[5] For my house is not so with the Mighty One: for he has made an everlasting covenant with me, ready, guarded at every time; for all my salvation and all my desire is, that the wicked should not flourish.
[6] ὥσπερ ἄκανθα ἐξωσμένη πάντες αὐτοί, ὅτι οὐ χειρὶ λημφθήσονται,
[6] All these are as a thorn thrust forth, for they shall not be taken with the hand,
[7] καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς, καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος, καὶ ἐν πυρὶ καύσει καυθήσονται αἰσχύνῃ αὐτῶν.
[7] and a man shall not labour among them; and one shall have that which is fully armed with iron, and the staff of a spear, an he shall burn them with fire, and they shall be burnt in their shame.
[8] Ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυιδ· Ιεβοσθε ὁ Χαναναῖος ἄρχων τοῦ τρίτου ἐστίν, Αδινων ὁ Ασωναῖος. οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους τραυματίας εἰς ἅπαξ. –
[8] These are the names of the mighty men of David: Jebosthe the Chananite is a captain of the third part: Adinon the Asonite, he drew his sword against eight hundred soldiers at once.
[9] καὶ μετ’ αὐτὸν Ελεαζαρ υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς Σουσίτου ἐν τοῖς τρισὶν δυνατοῖς. οὗτος ἦν μετὰ Δαυιδ ἐν Σερραν, καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἀνέβησαν ἀνὴρ Ισραηλ·
[9] And after him Eleanan the son of his uncle, son of Dudi who was among the three mighty men with David; and when he defied the Philistines they were gathered there to war, and the men of Israel went up.
[10] αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις, ἕως οὗ ἐκοπίασεν ἡ χεὶρ αὐτοῦ καὶ προσεκολλήθη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν. –
[10] He arose an smote the Philistines, until his hand was weary, and his hand clave to the sword: and the Lord wrought a great salvation in that day, and the people rested behind him only to strip the slain.
[11] καὶ μετ’ αὐτὸν Σαμαια υἱὸς Ασα ὁ Αρουχαῖος. καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία, καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ, καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων·
[11] And after him Samaia the son of Asa the Arachite: and the Philistines were gathered to Theria; and there was there a portion of ground full of lentiles; and the people fled before the Philistines.
[12] καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην. –
[12] And he stood firm in the midst of the portion, and rescued it, and smote the Philistines; and the Lord wrought a great deliverance.
[13] καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ ἦλθον εἰς Κασων πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ, καὶ τάγμα τῶν ἀλλοφύλων παρενέβαλον ἐν τῇ κοιλάδι Ραφαιμ·
[13] And three out of the thirty went down, and came to Cason to David, to the cave of Odollam; and there was an army of the Philistines, and they encamped in the valley of Raphain.
[14] καὶ Δαυιδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ ὑπόστημα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ.
[14] And David was then in the strong hold, and the garrison of the Philistines was then in Bethleem.
[15] καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ; τὸ δὲ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ.
[15] And David longed, and said, Who will give me water to drink out of the well that is in Bethleem by the gate? now the band of the Philistines was then in Bethleem.
[16] καὶ διέρρηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς Δαυιδ, καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ
[16] And the three mighty men broke through the host of the Philistines, and drew water out of the well that was in Bethleem in the gate: and they took it, and brought it to David, and he would not drink it, but poured it out before the Lord.
[17] καὶ εἶπεν Ἵλεώς μοι, κύριε, τοῦ ποιῆσαι τοῦτο· εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι; καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.
[17] And he said, O Lord, forbid that I should do this, that I should drink of the blood of the men who went at the risk of their lives: and he would not drink it. These things did these three mighty men.
[18] Καὶ Αβεσσα ἀδελφὸς Ιωαβ υἱὸς Σαρουιας, αὐτὸς ἄρχων ἐν τοῖς τρισίν. καὶ αὐτὸς ἐξήγειρεν τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισίν·
[18] And Abessa the brother of Joab the son of Saruia, he was chief among the three, and he lifted up his spear against three hundred whom he slew; and he had a name among three.
[19] ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος, καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἦλθεν. –
[19] Of those three he was most honourable, and he became a chief over them, but he reached not to the first three.
[20] καὶ Βαναιας υἱὸς Ιωδαε, ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεηλ. καὶ αὐτὸς ἐπάταξεν τοὺς δύο υἱοὺς αριηλ τοῦ Μωαβ· καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος·
[20] And Banaeas the son of Jodae, he was abundant in mighty deeds, from Cabeseel, and he smote the two sons of Ariel of Moab: and he went down and smote a lion in the midst of a pit on a snowy day.
[21] αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατόν, ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας, καὶ κατέβη πρὸς αὐτὸν ἐν ῥάβδῳ καὶ ἥρπασεν τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.
