Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 725
Delphi Septuagint Page 725

by Lancelot C L Brenton (ed)


  [1] Καὶ Ιεφθαε ὁ Γαλααδίτης ἐπηρμένος δυνάμει· καὶ αὐτὸς υἱὸς γυναικὸς πόρνης, ἣ ἐγέννησεν τῷ Γαλααδ τὸν Ιεφθαε.

  [1] And Jephthae the Galaadite was a mighty man; and he was the son of a harlot, who bore Jephthae to Galaad.

  [2] καὶ ἔτεκεν ἡ γυνὴ Γαλααδ αὐτῷ υἱούς· καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς καὶ ἐξέβαλον τὸν Ιεφθαε καὶ εἶπαν αὐτῷ Οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν, ὅτι υἱὸς γυναικὸς ἑταίρας σύ.

  [2] And the wife of Galaad bore him sons; and the sons of his wife grew up, and they cast out Jephthae, and said to him, Thou shalt not inherit in the house of our father, for thou art the son of a concubine.

  [3] καὶ ἔφυγεν Ιεφθαε ἀπὸ προσώπου ἀδελφῶν αὐτοῦ καὶ ᾤκησεν ἐν γῇ Τωβ, καὶ συνεστράφησαν πρὸς Ιεφθαε ἄνδρες κενοὶ καὶ ἐξῆλθον μετ’ αὐτοῦ.

  [3] And Jephthae fled from the face of his brethren, and dwelt in the land of Tob; and vain men gathered to Jephthae, and went out with him.

  [4] καὶ ἐγένετο ἡνίκα παρετάξαντο οἱ υἱοὶ ᾿Αμμὼν μετὰ ᾿Ισραήλ,

  [4] And it came to pass when the children of Ammon prepared to fight with Israel,

  [5] καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλαὰδ λαβεῖν τὸν ᾿Ιεφθάε ἀπὸ τῆς γῆς Τὼβ

  [5] that the elders of Galaad went to fetch Jephthae from the land of Tob.

  [6] καὶ εἶπαν τῷ Ιεφθαε Δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἀρχηγόν, καὶ παραταξώμεθα πρὸς υἱοὺς Αμμων.

  [6] And they said to Jephthae, Come, and be our head, and we will fight with the sons of Ammon.

  [7] καὶ εἶπεν Ιεφθαε τοῖς πρεσβυτέροις Γαλααδ Οὐχὶ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ’ ὑμῶν; καὶ διὰ τί ἤλθατε πρός με νῦν, ἡνίκα χρῄζετε;

  [7] And Jephthae said to the elders of Galaad, Did ye not hate me, and cast me out of my father’s house, and banish me from you? and wherefore are ye come to me now when ye want me?

  [8] καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε Διὰ τοῦτο νῦν ἐπεστρέψαμεν πρὸς σέ, καὶ πορεύσῃ μεθ’ ἡμῶν καὶ παρατάξῃ πρὸς υἱοὺς Αμμων· καὶ ἔσῃ ἡμῖν εἰς ἄρχοντα, πᾶσιν τοῖς οἰκοῦσιν Γαλααδ.

  [8] And the elders of Galaad said to Jephthae, Therefore have we now turned to thee, that thou shouldest go with us, and fight against the sons of Ammon, and be our head over all the inhabitants of Galaad.

  [9] καὶ εἶπεν Ιεφθαε πρὸς τοὺς πρεσβυτέρους Γαλααδ Εἰ ἐπιστρέφετέ με ὑμεῖς παρατάξασθαι ἐν υἱοῖς Αμμων καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς ἄρχοντα.

  [9] And Jephthae said to the elders of Galaad, If ye turn me back to fight with the children of Ammon, and the Lord should deliver them before me, then will I be your head.

  [10] καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε Κύριος ἔστω ἀκούων ἀνὰ μέσον ἡμῶν, εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν.

  [10] And the elders of Galaad said to Jephthae, The Lord be witness between us, if we shall not do according to thy word.

  [11] καὶ ἐπορεύθη Ιεφθαε μετὰ τῶν πρεσβυτέρων Γαλααδ, καὶ ἔθηκαν αὐτὸν ὁ λαὸς ἐπ’ αὐτοὺς εἰς κεφαλὴν καὶ εἰς ἀρχηγόν. καὶ ἐλάλησεν Ιεφθαε τοὺς λόγους αὐτοῦ πάντας ἐνώπιον κυρίου ἐν Μασσηφα.

  [11] And Jephthae went with the elders of Galaad, and the people made him head and ruler over them: and Jephthae spoke all his words before the Lord in Massepha.

