συνέταξεν κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν, οὕτως ἐποίησαν αὐτοῖς.

  [22] And afterwards the Levites went in to minister in their service in the tabernacle of witness before Aaron, and before his sons; as the Lord appointed Moses concerning the Levites, so they did to them.

  [23] Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

  [23] And the Lord spoke to Moses, saying,

  [24] Τοῦτό ἐστιν τὸ περὶ τῶν Λευιτῶν· ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω εἰσελεύσονται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου·

  [24] This is the ordinance for the Levites; From five and twenty years old and upward, they shall go in to minister in the tabernacle of witness.

  [25] καὶ ἀπὸ πεντηκονταετοῦς ἀποστήσεται ἀπὸ τῆς λειτουργίας καὶ οὐκ ἐργᾶται ἔτι,

  [25] And from fifty years old the Levites shall cease from the ministry, and shall not work any longer.

  [26] καὶ λειτουργήσει ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου φυλάσσειν φυλακάς, ἔργα δὲ οὐκ ἐργᾶται. οὕτως ποιήσεις τοῖς Λευίταις ἐν ταῖς φυλακαῖς αὐτῶν.

  [26] And his brother shall serve in the tabernacle of witness to keep charges, but he shall not do works: so shalt thou do to the Levites in their charges.

  CHAPTER 9

  [1] Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινα ἐν τῷ ἔτει τῷ δευτέρῳ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ἐν τῷ μηνὶ τῷ πρώτῳ λέγων

  [1] And the Lord spoke to Moses in the wilderness of Sina in the second year after they had gone forth from the land of Egypt, in the first month, saying,

  [2] Εἰπὸν καὶ ποιείτωσαν οἱ υἱοὶ Ισραηλ τὸ πασχα καθ’ ὥραν αὐτοῦ·

  [2] Speak, and let the children of Israel keep the passover in its season.

  [3] τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν ποιήσεις αὐτὸ κατὰ καιρούς· κατὰ τὸν νόμον αὐτοῦ καὶ κατὰ τὴν σύγκρισιν αὐτοῦ ποιήσεις αὐτό.

  [3] On the fourteenth day of the first month at even, thou shalt keep it in its season; thou shalt keep it according to its law, and according to its ordinance.

  [4] καὶ ἐλάλησεν Μωϋσῆς τοῖς υἱοῖς Ισραηλ ποιῆσαι τὸ πασχα.

  [4] And Moses ordered the children of Israel to sacrifice the passover,

  [5] ἐναρχομένου τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἐν τῇ ἐρήμῳ τοῦ Σινα, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ.

  [5] on the fourteenth day of the first month in the wilderness of Sina, as the Lord appointed Moses, so the children of Israel did.

  [6] Καὶ παρεγένοντο οἱ ἄνδρες, οἳ ἦσαν ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου καὶ οὐκ ἠδύναντο ποιῆσαι τὸ πασχα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ προσῆλθον ἐναντίον Μωυσῆ καὶ Ααρων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,

  [6] And there came men who were unclean by reason of a dead body, and they were not able to keep the passover on that day; and they came before Moses and Aaron on that day.

  [7] καὶ εἶπαν οἱ ἄνδρες ἐκεῖνοι πρὸς αὐτόν Ἡμεῖς ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου· μὴ οὖν ὑστερήσωμεν προσενέγκαι τὸ δῶρον κυρίῳ κατὰ καιρὸν αὐτοῦ ἐν μέσῳ υἱῶν Ισραηλ;

  [7] And those men said to Moses, We are unclean by reason of the dead body of a man: shall we therefore fail to offer the gift to the Lord in its season in the midst of the children of Israel?

  [8] καὶ εἶπεν πρὸς αὐτοὺς Μωϋσῆς Στῆτε αὐτοῦ, καὶ ἀκούσομαι, τί ἐντελεῖται κύριος περὶ ὑμῶν. –

  [8] And Moses said to them, stand there, and I will hear what charge the Lord will give concerning you.

