Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 793
Delphi Septuagint Page 793

by Lancelot C L Brenton (ed)


  [19] And Michaias said, Not so, it is not I: hear the word of the Lord; it is not so. I saw the God of Israel sitting on his throne, and all the host of heaven stood about him on his right hand and on his left.

  [20] καὶ εἶπεν κύριος Τίς ἀπατήσει τὸν Αχααβ βασιλέα Ισραηλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ρεμμαθ Γαλααδ; καὶ εἶπεν οὗτος οὕτως καὶ οὗτος οὕτως.

  [20] And the Lord said, Who will deceive Achaab king of Israel, that he may go up and fall in Remmath Galaad? and one spoke one way, and another another way.

  [21] καὶ ἐξῆλθεν πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν Ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπεν πρὸς αὐτὸν κύριος Ἐν τίνι;

  [21] And there came forth a spirit and stood before the Lord, and said, I will deceive him.

  [22] καὶ εἶπεν Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν Ἀπατήσεις καί γε δυνήσει, ἔξελθε καὶ ποίησον οὕτως.

  [22] And the Lord said to him, Whereby? And he said, I will go forth, and will be a false spirit in the mouth of all his prophets. And he said, Thou shalt deceive him, yea, and shalt prevail: go forth, and do so.

  [23] καὶ νῦν ἰδοὺ ἔδωκεν κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, καὶ κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.

  [23] And now, behold, the Lord has put a false spirit in the mouth of all these thy prophets, and the Lord has spoken evil against thee.

  [24] καὶ προσῆλθεν Σεδεκιου υἱὸς Χανανα καὶ ἐπάταξεν τὸν Μιχαιαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν Ποῖον πνεῦμα κυρίου τὸ λαλῆσαν ἐν σοί;

  [24] And Sedekias the son of Chanaan came near and smote Michaias on the cheek, and said, What sort of a spirit of the Lord has spoken in thee?

  [25] καὶ εἶπεν Μιχαιας Ἰδοὺ σὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν εἰσέλθῃς ταμίειον τοῦ ταμιείου τοῦ κρυβῆναι.

  [25] And Michaias said, Behold, thou shalt see in that day, when thou shalt go into an innermost chamber to hide thyself there.

  [26] καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ Λάβετε τὸν Μιχαιαν καὶ ἀποστρέψατε αὐτὸν πρὸς Εμηρ τὸν ἄρχοντα τῆς πόλεως· καὶ τῷ Ιωας υἱῷ τοῦ βασιλέως

  [26] And the king of Israel said, Take Michaias, and convey him away to Semer the keeper of the city;

  [27] εἰπὸν θέσθαι τοῦτον ἐν φυλακῇ καὶ ἐσθίειν αὐτὸν ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ.

  [27] and tell Joas the king’s son to put this fellow in prison, and to feed him with bread of affliction and water of affliction until I return in peace.

  [28] καὶ εἶπεν Μιχαιας Ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησεν κύριος ἐν ἐμοί.

  [28] And Michaias said, If thou return at all in peace, the Lord has not spoken by me.

  [29] Καὶ ἀνέβη βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα μετ’ αὐτοῦ εἰς Ρεμμαθ Γαλααδ.

  [29] So the king of Israel went up, and Josaphat king of Juda with him to Remmath Galaad.

  [30] καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα Συγκαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο ὁ βασιλεὺς Ισραηλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον.

  [30] And the king of Israel said to Josaphat king of Juda, I will disguise myself, and enter into the battle, and do thou put on my raiment. So the king of Israel disguised himself, and went into the battle.

  [31] καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων αὐτοῦ τριάκοντα καὶ δυσὶν λέγων Μὴ πολεμεῖτε μικρὸν καὶ μέγαν ἀλλ’ ἢ τὸν βασιλέα Ισραηλ μονώτατον.

  [31] And the king of Syria had charged the thirty-two captains of his chariots, saying, Fight not against small or great, but against the king of Israel only.

  [32] καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ιωσαφατ βασιλέα Ιουδα, καὶ αὐτοὶ εἶπον Φαίνεται βασιλεὺς Ισραηλ οὗτος· καὶ ἐκύκλωσαν αὐτὸν πολεμῆσαι, καὶ ἀνέκραξεν Ιωσαφατ.

  [32] And it came to pass, when the captains of the chariots saw Josaphat king of Juda, that they said, this seems to be the king of Israel. And they compassed him about to fight against him; and Josaphat cried out.

  [33] καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἔστιν βασιλεὺς Ισραηλ οὗτος, καὶ ἀπέστρεψαν ἀπ’ αὐτοῦ.

  [33] And it came to pass, when the captains of the chariots saw that this was not the king of Israel, that they returned from him.

  [34] καὶ ἐνέτεινεν εἷς τὸ τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ισραηλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος. καὶ εἶπεν τῷ ἡνιόχῳ αὐτοῦ Ἐπίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι τέτρωμαι.

  [34] And one drew a bow with a good aim, and smote the king of Israel between the lungs and the breast-plate: and he said to his charioteer, Turn thine hands, and carry me away out of the battle, for I am wounded.

