Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 757
Delphi Septuagint Page 757

by Lancelot C L Brenton (ed)


  [25] ἦ οὐκ οἶδας τὴν κακίαν Αβεννηρ υἱοῦ Νηρ, ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα, ὅσα σὺ ποιεῖς;

  [25] Knowest thou not the mischief of Abenner the son of Ner, that he came to deceive thee, and to know thy going out and thy coming in, and to know all things that thou doest?

  [26] καὶ ἀνέστρεψεν Ιωαβ ἀπὸ τοῦ Δαυιδ καὶ ἀπέστειλεν ἀγγέλους ὀπίσω Αβεννηρ, καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ Σειραμ· καὶ Δαυιδ οὐκ ᾔδει.

  [26] And Joab returned from David, and sent messengers to Abenner after him; and they bring him back from the well of Seiram: but David knew it not.

  [27] καὶ ἐπέστρεψεν Αβεννηρ εἰς Χεβρων, καὶ ἐξέκλινεν αὐτὸν Ιωαβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν ἐνεδρεύων καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ ἐπὶ τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἵματι Ασαηλ τοῦ ἀδελφοῦ Ιωαβ.

  [27] And he brought back Abenner to Chebron, and Joab caused him to turn aside from the gate to speak to him, laying wait for him: and he smote him there in the loins, and he died for the blood of Asael the brother of Joab.

  [28] Καὶ ἤκουσεν Δαυιδ μετὰ ταῦτα καὶ εἶπεν Ἀθῷός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ κυρίου ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Αβεννηρ υἱοῦ Νηρ·

  [28] And David heard of it afterwards, and said, I and my kingdom are guiltless before the Lord even for ever of the blood of Abenner the son of Ner.

  [29] καταντησάτωσαν ἐπὶ κεφαλὴν Ιωαβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλίποι ἐκ τοῦ οἴκου Ιωαβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατῶν σκυτάλης καὶ πίπτων ἐν ῥομφαίᾳ καὶ ἐλασσούμενος ἄρτοις.

  [29] Let it fall upon the head of Joab, and upon all the house of his father; and let there not be wanting of the house of Joab one that has an issue, or a leper, or that leans on a staff, or that falls by the sword, or that wants bread.

  [30] Ιωαβ δὲ καὶ Αβεσσα ὁ ἀδελφὸς αὐτοῦ διεπαρετηροῦντο τὸν Αβεννηρ ἀνθ’ ὧν ἐθανάτωσεν τὸν Ασαηλ τὸν ἀδελφὸν αὐτῶν ἐν Γαβαων ἐν τῷ πολέμῳ. –

  [30] For Joab and Abessa his brother laid wait continually for Abenner, because he slew Asael their brother at Gabaon in the battle.

  [31] καὶ εἶπεν Δαυιδ πρὸς Ιωαβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ Διαρρήξατε τὰ ἱμάτια ὑμῶν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἔμπροσθεν Αβεννηρ· καὶ ὁ βασιλεὺς Δαυιδ ἐπορεύετο ὀπίσω τῆς κλίνης.

  [31] And David said to Joab and to all the people with him, Rend your garments, and gird yourselves with sackcloth, and lament before Abenner. And king David followed the bier.

  [32] καὶ θάπτουσιν τὸν Αβεννηρ εἰς Χεβρων· καὶ ἦρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ, καὶ ἔκλαυσεν πᾶς ὁ λαὸς ἐπὶ Αβεννηρ.

  [32] And they bury Abenner in Chebron: and the king lifted up his voice, and wept at his tomb, and all the people wept for Abenner.

  [33] καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ Αβεννηρ καὶ εἶπεν Εἰ κατὰ τὸν θάνατον Ναβαλ ἀποθανεῖται Αβεννηρ;

  [33] And the king mourned over Abenner, and said, Shall Abenner die according to the death of Nabal?

  [34] αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οἱ πόδες σου οὐκ ἐν πέδαις· οὐ προσήγαγεν ὡς Ναβαλ, ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας. καὶ συνήχθη πᾶς ὁ λαὸς τοῦ κλαῦσαι αὐτόν.

  [34] Thy hands were not bound, and thy feet were not put in fetters: one brought thee not near as Nabal; thou didst fall before children of iniquity.

  [35] καὶ ἦλθεν πᾶς ὁ λαὸς περιδειπνῆσαι τὸν Δαυιδ ἄρτοις ἔτι οὔσης ἡμέρας, καὶ ὤμοσεν Δαυιδ λέγων Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι ἐὰν μὴ δύῃ ὁ ἥλιος, οὐ μὴ γεύσωμαι ἄρτου ἢ ἀπὸ παντός τινος.

  [35] And all the people assembled to weep for him. And all the people came to cause David to eat bread while it was yet day: and David swore, saying, God do so to me, and more also, if I eat bread or any thing else before the sun goes down.

  [36] καὶ ἔγνω πᾶς ὁ λαός, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα, ὅσα ἐποίησεν ὁ βασιλεὺς ἐνώπιον τοῦ λαοῦ.