  [12] Καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων λέγων Τί ἐμοὶ καὶ σοί, ὅτι ἦλθες πρός με τοῦ παρατάξασθαι ἐν τῇ γῇ μου;

  [12] And Jephthae sent messengers to the king of the children of Ammon, saying, What have I to do with thee, that thou hast come against me to fight in my land?

  [13] καὶ εἶπεν βασιλεὺς υἱῶν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε Ὅτι ἔλαβεν Ισραηλ τὴν γῆν μου ἐν τῷ ἀναβαίνειν αὐτὸν ἐξ Αἰγύπτου ἀπὸ Αρνων καὶ ἕως Ιαβοκ καὶ ἕως τοῦ Ιορδάνου· καὶ νῦν ἐπίστρεψον αὐτὰς ἐν εἰρήνῃ, καὶ πορεύσομαι.

  [13] And the king of the children of Ammon said to the messengers of Jephthae, Because Israel took my land when he went up out of Egypt, from Arnon to Jaboc, and to Jordan: now then return them peaceably and I will depart.

  [14] καὶ προσέθηκεν ἔτι Ιεφθαε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων

  [14] And Jephthae again sent messengers to the king of the children of Ammon,

  [15] καὶ εἶπεν αὐτῷ Οὕτω λέγει Ιεφθαε Οὐκ ἔλαβεν Ισραηλ τὴν γῆν Μωαβ καὶ τὴν γῆν υἱῶν Αμμων.

  [15] and said to him, Thus says Jephthae, Israel took not the land of Moab, nor the land of the children of Ammon;

  [16] ὅτι ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης Σιφ καὶ ἦλθεν εἰς Καδης.

  [16] for in their going up out of Egypt Israel went in the wilderness as far as the sea of Siph, and came to Cades.

  [17] καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς βασιλέα Εδωμ λέγων Παρελεύσομαι δὴ ἐν τῇ γῇ σου· καὶ οὐκ ἤκουσεν βασιλεὺς Εδωμ. καὶ πρὸς βασιλέα Μωαβ ἀπέστειλεν, καὶ οὐκ εὐδόκησεν. καὶ ἐκάθισεν Ισραηλ ἐν Καδης.

  [17] And Israel sent messengers to the king of Edom, saying, I will pass, if it please thee, by thy land: and the king of Edom complied not: and Israel also sent to the king of Moab, and he did not consent; and Israel sojourned in Cades.

  [18] καὶ ἐπορεύθη ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσεν τὴν γῆν Εδωμ καὶ τὴν γῆν Μωαβ καὶ ἦλθεν ἀπὸ ἀνατολῶν ἡλίου τῇ γῇ Μωαβ καὶ παρενέβαλον ἐν πέραν Αρνων καὶ οὐκ εἰσῆλθεν ἐν ὁρίοις Μωαβ, ὅτι Αρνων ὅριον Μωαβ.

  [18] And they journeyed in the wilderness, and compassed the land of Edom and the land of Moab: and they came by the east of the land of Moab, an encamped in the country beyond Arnon, and came not within the borders of Moab, for Arnon is the border of Moab.

  [19] καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς Σηων βασιλέα τοῦ Αμορραίου βασιλέα Εσεβων, καὶ εἶπεν αὐτῷ Ισραηλ Παρέλθωμεν δὴ ἐν τῇ γῇ σου ἕως τοῦ τόπου ἡμῶν.

  [19] And Israel sent messengers to Seon king of the Amorite, king of Esbon, and Israel said to him, Let us pass, we pray thee, by thy land to our place.

  [20] καὶ οὐκ ἐνεπίστευσεν Σ�
�ων τῷ Ισραηλ παρελθεῖν ἐν ὁρίῳ αὐτοῦ· καὶ συνῆξεν Σηων τὸν πάντα λαὸν αὐτοῦ, καὶ παρενέβαλον εἰς Ιασα, καὶ παρετάξατο πρὸς Ισραηλ.

  [20] And Seon did not trust Israel to pass by his coast; and Seon gathered all his people, and they encamped at Jasa; and he set the battle in array against Israel.

  [21] καὶ παρέδωκεν κύριος ὁ θεὸς Ισραηλ τὸν Σηων καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ισραηλ, καὶ ἐπάταξεν αὐτόν· καὶ ἐκληρονόμησεν Ισραηλ τὴν πᾶσαν γῆν τοῦ Αμορραίου τοῦ κατοικοῦντος τὴν γῆν ἐκείνην

  [21] And the Lord God of Israel delivered Seon and all his people into the hand of Israel, and they smote him; and Israel inherited all the land of the Amorite who dwelt in that land,

  [22] ἀπὸ Αρνων καὶ ἕως τοῦ Ιαβοκ καὶ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ Ιορδάνου.

