Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 779
Delphi Septuagint Page 779

by Lancelot C L Brenton (ed)


  [49] τῆς αὐλῆς τῆς μεγάλης κύκλῳ τρεῖς στίχοι ἀπελεκήτων καὶ στίχος κεκολαμμένης κέδρου. καὶ συνετέλεσε Σαλωμὼν ὅλον τὸν οἶκον αὐτοῦ

  [49] There were three rows of hewn stones round about the great hall, and a row of sculptured cedar: and Solomon finished all his house.

  CHAPTER 8

  ΚΑΙ ἐγένετο ὡς συνετέλεσε Σαλωμὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον αὐτοῦ μετὰ εἴκοσιν ἔτη, τότε ἐξεκκλησίασεν ὁ βασιλεὺς Σαλωμὼν πάντας τοὺς πρεσβυτέρους ᾿Ισραὴλ ἐν Σιὼν τοῦ ἀνενεγκεῖν τὴν κιβωτὸν διαθήκης Κυρίου ἐκ πόλεως Δαυὶδ (αὕτη ἐστὶ Σιὼν)

  And it came to pass when Solomon had finished building the house of the Lord and his own house after twenty years, then king Solomon assembled all the elders of Israel in Sion, to bring the ark of the covenant of the Lord out of the city of David, this is Sion,

  [2] ἐν μηνὶ ᾿Αθανίν.

  [2] in the month of Athanin.

  [3] καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν

  [3] And the priests took up the ark,

  [4] καὶ τὸ σκήνωμα τοῦ μαρτυρίου καὶ τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ σκηνώματι τοῦ μαρτυρίου,

  [4] and the tabernacle of testimony, and the holy furniture that was in the tabernacle of testimony.

  [5] καὶ ὁ βασιλεὺς καὶ πᾶς ᾿Ισραὴλ ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες πρόβατα καὶ βόας ἀναρίθμητα.

  [5] And the king and all Israel were occupied before the ark, sacrificing sheep and oxen, without number.

  [6] καὶ εἰσφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβὶρ τοῦ οἴκου, εἰς τὰ ἅγια τῶν ἁγίων ὑπὸ τὰς πτέρυγας τῶν Χερουβίμ·

  [6] And the priests bring in the ark into its place, into the oracle of the house, even into the holy of holies, under the wings of the cherubs.

  [7] ὅτι τὰ Χερουβὶμ διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ, καὶ περιεκάλυπτον τὰ Χερουβὶμ ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνωθεν,

  [7] For the cherubs spread out their wings over the place of the ark, and the cherubs covered the ark and its holy things above.

  [8] καὶ ὑπερεῖχον τὰ ἡγιασμένα, καὶ ἐνεβλέποντο αἱ κεφαλαὶ τῶν ἡγιασμένων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβὶρ καὶ οὐκ ὠπτάνοντο ἔξω.

  [8] And the holy staves projected, and the ends of the holy staves appeared out of the holy places in front of the oracle, and were not seen without.

  [9] οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες λίθιναι, πλάκες τῆς διαθήκης, ἃς ἔθηκεν ἐκεῖ Μωυσῆς ἐν Χωρήβ, ἃς διέθετο Κύριος μετὰ τῶν υἱῶν ᾿Ισραὴλ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου.

  [9] There was nothing in the ark except the two tables of stone, the tables of the covenant which Moses put there in Choreb, which tables the Lord made as a covenant with the children of Israel in their going forth from the land of Egypt.

  [10] καὶ ἐγένετο ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεφέλη ἔπλησε τὸν οἶκον·

  [10] And it came to pass when the priests departed out of the holy place, that the cloud filled the house.

  [11] καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στήκειν λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησε δόξα Κυρίου τὸν οἶκον.

  [11] And the priests could not stand to minister because of the cloud, because the glory of the Lord filled the house.

  [14] Καὶ ἀπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ, καὶ εὐλόγησεν ὁ βασιλεὺς πάντα ᾿Ισραήλ, καὶ πᾶσα ἐκκλησία ᾿Ισραὴλ εἱστήκει·

  [14] And the king turned his face, and the king blessed all Israel, (and the whole assembly of Israel stood:)

  [15] καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεὸς ᾿Ισραὴλ σήμερον, ὃς ἐλάλησεν ἐν τῷ στόματι αὐτοῦ περὶ Δαυὶδ τοῦ πατρός μου καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἐπλήρωσε λέγων·

  [15] and he said, Blessed be the Lord God of Israel to-day, who spoke by his mouth concerning David my father, and has fulfilled it with his hands, saying,

  [16] ἀφ᾿ ἧς ἡμέρας ἐξήγαγον τὸν λαόν μου τὸν ᾿Ισραὴλ ἐξ Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἐν ἑνὶ σκήπτρῳ ᾿Ισραὴλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τὸ ὄνομά μου ἐκεῖ. καὶ ἐξελεξάμην ἐν ῾Ιερουσαλὴμ εἶναι τὸ ὄνομά μου ἐκεῖ· καὶ ἐξελεξάμην τὸν Δαυὶδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου τὸν ᾿Ισραήλ.

