[32] Ask of the former days which were before thee, from the day when God created man upon the earth, and beginning at the one end of heaven to the other end of heaven, if there has happened any thing like to this great event, if such a thing has been heard:
[33] εἰ ἀκήκοεν ἔθνος φωνὴν θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας·
[33] if a nation have heard the voice of the living God speaking out of the midst of the fire, as thou hast heard and hast lived;
[34] εἰ ἐπείρασεν ὁ θεὸς εἰσελθὼν λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους ἐν πειρασμῷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν πολέμῳ καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις κατὰ πάντα, ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν ἐν Αἰγύπτῳ ἐνώπιόν σου βλέποντος·
[34] if God has assayed to go and take to himself a nation out of the midst of another nation with trial, and with signs, and with wonders, and with war, and with a mighty hand, and with a high arm, and with great sights, according to all the things which the Lord our God did in Egypt in thy sight.
[35] ὥστε εἰδῆσαί σε ὅτι κύριος ὁ θεός σου, οὗτος θεός ἐστιν, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ.
[35] So that thou shouldest know that the Lord thy God he is God, and there is none beside him.
[36] ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ ἐγένετο ἡ φωνὴ αὐτοῦ παιδεῦσαί σε, καὶ ἐπὶ τῆς γῆς ἔδειξέν σοι τὸ πῦρ αὐτοῦ τὸ μέγα, καὶ τὰ ῥήματα αὐτοῦ ἤκουσας ἐκ μέσου τοῦ πυρός.
[36] His voice was made audible from heaven to instruct thee, and he shewed thee upon the earth his great fire, and thou heardest his words out of the midst of the fire.
[37] διὰ τὸ ἀγαπῆσαι αὐτὸν τοὺς πατέρας σου καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ’ αὐτοὺς ὑμᾶς καὶ ἐξήγαγέν σε αὐτὸς ἐν τῇ ἰσχύι αὐτοῦ τῇ μεγάλῃ ἐξ Αἰγύπτου
[37] Because he loved thy fathers, he also chose you their seed after them, and he brought thee himself with his great strength out of Egypt,
[38] ἐξολεθρεῦσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερά σου πρὸ προσώπου σου εἰσαγαγεῖν σε δοῦναί σοι τὴν γῆν αὐτῶν κληρονομεῖν, καθὼς ἔχεις σήμερον.
[38] to destroy nations great and stronger than thou before thy face, to bring thee in, to give thee their land to inherit, as thou hast it this day.
[39] καὶ γνώσῃ σήμερον καὶ ἐπιστραφήσῃ τῇ διανοίᾳ ὅτι κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ·
[39] An thou shalt know this day, and shalt consider in thine heart, that the Lord thy God he is God in heaven above, and on the earth beneath, and there is none else but he.
[40] καὶ φυλάξῃ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ, ὅπως μακροήμεροι γένησθε ἐπὶ τῆς γῆς, ἧς κύριος ὁ θεός σου δίδωσίν σοι πάσας τὰς ἡμέρας.
[40] And keep ye his commandments, and his ordinances, all that I command you this day; that it may be well with thee, and with thy sons after thee, that ye may be long-lived upon the earth, which the Lord thy God giveth thee for ever.
[41] Τότε ἀφώρισεν Μωϋσῆς τρεῖς πόλεις πέραν τοῦ Ιορδάνου ἀπὸ ἀνατολῶν ἡλίου
[41] Then Moses separated three cities beyond Jordan on the east,
[42] φυγεῖν ἐκεῖ τὸν φονευτήν, ὃς ἂν φονεύσῃ τὸν πλησίον οὐκ εἰδὼς καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς ἐχθὲς καὶ τρίτης, καὶ καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται·
[42] that the slayer might flee thither, who should have slain his neighbour unintentionally, and should not have hated him in times past, and he shall flee to one of these cities and live:
[43] τὴν Βοσορ ἐν τῇ ἐρήμῳ ἐν τῇ γῇ τῇ πεδινῇ τῷ Ρουβην καὶ τὴν Ραμωθ ἐν Γαλααδ τῷ Γαδδι καὶ τὴν Γαυλων ἐν Βασαν τῷ Μανασση.
[43] Bosor in the wilderness, in the plain country of Ruben, and Ramoth in Galaad belonging to Gad, and Gaulon in Basan belonging to Manasse.
[44] Οὗτος ὁ νόμος, ὃν παρέθετο Μωϋσῆς ἐνώπιον υἱῶν Ισραηλ·
[44] This is the law which Moses set before the children of Israel.
[45] ταῦτα τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐλάλησεν Μωϋσῆς τοῖς υἱοῖς Ισραηλ ἐν τῇ ἐρήμῳ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου
[45] These are the testimonies, and the ordinances, and the judgments, which Moses spoke to the sons of Israel, when they came out of the land of Egypt:
[46] ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν φάραγγι ἐγγὺς οἴκου Φογωρ ἐν γῇ Σηων βασιλέως τῶν Αμορραίων, ὃς κατῴκει ἐν Εσεβων, οὓς ἐπάταξεν Μωϋσῆς καὶ οἱ υἱοὶ Ισραηλ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου
[46] on the other side of Jordan, in the valley near the house of Phogor, in the land of Seon king of the Amorites, who dwelt in Esebon, whom Moses and the sons of Israel smote when they came out of the land of Egypt.