  [22] from Arnon and to Jaboc, and from the wilderness to Jordan.

  [23] καὶ νῦν κύριος ὁ θεὸς Ισραηλ ἐξῆρεν τὸν Αμορραῖον ἀπὸ προσώπου λαοῦ αὐτοῦ Ισραηλ, καὶ σὺ κληρονομήσεις αὐτόν;

  [23] And now the Lord God of Israel has removed the Amorite from before his people Israel, and shalt thou inherit his land?

  [24] οὐχὶ ἃ ἐὰν κληρονομήσει σε Χαμως ὁ θεός σου, αὐτὰ κληρονομήσεις; καὶ τοὺς πάντας, οὓς ἐξῆρεν κύριος ὁ θεὸς ἡμῶν ἀπὸ προσώπου ἡμῶν, αὐτοὺς κληρονομήσομεν.

  [24] Wilt thou not inherit those possessions which Chamos thy god shall cause thee to inherit; and shall not we inherit the land of all those whom the Lord our God has removed from before you?

  [25] καὶ νῦν μὴ ἐν ἀγαθῷ ἀγαθώτερος σὺ ὑπὲρ Βαλακ υἱὸν Σεπφωρ βασιλέα Μωαβ; μὴ μαχόμενος ἐμαχέσατο μετὰ Ισραηλ ἢ πολεμῶν ἐπολέμησεν αὐτόν;

  [25] And now art thou any better than Balac son of Sepphor, king of Moab? did he indeed fight with Israel, or indeed make war with him,

  [26] ἐν τῷ οἰκῆσαι ἐν Εσεβων καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν γῇ Αροηρ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσιν ταῖς παρὰ τὸν Ιορδάνην τριακόσια ἔτη καὶ διὰ τί οὐκ ἐρρύσω αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ;

  [26] when Israel dwelt in Esebon and in its coasts, and in the land of Aroer and in its coasts, and in all the cities by Jordan, three hundred years? and wherefore didst thou not recover them in that time?

  [27] καὶ νῦν ἐγώ εἰμι οὐχ ἥμαρτόν σοι, καὶ σὺ ποιεῖς μετ’ ἐμοῦ πονηρίαν τοῦ παρατάξασθαι ἐν ἐμοί· κρίναι κύριος κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ισραηλ καὶ ἀνὰ μέσον υἱῶν Αμμων.

  [27] And now I have not sinned against thee, but thou wrongest me in preparing war against me: may the Lord the Judge judge this day between the children of Israel and the children of Ammon.

  [28] καὶ οὐκ ἤκουσεν βασιλεὺς υἱῶν Αμμων τῶν λόγων Ιεφθαε, ὧν ἀπέστειλεν πρὸς αὐτόν.

  [28] But the king of the children of Ammon hearkened not to the words of Jephthae, which he sent to him.

  [29] Καὶ ἐγένετο ἐπὶ Ιεφθαε πνεῦμα κυρίου, καὶ παρῆλθεν τὸν Γαλααδ καὶ τὸν Μανασση καὶ παρῆλθεν τὴν σκοπιὰν Γαλααδ εἰς τὸ πέραν υἱῶν Αμμων.

  [29] And the spirit of the Lord came upon Jephthae, and he passed over Galaad, and Manasse, and passed by the watch-tower of Galaad to the other side of the children of Ammon.

  [30] καὶ ηὔξατο Ιεφθαε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν Ἐὰν διδοὺς δῷς τοὺς υἱοὺς Αμμων ἐν τῇ χειρί μου,

  [30] And Jephthae vowed a vow to the Lord, and said, If thou wilt indeed deliver the children of Ammon into my hand,

  [31] καὶ ἔσται ὁ ἐκπορευόμενος, ὃς ἐὰν ἐξέλθῃ ἀπὸ τῆς θύρας τοῦ οἴκου μου εἰς συνάντησίν μου ἐν τῷ ἐπιστρέφειν με ἐν εἰρήνῃ ἀπὸ υἱῶν Αμμων, καὶ ἔσται τῷ κυρίῳ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα.

  [31] then it shall come to pass that whosoever shall first come out of the door of my house to meet me when I return in peace from the children of Ammon, he shall be the Lord’s: I will offer him up for a whole-burnt-offering.

  [32] καὶ παρῆλθεν Ιεφθαε πρὸς υἱοὺς Αμμων παρατάξασθαι πρὸς αὐτούς, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτοῦ.

  [32] And Jephthae advanced to meet the sons of Ammon to fight against them; and the Lord delivered them into his hand.