[21] He smote an Egyptian, a wonderful man, and in the hand of the Egyptian was a spear as the side of a ladder; and he went down to him with a staff, and snatched the spear from the Egyptian’s hand, and slew him with his own spear.
[22] ταῦτα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς·
[22] These things did Banaeas the son of Jodae, and h
e had a name among the three mighty men.
[23] ἐκ τῶν τριῶν ἔνδοξος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθεν· καὶ ἔταξεν αὐτὸν Δαυιδ εἰς τὰς ἀκοὰς αὐτοῦ.
[23] He was honourable among the second three, but he reached not to the first three: and David made him his reporter.
And these are the names of King David’s mighty men.
[24] Καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυιδ βασιλέως· Ασαηλ ἀδελφὸς Ιωαβ [οὗτος ἐν τοῖς τριάκοντα], Ελεαναν υἱὸς Δουδι πατραδέλφου αὐτοῦ ἐν Βαιθλεεμ,
[24] Asael Joab’s brother; he was among the thirty. Eleanan son of Dudi his uncle in Bethleem.
[25] Σαμαι ὁ Αρουδαῖος, Ελικα ὁ Αρωδαῖος,
[25] Saema the Rudaean.
[26] Ελλης ὁ Φελωθι, Ιρας υἱὸς Εκκας ὁ Θεκωίτης,
[26] Selles the Kelothite: Iras the son of Isca the Thecoite.
[27] Αβιεζερ ὁ Αναθωθίτης ἐκ τῶν υἱῶν τοῦ Ασωθίτου,
[27] Abiezer the Anothite, of the sons of the Anothite.
[28] Σελμων ὁ Αωίτης, Μοορε ὁ Νετωφαθίτης,
[28] Ellon the Aoite; Noere the Netophatite.
[29] Ελα υἱὸς Βαανα ὁ Νετωφαθίτης, Εθθι υἱὸς Ριβα ἐκ Γαβαεθ υἱὸς Βενιαμιν,
[29] Esthai the son of Riba of Gabaeth, son of Benjamin the Ephrathite; Asmoth the Bardiamite; Emasu the Salabonite:
[30] Βαναιας ὁ Φαραθωνίτης, Ουρι ἐκ Ναχαλιγαιας,
[30] Adroi of the brooks.
[31] Αβιηλ υἱὸς τοῦ Αραβωθίτου, Αζμωθ ὁ Βαρσαμίτης,
[31] Gadabiel son of the Arabothaeite.
[32] Ελιασου ὁ Σαλαβωνίτης, υἱοὶ Ιασαν, Ιωναθαν,
[32] the sons of Asan, Jonathan;
[33] Σαμμα ὁ Αρωδίτης, Αχιαν υἱὸς Σαραδ ὁ Αραουρίτης,
[33] Samnan the Arodite; Amnan the son of Arai the Saraurite.
[34] Αλιφαλεθ υἱὸς τοῦ Ασβίτου υἱὸς τοῦ Μααχατι, Ελιαβ υἱὸς Αχιτοφελ τοῦ Γελωνίτου,
[34] Aliphaleth the son of Asbites, the son of the Machachachite; Eliab the son of Achitophel the Gelonite.
[35] Ασαραι ὁ Καρμήλιος, Φαραι ὁ Ερχι,
[35] Asarai the Carmelite the son of Uraeoerchi.
[36] Ιγααλ υἱὸς Ναθαν ἀπὸ δυνάμεως, υἱὸς Γαδδι,
[36] Gaal the son of Nathana. The son of much valour, the son of Galaaddi. Elie the Ammanite.
[37] Ελιε ὁ Αμμανίτης, Γελωραι ὁ Βηρωθαῖος αἴρων τὰ σκεύη Ιωαβ υἱοῦ Σαρουιας,
[37] Gelore the Bethorite, armour-bearer to Joab, son of Saruia.
[38] Ιρας ὁ Ιεθιραῖος, Γαρηβ ὁ Ιεθιραῖος,
[38] Iras the Ethirite. Gerab the Ethenite.
[39] Ουριας ὁ Χετταῖος, πάντες τριάκοντα καὶ ἑπτά.
[39] Urias the Chettite: thirty-seven in all.
CHAPTER 24
[1] Καὶ προσέθετο ὀργὴ κυρίου ἐκκαῆναι ἐν Ισραηλ, καὶ ἐπέσεισεν τὸν Δαυιδ ἐν αὐτοῖς λέγων Βάδιζε ἀρίθμησον τὸν Ισραηλ καὶ τὸν Ιουδα.
[1] And the Lord caused his anger to burn forth again in Israel, and Satan stirred up David against them, saying, Go, number Israel and Juda.
[2] καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ιωαβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ’ αὐτοῦ Δίελθε δὴ πάσας φυλὰς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ.