  [36] And all the people took notice, and all things that the king did before the people were pleasing in their sight.

  [37] καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν Αβεννηρ υἱὸν Νηρ.

  [37] So all the people and all Israel perceived in that day, that it was not of the king to slay Abenner the son of Ner.

  [38] καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ Οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ Ισραηλ;

  [38] And the king said to his servants, Know ye not that a great prince is this day fallen in Israel?

  [39] καὶ ὅτι ἐγώ εἰμι σήμερον συγγενὴς καὶ καθεσταμένος ὑπὸ βασιλέως, οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουιας σκληρότεροί μού εἰσιν· ἀνταποδῷ κύριος τῷ ποιοῦντι πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ.

  [39] And that I am this day a mere kinsman of his, and as it were a subject; but these men the sons of Saruia are too hard for me: the Lord reward the evil-doer according to his wickedness.

  CHAPTER 4

  [1] Καὶ ἤκουσεν Μεμφιβοσθε υἱὸς Σαουλ ὅτι τέθνηκεν Αβεννηρ ἐν Χεβρων, καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ, καὶ πάντες οἱ ἄνδρες Ισραηλ παρείθησαν.

  [1] And Jebosthe the son of Saul heard that Abenner the son of Ner had died in Chebron; and his hands were paralyzed, and all the men of Israel grew faint.

  [2] καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ Μεμφιβοσθε υἱῷ Σαουλ, ὄνομα τῷ ἑνὶ Βαανα καὶ ὄνομα τῷ δευτέρῳ Ρηχαβ, υἱοὶ Ρεμμων τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμιν· ὅτι Βηρωθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμιν,

  [2] And Jebosthe the son of Saul had two men that were captains of bands: the name of the one was Baana, and the name of the other Rechab, sons of Remmon the Berothite of the children of Benjamin; for Beroth was reckoned to the children of Benjamin.

  [3] καὶ ἀπέδρασαν οἱ Βηρωθαῖοι εἰς Γεθθαιμ καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης. –

  [3] And the Berothites ran away to Gethaim, and were sojourners there until this day.

  [4] καὶ τῷ Ιωναθ
αν υἱῷ Σαουλ υἱὸς πεπληγὼς τοὺς πόδας· υἱὸς ἐτῶν πέντε οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαουλ καὶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ιεζραελ, καὶ ἦρεν αὐτὸν ἡ τιθηνὸς αὐτοῦ καὶ ἔφυγεν, καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὴν καὶ ἀναχωρεῖν καὶ ἔπεσεν καὶ ἐχωλάνθη, καὶ ὄνομα αὐτῷ Μεμφιβοσθε. –

  [4] And Jonathan Saul’s son had a son lame of his feet, five years old, and he was in the way when the news of Saul and Jonathan his son came from Jezrael, and his nurse took him up, and fled; and it came to pass as he hasted and retreated, that he fell, and was lamed. And his name was Memphibosthe.

  [5] καὶ ἐπορεύθησαν υἱοὶ Ρεμμων τοῦ Βηρωθαίου Ρεκχα καὶ Βαανα καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Μεμφιβοσθε, καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας,

  [5] And Rechab and Baana the sons of Remmon the Berothite went, and they came in the heat of the day into the house of Jebosthe; and he was sleeping on a bed at noon.

  [6] καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρεν πυροὺς καὶ ἐνύσταξεν καὶ ἐκάθευδεν, καὶ Ρεκχα καὶ Βαανα οἱ ἀδελφοὶ διέλαθον

  [6] And, behold, the porter of the house winnowed wheat, and he slumbered and slept: and the brothers Rechab and Baana went privily into the house:

  [7] καὶ εἰσῆλθον εἰς τὸν οἶκον, καὶ Μεμφιβοσθε ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσιν καὶ ἀφαιροῦσιν τὴν κεφαλὴν αὐτοῦ καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα.

  [7] And Jebosthe was sleeping on his bed in his chamber: and they smite him, and slay him, and take off his head: and they took his head, and went all the night by the western road.

  [8] καὶ ἤνεγκαν τὴν κεφαλὴν Μεμφιβοσθε τῷ Δαυιδ εἰς Χεβρων καὶ εἶπαν πρὸς τὸν βασιλέα Ἰδοὺ ἡ κεφαλὴ Μεμφιβοσθε υἱοῦ Σαουλ τοῦ ἐχθροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου, καὶ ἔδωκεν κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη, ἐκ Σαουλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ.

  [8] And they brought the head of Jebosthe to David to Chebron, and they said to the king, Behold the head of Jebosthe the son of Saul thy enemy, who sought thy life; and the Lord has executed for my lord the king vengeance on his enemies, as it is this day: even on Saul thy enemy, and on his seed.