  [33] καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Αροηρ ἕως ἐλθεῖν ἄχρις Αρνων ἐν ἀριθμῷ εἴκοσι πόλεις καὶ ἕως Εβελχαρμιν πληγὴν μεγάλην σφόδρα, καὶ συνεστάλησαν οἱ υἱοὶ Αμμων ἀπὸ προσώπου υἱῶν Ισραηλ.

  [33] And he smote them from Aroer till one comes to Arnon, in number twenty cities, and as far as Ebelcharmim, with a very great destruction: and the children of Ammon were straitened before the children of Israel.

  [34] Καὶ ἦλθεν Ιεφθαε εἰς Μασσηφα εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροῖς· καὶ ἦν αὕτη μονογενής, οὐκ ἦν αὐτῷ ἕτερος υἱὸς ἢ θυγάτηρ.

  [34] And Jephthae came to Massepha to his house; and behold, his daughter came forth to meet him with timbrels and dances; and she was his only child, he had not another son or daughter.

  [35] καὶ ἐγένετο ὡς εἶδεν αὐτὴν αὐτός, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν Ἆ ἆ, θυγάτηρ μου, ταραχῇ ἐτάραξάς με, καὶ σὺ ἦς ἐν τῷ ταράχῳ μου, καὶ ἐγώ εἰμι ἤνοιξα κατὰ σοῦ τὸ στόμα μου πρὸς κύριον καὶ οὐ δυνήσομαι ἐπιστρέψαι.

  [35] And it came to pass when he saw her, that he rent his garments, and said, Ah, ah, my daughter, thou hast indeed troubled me, and thou wast the cause of my trouble; and I have opened my mouth against thee to the Lord, and I shall not be able to return from it.

  [36] ἡ δὲ εἶπεν πρὸς αὐτόν Πάτερ, ἤνοιξας τὸ στόμα σου πρὸς κύριον· ποίησόν μοι ὃν τρόπον ἐξῆλθεν ἐκ στόματός σου, ἐν τῷ ποιῆσαί σοι κύριον ἐκδίκησιν ἀπὸ τῶν ἐχθρῶν σου ἀπὸ υἱῶν Αμμων.

  [36] And she said to him, Father, hast thou opened thy mouth to the Lord? Do to me accordingly as the word went out of thy mouth, in that the Lord has wrought vengeance for thee on thine enemies of the children of Ammon.

  [37] καὶ ἥδε εἶπεν πρὸς τὸν πατέρα αὐτῆς Ποιησάτω δὴ ὁ πατήρ μου τὸν λόγον τοῦτον· ἔασόν με δύο μῆνας, καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου, ἐγώ εἰμι καὶ αἱ συνεταιρίδες μου.

  [37] And she said to he
r father, Let my father now do this thing: let me alone for two months, and I will go up and down on the mountains, and I will bewail my virginity, I and my companions.

  [38] καὶ εἶπεν Πορεύου· καὶ ἀπέστειλεν αὐτὴν δύο μῆνας. καὶ ἐπορεύθη, αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς, καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη.

  [38] And he said, Go: and he sent her away for two months; and she went, and her companions, and she bewailed her virginity on the mountains.

  [39] καὶ ἐγένετο ἐν τέλει τῶν δύο μηνῶν καὶ ἐπέστρεψεν πρὸς τὸν πατέρα αὐτῆς, καὶ ἐποίησεν ἐν αὐτῇ τὴν εὐχὴν αὐτοῦ, ἣν ηὔξατο· καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα. καὶ ἐγένετο εἰς πρόσταγμα ἐν Ισραηλ·

  [39] And it came to pass at the end of the two months that she returned to her father; and he performed upon her his vow which he vowed; and she knew no man:

  [40] ἀπὸ ἡμερῶν εἰς ἡμέρας ἐπορεύοντο θυγατέρες Ισραηλ θρηνεῖν τὴν θυγατέρα Ιεφθαε Γαλααδ ἐπὶ τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ.

  [40] and it was an ordinance in Israel, That the daughters of Israel went from year to year to bewail the daughter of Jephthae the Galaadite for four days in a year.

  CHAPTER 12

  [1] Καὶ ἐβόησεν ἀνὴρ Εφραιμ καὶ παρῆλθαν εἰς βορρᾶν καὶ εἶπαν πρὸς Ιεφθαε Διὰ τί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί.

  [1] And the men of Ephraim assembled themselves, and passed on to the north, and said to Jephthae, Wherefore didst thou go over to fight with the children of Ammon, and didst not call us to go with thee? we will burn thy house over thee with fire.

 

‹ Prev