  [16] From the day that I brought out my people Israel out of Egypt, I have not chosen a city in any one tribe of Israel to build a house, so that my name should be there: but I chose Jerusalem that my name should be there, and I chose David to be over my people Israel.

  [17] καὶ ἐγένετο ἐπὶ τῆς καρδίας τοῦ πατρός μου οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ ᾿Ισραήλ.

  [17] And it was in the heart of my father to build a house to the name of the Lord God of Israel.

  [18] καὶ εἶπε Κύριος πρὸς Δαυὶδ τὸν πατέρα μου· ἀνθ᾿ ὧν ἦλθεν ἐπὶ τὴν καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας ὅτι ἐγενήθη ἐπὶ τὴν καρδίαν σου·

  [18] And the Lord said to David my father, Forasmuch as it came into thine heart to build a house to my name, thou didst well that it came upon thine heart.

  [19] πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ἀλλ᾿ ἢ ὁ υἱός σου ὁ ἐξελθὼν ἐκ τῶν πλευρῶν σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.

  [19] Nevertheless thou shalt not build the house, but thy son that has proceeded out of thy bowels, he shall build the house to my name.

  [20] καὶ ἀνέστησε Κύριος τὸ ρῆμα αὐτοῦ, ὃ ἐλάλησε, καὶ ἀνέστην ἀντὶ Δαυὶδ τοῦ πατρός μου καὶ ἐκάθισα ἐπὶ τοῦ θρόνου ᾿Ισραήλ, καθὼς ἐλάλησε Κύριος, καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ ᾿Ισραήλ.

  [20] And the Lord has confirmed the word that he spoke, and I am risen up in the place of my father David, and I have sat down on the throne of Israel, as the Lord spoke, and I have built the house to the name of the Lord God of Israel.

  [21] καὶ ἐθέμην ἐκεῖ τόπον τῇ κιβωτῷ, ἐν ᾗ ἐστιν ἐκεῖ διαθήκη Κυρίου, ἣν διέθετο Κύριος μετὰ τῶν πατέρων ἡμῶν ἐν τῷ ἐξαγαγεῖν αὐτὸν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.


  [21] And I have set there a place for the ark, in which is the covenant of the Lord, which the Lord made with our fathers, when he brought them out of the land of Egypt.

  [22] Καὶ ἀνέστη Σαλωμὼν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου ἐνώπιον πάσης ἐκκλησίας ᾿Ισραὴλ καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν,

  [22] And Solomon stood up in front of the altar before all the congregation of Israel; and he spread out his hands toward heaven:

  [23] καὶ εἶπε· Κύριε ὁ Θεὸς ᾿Ισραήλ, οὐκ ἔστιν ὡς σὺ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, φυλάσσων διαθήκην καὶ ἔλεος τῷ δούλῳ σου τῷ πορευομένῳ ἐνώπιόν σου ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ,

  [23] and he said, Lord God of Israel, there is no God like thee in heaven above and on the earth beneath, keeping covenant and mercy with thy servant who walks before thee with all his heart;

  [24] ἃ ἐφύλαξας τῷ δούλῳ σου Δαυὶδ τῷ πατρί μου· καὶ γὰρ ἐλάλησας ἐν τῷ στόματί σου καὶ ἐν χερσί σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη.

  [24] which thou hast kept toward thy servant David my father: for thou hast spoken by thy mouth and thou hast fulfilled it with thine hands, as at this day.

  [25] καὶ νῦν, Κύριε ὁ Θεὸς ᾿Ισραήλ, φύλαξον τῷ δούλῳ σου Δαυὶδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων· οὐκ ἐξαρθήσεταί σου ἀνὴρ ἐκ προσώπου μου καθήμενος ἐπὶ θρόνου ᾿Ισραήλ, πλὴν ἐὰν φυλάξωνται τὰ τέκνα σου τὰς ὁδοὺς αὐτῶν τοῦ πορεύεσθαι ἐνώπιόν μου, καθὼς ἐπορεύθης ἐνώπιον ἐμοῦ.

  [25] And now, O Lord God of Israel, keep for thy servant David my father, the promises which thou hast spoken to him, saying, There shall not be taken from thee a man sitting before me on the throne of Israel, provided only thy children shall take heed to their ways, to walk before me as thou hast walked before me.

  [26] καὶ νῦν, Κύριε ὁ Θεὸς ᾿Ισραήλ, πιστωθήτω δὴ τὸ ρῆμά σου τῷ Δαυὶδ τῷ πατρί μου.

  [26] And now, O Lord God of Israel, let, I pray thee, thy word to David my father be confirmed.

  [27] ὅτι εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πλὴν καὶ ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου;

  [27] But will God indeed dwell with men upon the earth? if the heaven and heaven of heavens will not suffice thee, how much less even this house which I have built to thy name?