[47] καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ καὶ τὴν γῆν Ωγ βασιλέως τῆς Βασαν, δύο βασιλέων τῶν Αμορραίων, οἳ ἦσαν πέραν τοῦ Ιορδάνου κατ’ ἀνατολὰς ἡλίου,
[47] And they inherited his land, and the land of Og king of Basan, two kings of the Amorites, who were beyond Jordan eastward.
[48] ἀπὸ Αροηρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων, καὶ ἐπὶ τοῦ ὄρους τοῦ Σηων, ὅ ἐστιν Αερμων,
[48] From Aroer, which is on the border of the brook Arnon, even to the mount of Seon, which is Aermon.
[49] πᾶσαν τὴν Αραβα πέραν τοῦ Ιορδάνου κατ’ ἀνατολὰς ἡλίου ὑπὸ Ασηδωθ τὴν λαξευτήν.
[49] All Araba beyond Jordan eastward under Asedoth hewn in the rock.
CHAPTER 5
[1] Καὶ ἐκάλεσεν Μωϋσῆς πάντα Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς Ἄκουε, Ισραηλ, τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐγὼ λαλῶ ἐν τοῖς ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ μαθήσεσθε αὐτὰ καὶ φυλάξεσθε ποιεῖν αὐτά.
[1] And Moses called all Israel, and said to them, Hear, Israel, the ordinances and judgments, all that I speak in your ears this day, and ye shall learn them, and observe to do them.
[2] κύριος ὁ θεὸς ὑμῶν διέθετο πρὸς ὑμᾶς διαθήκην ἐν Χωρηβ·
[2] The Lord your God made a covenant with you in Choreb.
[3] οὐχὶ τοῖς πατράσι
ν ὑμῶν διέθετο κύριος τὴν διαθήκην ταύτην, ἀλλ’ ἢ πρὸς ὑμᾶς, ὑμεῖς ὧδε πάντες ζῶντες σήμερον·
[3] The Lord did not make this covenant with your fathers, but with you: ye are all here alive this day.
[4] πρόσωπον κατὰ πρόσωπον ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός –
[4] The Lord spoke to you face to face in the mountain out of the midst of the fire.
[5] κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ ἀναγγεῖλαι ὑμῖν τὰ ῥήματα κυρίου, ὅτι ἐφοβήθητε ἀπὸ προσώπου τοῦ πυρὸς καὶ οὐκ ἀνέβητε εἰς τὸ ὄρος – λέγων
[5] And I stood between the Lord and you at that time to report to you the words of the Lord, (because ye were afraid before the fire, and ye went not up to the mountain) saying,
[6] Ἐγὼ κύριος ὁ θεός σου ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας.
[6] I am the Lord thy God, who brought thee out of the land of Egypt, out of the house of bondage.
[7] οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πρὸ προσώπου μου. –
[7] Thou shalt have no other gods before my face.
[8] οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.
[8] Thou shalt not make to thyself an image, nor likeness of any thing, whatever things are in the heaven above, and whatever are in the earth beneath, and whatever are in the waters under the earth.
[9] οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς, ὅτι ἐγώ εἰμι κύριος ὁ θεός σου, θεὸς ζηλωτὴς ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσίν με
[9] Thou shalt not bow down to them, nor shalt thou serve them; for I am the Lord thy God, a jealous God, visiting the sins of the fathers upon the children to the third and fourth generation to them that hate me,
[10] καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσίν με καὶ τοῖς φυλάσσουσιν τὰ προστάγματά μου. –
[10] and doing mercifully to thousands of them that love me, and that keep my commandments.
[11] οὐ λήμψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. –
[11] Thou shalt not take the name of the Lord thy God in vain, for the Lord thy God will certainly not acquit him that takes his name in vain.
[12] φύλαξαι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν, ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου.
[12] Keep the sabbath day to sanctify it, as the Lord thy God commanded thee.
[13] ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου·
[13] Six days thou shalt work, and thou shalt do all thy works;
[14] τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα κυρίῳ τῷ θεῷ σου, οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, σὺ καὶ οἱ υἱοί σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί, ἵνα ἀναπαύσηται ὁ παῖς σου καὶ ἡ παιδίσκη σου ὥσπερ καὶ σύ·
[14] but on the seventh day is the sabbath of the Lord thy God: thou shalt do in it no work, thou, and thy son, and thy daughter, thy man-servant, and thy maid-servant, thine ox, and thine ass, and all thy cattle, and the stranger that sojourns in the midst of thee; that thy man-servant may rest, and thy maid, and thine ox, as well as thou.