[2] And the king said to Joab commander of the host, who was with him, Go now through all the tribes of Israel and Juda, from Dan even to Bersabee, and number the people, and I will know the number of the people.
[3] καὶ εἶπεν Ιωαβ πρὸς τὸν βασιλέα Καὶ προσθείη κύριος ὁ θεός σου πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα, καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἵνα τί βούλεται ἐν τῷ λόγῳ τούτῳ;
[3] And Joab said to the king, Now may the Lord add to the people a hundred-fold as many as they are, and may the eyes of my lord the king see it: but why does my lord the king desire this thing?
[4] καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως πρὸς Ιωαβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως. καὶ ἐξῆλθεν Ιωαβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν Ισραηλ.
[4] Nevertheless the word of the king prevailed against Joab an the captains of the host:
And Joab and the captains of the host went out before the king to number the people of Israel.
[5] καὶ διέβησαν τὸν Ιορδάνην καὶ παρενέβαλον ἐν Αροηρ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς φάραγγος Γαδ καὶ Ελιεζερ
[5] And they went over Jordan, and encamped in Aroer, on the right of the city which is in the midst of the valley of Gad and Eliezer.
[6] καὶ ἦλθον εἰς τὴν Γαλααδ καὶ εἰς γῆν Θαβασων, ἥ ἐστιν Αδασαι, καὶ παρεγένοντο εἰς Δανιδαν καὶ Ουδαν καὶ ἐκύκλωσαν εἰς Σιδῶνα
[6] And they came to Galaad, and into the land of Thabason, which is Adasai, and they came to Danidan and Udan, and compassed Sidon.
[7] καὶ ἦλθαν εἰς Μαψαρ Τύρου καὶ πάσας τὰς πόλεις τοῦ Ευαίου καὶ τοῦ Χαναναίου καὶ ἦλθαν κατὰ νότον Ιουδα εἰς Βηρσαβεε
[7] And they came to Mapsar of Tyre, and to all the cities of the Evite and the Chananite: and they came by the South of Juda to Bersabee.
[8] καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσι ἡμερῶν εἰς Ιερουσαλημ.
[8] And they compassed the whole land; and they arrived at Jerusalem at the end of nine months and twenty days.
[9] καὶ ἔδωκεν Ιωαβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα, καὶ ἐγένετο Ισραηλ ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ῥομφαίαν καὶ ἀνὴρ Ιουδα πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν.
[9] And Joab gave in the number of the census of the people to the king: and Israel consisted of eight hundred thousand men of might that drew sword; and the men of Juda, five hundred thousand fighting men.
[10] Καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν, καὶ εἶπεν Δαυιδ πρὸς κύριον Ἥμαρτον σφόδρα ὃ ἐποίησα· νῦν, κύριε, παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου, ὅτι ἐμωράνθην σφόδρα.
[10] And the heart of David smote him after he had numbered the people; and David said to the Lord, I have sinned grievously, O Lord, in what I have now done: remove, I pray thee, the iniquity of thy servant, for I have been exce
edingly foolish.
[11] καὶ ἀνέστη Δαυιδ τὸ πρωί. καὶ λόγος κυρίου ἐγένετο πρὸς Γαδ τὸν προφήτην τὸν ὁρῶντα Δαυιδ λέγων
[11] And David rose early in the morning, and the word of the Lord came to the prophet Gad, the seer, saying, Go, and speak to David, saying,
[12] Πορεύθητι καὶ λάλησον πρὸς Δαυιδ λέγων Τάδε λέγει κύριος Τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν, καὶ ποιήσω σοι.
[12] Thus saith the Lord, I bring one of three things upon thee: now choose thee one of them, and I will do it to thee.
[13] καὶ εἰσῆλθεν Γαδ πρὸς Δαυιδ καὶ ἀνήγγειλεν αὐτῷ καὶ εἶπεν αὐτῷ Ἔκλεξαι σεαυτῷ γενέσθαι, εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου καὶ ἔσονται διώκοντές σε, ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου· νῦν οὖν γνῶθι καὶ ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με ῥῆμα.
[13] And Gad went in to David, and told him, and said to him, Choose one of these things to befall thee, whether there shall come upon thee for three years famine in thy land; or that thou shouldest flee three months before thine enemies, and they should pursue thee; or that there should be for three days mortality in thy land. Now then decide, and see what answer I shall return to him that sent me.
[14] καὶ εἶπεν Δαυιδ πρὸς Γαδ Στενά μοι πάντοθεν σφόδρα ἐστίν· ἐμπεσοῦμαι δὴ ἐν χειρὶ κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω· καὶ ἐξελέξατο ἑαυτῷ Δαυιδ τὸν θάνατον.
Delphi Septuagint Page 771