  [28] καὶ ἐπιβλέψῃ ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ Θεὸς ᾿Ισραήλ, ἀκούειν τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου πρός σε σήμερον,

  [28] Yet, O Lord God of Israel, thou shalt look upon my petition, to hear the prayer which thy servant prays to thee in thy presence this day,

  [29] τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον, ὃν εἶπας· ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός.

  [29] that thine eyes may be open toward this house day and night, even toward the place which thou saidst, My name shall be there, to hear the prayer which thy servant prays at this place day and night.

  [30] καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου ᾿Ισραήλ, ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον, καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν οὐρανῷ καὶ ποιήσεις καὶ ἵλεως ἔσῃ.

  [30] And thou shalt hearken to the prayer of thy servant, and of thy people Israel, which they shall pray toward this place; and thou shalt hear in thy dwelling-place in heaven, and thou shalt do and be gracious.

  [31] ὅσα ἂν ἁμάρτῃ ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἐὰν λάβῃ ἐπ᾿ αὐτὸν ἀρὰν τοῦ ἀράσασθαι αὐτόν, καὶ ἔλθῃ καὶ ἐξαγορεύσῃ κατὰ πρόσωπον τοῦ θυσιαστηρίου σου ἐν τῷ οἴκῳ τούτῳ,

  [31] Whatsoever trespasses any one shall commit against his neighbor, — and if he shall take upon him an oath so that he should swear, and he shall come and make confession before thine altar in this house,

  [32] καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις καὶ κρινεῖς τὸν λαόν σου ᾿Ισραὴλ ἀνομηθῆναι ἄνομον, δοῦναι τὴν ὁδὸν αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ καὶ τοῦ δικαιῶσαι δίκαιον, δοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ.

  [32] then shalt thou hear from heaven, and do, and thou shalt judge thy people Israel, that the wicked should be condemned, to recompense his way upon his head; and to justify the righteous, to give to him according to his righteousness.

  [33] ἐν τῷ πταῖσαι τὸν λαόν σου ᾿Ισραὴλ ἐνώπιον ἐχθρῶν, ὅτι ἁμαρτήσονταί σοι, καὶ ἐπιστρέψουσι καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ προσεύξονται καὶ δεηθήσονται ἐν τῷ οἴκῳ τούτω,

  [33] When thy people Israel falls before enemies, because they shall sin against thee, and they shall return and confess to thy name, and they shall pray and supplicate in this house,

  [34] καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ λαοῦ σου ᾿Ισραὴλ καὶ ἐπιστρέψεις αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκας τοῖς πατράσιν αὐτῶν.

  [34] then shalt thou hear from heaven, and be gracious to the sins of thy people Israel, and thou shalt restore them to the land which thou gavest to their fathers.

  [35] ἐν τῷ συσχεθῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετόν, ὅτι ἁμαρτήσονταί σοι, καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἀποστρέψουσιν, ὅταν ταπεινώσῃς αὐτούς,

  [35] When the heaven is restrained, and there is no rain, because they shall sin against thee, and the shall pray toward this place, and they shall make confession to thy name, and shall turn from their sins when thou shalt have humbled them,

  [36] καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου ᾿Ισραήλ· ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαθὴν πορεύεσθαι ἐν αὐτῇ καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν, ἣν ἔδωκας τῷ λαῷ σου ἐν κληρονομίᾳ.

  [36] then thou shalt hear from heaven, and be merciful to the sins of thy servant and of thy people Israel; for thou shalt shew them
the good way to walk in it, and thou shalt give rain upon the earth which thou hast given to thy people for an inheritance.

  [37] λιμὸς ἐὰν γένηται, θάνατος ἐὰν γένηται, ὅτι ἔσται ἐμπυρισμός, βροῦχος, ἐρυσίβη ἐὰν γένηται, καὶ ἐὰν θλίψῃ αὐτὸν ὁ ἐχθρὸς αὐτοῦ ἐν μιᾷ τῷν πόλεων αὐτοῦ, πᾶν συνάντημα, πάντα πόνον,

  [37] If there should be famine, if there should be death, because there should be blasting, locust, or if there be mildew, and if their enemy oppress them in any one of their cities, with regard to every calamity, every trouble,

  [38] πᾶσαν προσευχήν, πᾶσαν δέησιν, ἐὰν γένηται παντὶ ἀνθρώπῳ ὡς ἂν γνῶσιν ἕκαστος ἁφὴν καρδίας αὐτοῦ καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον,

  [38] every prayer, every supplication whatever shall be made by any man, as they shall know each the plague of his heart, and shall spread abroad his hands to this house,

  [39] καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἵλεως ἔσῃ καὶ ποιήσεις καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καθὼς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι σὺ μονώτατος οἶδας τὴν καρδίαν πάντων υἱῶν ἀνθρώπων,

  [39] then shalt thou hearken from heaven, out of thine established dwelling-place, and shalt be merciful, and shalt do, and recompense to every man according to his ways, as thou shalt know his heart, for thou alone knowest the heart of all the children of men:

  [40] ὅπως φοβῶνταί σε πάσας τὰς ἡμέρας, ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν.

 

‹ Prev