[15] καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ καὶ ἐξήγαγέν σε κύριος ὁ θεός σου ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, διὰ τοῦτο συνέταξέν σοι κύριος ὁ θεός σου ὥστε φυλάσσεσθαι τὴν ἡμέραν τῶν σαββάτων καὶ ἁγιάζειν αὐτήν. –
[15] And thou shalt remember that thou wast a slave in the land of Egypt, and the Lord thy God brought thee out thence with a mighty hand, and a high arm: therefore the Lord appointed thee to keep the sabbath day and to sanctify it.
[16] τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου, ἵνα εὖ σοι γένηται, καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς, ἧς κύριος ὁ θεός σου δίδωσίν σοι. –
[16] Honour thy father and thy mother, as the Lord thy God commanded thee; that it may be well with thee, and that thou mayest live long upon the land, which the Lord thy God gives thee.
[17] οὐ μοιχεύσεις. –
[17] Thou shalt not commit murder.
[18] οὐ φονεύσεις. –
[18] Thou shalt not commit adultery.
[19] οὐ κλέψεις. –
[19] Thou shalt not steal.
[20] οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ. –
[20] Thou shalt not bear false witness against thy neighbour.
[21] οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου. οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ οὔτε ὅσα τῷ πλησίον σού ἐστιν.
[21] Thou shalt not covet thy neighbour’s wife; thou shalt not covet thy neighbour’s house, nor his field, nor his man-servant, nor his maid, nor his ox, nor his ass, nor any beast of his, nor any thing that is thy neighbour’s.
[22] Τὰ ῥήματα ταῦτα ἐλάλησεν κύριος πρὸς πᾶσαν συναγωγὴν ὑμῶν ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, σκότος, γνόφος, θύελλα, φωνὴ μεγάλη, καὶ οὐ προσέθηκεν· καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας καὶ ἔδωκέν μοι.
[22] These words the Lord spoke to all the assembly of you in the mountain out of the midst of the fire — there was darkness, blackness, storm, a loud voice — and he added no more, and he wrote them on two tables of stone, and he gave them to me.
[23] καὶ ἐγένετο ὡς ἠκούσατε τὴν φωνὴν ἐκ μέσου τοῦ πυρὸς καὶ τὸ ὄρος ἐκαίετο πυρί, καὶ προσήλθετε πρός με, πάντες οἱ ἡγούμενοι τῶν φυλῶν ὑμῶν καὶ ἡ γερουσία ὑμῶν,
[23] And it came to pass when ye heard the voice out of the midst of the fire, for the mountain burned with fire, that ye came to me, even all the heads of your tribes, and your elders:
[24] καὶ ἐλέγετε Ἰδοὺ ἔδειξεν ἡμῖν κύριος ὁ θεὸς ἡμῶν τὴν δόξαν αὐτοῦ, καὶ τὴν φωνὴν αὐτοῦ ἠκούσαμεν ἐκ μέσου τοῦ πυρός· ἐ
ν τῇ ἡμέρᾳ ταύτῃ εἴδομεν ὅτι λαλήσει ὁ θεὸς πρὸς ἄνθρωπον, καὶ ζήσεται.
[24] and ye said, Behold, the Lord our God has shewn us his glory, and we have heard his voice out of the midst of the fire: this day we have seen that God shall speak to man, and he shall live.
[25] καὶ νῦν μὴ ἀποθάνωμεν, ὅτι ἐξαναλώσει ἡμᾶς τὸ πῦρ τὸ μέγα τοῦτο, ἐὰν προσθώμεθα ἡμεῖς ἀκοῦσαι τὴν φωνὴν κυρίου τοῦ θεοῦ ἡμῶν ἔτι, καὶ ἀποθανούμεθα.
[25] And now let us not die, for this great fire will consume us, if we shall hear the voice of the Lord our God any more, and we shall die.
[26] τίς γὰρ σάρξ, ἥτις ἤκουσεν φωνὴν θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρὸς ὡς ἡμεῖς καὶ ζήσεται;
[26] For what flesh is there which has heard the voice of the living God, speaking out of the midst of the fire, as we have heard, and shall live?
[27] πρόσελθε σὺ καὶ ἄκουσον ὅσα ἐὰν εἴπῃ κύριος ὁ θεὸς ἡμῶν, καὶ σὺ λαλήσεις πρὸς ἡμᾶς πάντα, ὅσα ἂν λαλήσῃ κύριος ὁ θεὸς ἡμῶν πρὸς σέ, καὶ ἀκουσόμεθα καὶ ποιήσομεν.
[27] Do thou draw near, and hear all that the Lord our God shall say, and thou shalt speak to us all things whatsoever the Lord our God shall speak to thee, and we will hear, and do.
[28] καὶ ἤκουσεν κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν λαλούντων πρός με, καὶ εἶπεν κύριος πρός με Ἤκουσα τὴν φωνὴν τῶν λόγων τοῦ λαοῦ τούτου, ὅσα ἐλάλησαν πρὸς σέ· ὀρθῶς πάντα, ὅσα ἐλάλησαν.
Delphi Septuagint Page 683