  [9] καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

  [9] And the Lord spoke to Moses, saying,

  [10] Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων Ἄνθρωπος ἄνθρωπος, ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ ἀνθρώπου ἢ ἐν ὁδῷ μακρὰν ὑμῖν ἢ ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει τὸ πασχα κυρίῳ·

  [10] Speak to the children of Israel, saying, Whatever man shall be unclean by reason of a dead body, or on a journey far off, among you, or among your posterity; he shall then keep the passover to the Lord,

  [11] ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τὸ πρὸς ἑσπέραν ποιήσουσιν αὐτό, ἐπ’ ἀζύμων καὶ πικρίδων φάγονται αὐτό,

  [11] in the second month, on the fourteenth day; in the evening they shall offer it, with unleavened bread and bitter herbs shall they eat it.

  [12] οὐ καταλείψουσιν ἀπ’ αὐτοῦ εἰς τὸ πρωῒ καὶ ὀστοῦν οὐ συντρίψουσιν ἀπ’ αὐτοῦ· κατὰ τὸν νόμον τοῦ πασχα ποιήσουσιν αὐτό.

  [12] They shall not leave of it until the morrow, and they shall not break a bone of it; they shall sacrifice it according to the ordinance of the passover.

  [13] καὶ ἄνθρωπος, ὃς ἐὰν καθαρὸς ᾖ καὶ ἐν ὁδῷ μακρᾷ οὐκ ἔστιν καὶ ὑστερήσῃ ποιῆσαι τὸ πασχα, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς· ὅτι τὸ δῶρον κυρίῳ οὐ προσήνεγκεν κατὰ τὸν καιρὸν αὐτοῦ, ἁμαρτίαν αὐτοῦ λήμψεται ὁ ἄνθρωπος ἐκεῖνος. –

  [13] And whatsoever man shall be clean, and is not far off on a journey, and shall fail to keep the passover, that soul shall be cut off from his people, because he has not offered the gift to the Lord in
its season: that man shall bear his iniquity.

  [14] ἐὰν δὲ προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ἐν τῇ γῇ ὑμῶν καὶ ποιήσει τὸ πασχα κυρίῳ, κατὰ τὸν νόμον τοῦ πασχα καὶ κατὰ τὴν σύνταξιν αὐτοῦ ποιήσει αὐτό· νόμος εἷς ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ καὶ τῷ αὐτόχθονι τῆς γῆς.

  [14] And if there should come to you a stranger in your land, and should keep the passover to the Lord, he shall keep it according to the law of the passover and according to its ordinance: there shall be one law for you, both for the stranger, and for the native of the land.

  [15] Καὶ τῇ ἡμέρᾳ, ᾗ ἐστάθη ἡ σκηνή, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνήν, τὸν οἶκον τοῦ μαρτυρίου· καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωί.

  [15] And in the day in which the tabernacle was pitched the cloud covered the tabernacle, the place of the testimony; and in the evening there was upon the tabernacle as the appearance of fire till the morning.

  [16] οὕτως ἐγίνετο διὰ παντός· ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας καὶ εἶδος πυρὸς τὴν νύκτα.

  [16] So it was continually: the cloud covered it by day, and the appearance of fire by night.

  [17] καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, καὶ μετὰ ταῦτα ἀπῆραν οἱ υἱοὶ Ισραηλ· καὶ ἐν τῷ τόπῳ, οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ισραηλ.

  [17] And when the cloud went up from the tabernacle, then after that the children of Israel departed; and in whatever place the cloud rested, there the children of Israel encamped.

  [18] διὰ προστάγματος κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ισραηλ καὶ διὰ προστάγματος κυρίου ἀπαροῦσιν· πάσας τὰς ἡμέρας, ἐν αἷς σκιάζει ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ισραηλ·

 

‹ Prev