  [9] καὶ ἀπεκρίθη Δαυιδ τῷ Ρεκχα καὶ τῷ Βαανα ἀδελφῷ αὐτοῦ υἱοῖς Ρεμμων τοῦ Βηρωθαίου καὶ εἶπεν αὐτοῖς Ζῇ κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως,

  [9] And David answered and Rechab and Baana his brother, the sons of Remmon the Berothite, and said to them, As the Lord lives, who has redeemed my soul out of all affliction;

  [10] ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκεν Σαουλ – καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου – καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα ἐν Σεκελακ, ᾧ ἔδει με δοῦναι εὐαγγέλια·

  [10] he that reported to me that Saul was dead, even he was as one bringing glad tidings before me: but I seized him and slew him in Sekelac, to whom I ought, as he thought, to have given a reward for his tidings.

  [11] καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν καὶ ἐξολεθρεύσω ὑμᾶς ἐκ τῆς γῆς.

  [11] And now evil men have slain a righteous men in his house on his bed: now then I will require his blood of your hand, and I will destroy you from off the earth.

  [12] καὶ ἐνετείλατο Δαυιδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτέννουσιν αὐτοὺς καὶ κολοβοῦσιν τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρων· καὶ τὴν κεφαλὴν Μεμφιβοσθε ἔθαψαν ἐν τῷ τάφῳ Αβεννηρ υἱοῦ Νηρ.

  [12] And David commanded his young men, and they slay them, and cut off their hands and their feet; and they hung them up at the fountain in Chebron: and they buried the head of Jebosthe in the tomb of Abenezer the son of Ner.

  CHAPTER 5

  [1] Καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ισραηλ πρὸς Δαυιδ εἰς Χεβρων καὶ εἶπαν αὐτῷ Ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς·

  [1] And all the tribes of Israel come to David to Chebron, and they said to him, Behold, we are thy bone and thy flesh.

  [2] καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαουλ βασιλέως ἐφ’ ἡμῖν σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ισραηλ, καὶ εἶπεν κύριος πρὸς σέ Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ισραηλ, καὶ σὺ ἔσει εἰς ἡγούμενον ἐπὶ τὸν Ισραηλ.

  [2] And heretofore Saul being king over us, thou was he that didst lead out and bring in Israel: and the Lord said to thee, Thou shalt feed my people Israel, and thou shalt be for a leader to my people Israel.

  [3] καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ισραηλ πρὸς τὸν βασιλέα εἰς Χεβρων, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυιδ διαθήκην ἐν Χεβρων ἐνώπιον κυρίου, καὶ χρίουσιν τὸν Δαυιδ εἰς βασιλέα ἐπὶ πάντα Ισραηλ. –

  [3] And all the elders of Israel come to the king to Chebron; and king David made a covenant with them in Chebron before the Lord; and they anoint David king over all Israel.

  [4] υἱὸς τριάκοντα ἐτῶν Δαυιδ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν,

  [4] David was thirty years old when he began to reign, and he reigned forty years.

  [5] ἑπτὰ ἔτη καὶ ἓξ μῆνας ἐβασίλευσεν ἐν Χεβρων ἐπὶ τὸν Ιουδαν καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ισραηλ καὶ Ιουδαν ἐν Ιερουσαλημ.

  [5] Seven years and six months he reigned in Chebron over Juda, and thirty-three years he reigned over all Israel and Juda in Jerusalem.

  [6] Καὶ ἀπῆλθεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ιερουσαλημ πρὸς τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν. καὶ ἐρρέθη τῷ Δαυιδ Οὐκ εἰσελεύσει ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοί, λέγοντες ὅτι Οὐκ εἰσελεύσεται Δαυιδ ὧδε.

  [6] And David and his men, departed to Jerusalem, to the Jebusite that inhabited the land: and it was said to David, Thou shalt not come in hither: for the blind and the lame withstood him, saying, David shall not come in hither.

  [7] καὶ κατελάβετο Δαυιδ τὴν περιοχὴν Σιων [α�
��τη ἡ πόλις τοῦ Δαυιδ].

  [7] And David took first the hold of Sion: this is the city of David.

  [8] καὶ εἶπεν Δαυιδ τῇ ἡμέρᾳ ἐκείνῃ Πᾶς τύπτων Ιεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυιδ· διὰ τοῦτο ἐροῦσιν Τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον κυρίου.

  [8] And David said on that day, Every one that smites the Jebusite, let him attack with the dagger both the lame and the blind, and those that hate the soul of David. Therefore they say, The lame and the blind shall not enter into the house of the Lord.

  [9] καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυιδ· καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ.

  [9] And David dwelt in the hold, and it was called the city of David, and he built the city itself round about from the citadel, and he built his own house.

  [10] καὶ ἐπορεύετο Δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ κύριος παντοκράτωρ μετ’ αὐτοῦ. –

  [10] And David advanced and became great, and the Lord Almighty was with him.

  [11] καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καὶ τέκτονας λίθων, καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυιδ.

  [11] And Chiram king of Tyre sent messengers to David, and cedar wood, and carpenters, and stone-masons: and they built a house for David.

  [12] καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμασεν αὐτὸν κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ, καὶ ὅτι ἐπήρθη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ισραηλ. –

 

‹ Prev