  [35] καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξ ἐναντίας Συρίας ἀπὸ πρωῒ ἕως ἑσπέρας καὶ ἀπέχυννε τὸ αἷμα ἐκ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος· καὶ ἀπέθανεν ἑσπέρας, καὶ ἐξεπορεύετο τὸ αἷμα τῆς τροπῆς ἕως τοῦ κόλπου τοῦ ἅρματος.

  [35] And the war was turned in that day, and the king was standing on the chariot, against Syria from morning till evening; and he shed the blood out of his wound, into the bottom of the chariot, and died at even, and the blood ran out of the wound into the bottom of the chariot.

  [36] καὶ ἔστη ὁ στρατοκῆρυξ δύνοντος τοῦ ἡλίου λέγων Ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν καὶ εἰς τὴν ἑαυτοῦ γῆν,

  [36] And the herald of the army stood at sunset, saying, Let every man go to his own city and his own land,

  [37] ὅτι τέθνηκεν ὁ βασιλεύς. καὶ ἦλθον εἰς Σαμάρειαν καὶ ἔθαψαν τὸν βασιλέα ἐν Σαμαρείᾳ.

  [37] for the king is dead. And they came to Samaria, and buried the king in Samaria.

  [38] καὶ ἀπένιψαν τὸ ἅρμα ἐπὶ τὴν κρήνην Σαμαρείας, καὶ ἐξέλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα, καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν.

  [38] And they washed the chariot at the fountain of Samaria; and the swine and the dogs licked up th
e blood, and the harlots washed themselves in the blood, according to the word of the Lord which he spoke.

  [39] καὶ τὰ λοιπὰ τῶν λόγων Αχααβ καὶ πάντα, ἃ ἐποίησεν, καὶ οἶκον ἐλεφάντινον, ὃν ᾠκοδόμησεν, καὶ πάσας τὰς πόλεις, ἃς ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ;

  [39] And the rest of the acts of Achaab, and all that he did, and the ivory house which he built, and all the cities which he built, behold, are not these things written in the book of the chronicles of the kings of Israel?

  [40] καὶ ἐκοιμήθη Αχααβ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

  [40] And Achaab slept with his fathers, and Ochozias his son reigned in his stead.

  [41] Καὶ Ιωσαφατ υἱὸς Ασα ἐβασίλευσεν ἐπὶ Ιουδα. ἔτει τετάρτῳ τῷ Αχααβ βασιλέως Ισραηλ ἐβασίλευσεν.

  [41] And Josaphat the son of Asa reigned over Juda: in the fourth year of Achaab king of Israel began Josaphat to reign.

  [42] Ιωσαφατ υἱὸς τριάκοντα καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αζουβα θυγάτηρ Σελει.

  [42] Thirty and five years old was he when he began to reign, and he reigned twenty and five years in Jerusalem; and his mother’s name was Azuba daughter of Salai.

  [43] καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ασα τοῦ πατρὸς αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπ’ αὐτῆς τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου·

  [43] And he walked in all the way of Asa his father: he turned not from it, even from doing that which was right in the eyes of the Lord.

  [44] πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν, ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.

  [44] Only he took not away any of the high places: the people still sacrificed and burnt incense on the high places.

  [45] καὶ εἰρήνευσεν Ιωσαφατ μετὰ βασιλέως Ισραηλ.

  [45] And Josaphat was at peace with the king of Israel.

  [46] καὶ τὰ λοιπὰ τῶν λόγων Ιωσαφατ καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ιουδα;

  [46] And the rest of the acts of Josaphat, and his mighty deeds, whatever he did, behold, are not these things written in the book of the chronicles of the kings of Juda?

  [51] καὶ ἐκοιμήθη Ιωσαφατ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη παρὰ τοῖς πατράσιν αὐτοῦ ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

  [50] 51 And Josaphat slept with his fathers, and was buried by his fathers in the city of David his father, and Joram his son reigned in his stead.

  [52] Καὶ Οχοζιας υἱὸς Αχααβ ἐβασίλευσεν ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἐν ἔτει ἑπτακαιδεκάτῳ Ιωσαφατ βασιλεῖ Ιουδα· καὶ ἐβασίλευσεν ἐν Ισραηλ ἔτη δύο.

  [52] And Ochozias son of Achaab reigned over Israel in Samaria: in the seventeenth year of Josaphat king of Juda, Ochozias son of Achaab reigned over Israel in Samaria two years.

  [53] καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ Αχααβ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ὁδῷ Ιεζαβελ τῆς μητρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις οἴκου Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ.

  [53] And he did that which was evil in the sight of the Lord, and walked in the way of Achaab his father, and in the way of Jezabel his mother, and in the sins of the house of Jeroboam the son of Nabat, who caused Israel to sin.

  [54] καὶ ἐδούλευσεν τοῖς Βααλιμ καὶ προσεκύνησεν αὐτοῖς καὶ παρώργισεν τὸν κύριον θεὸν Ισραηλ κατὰ πάντα τὰ γενόμενα ἔμπροσθεν αὐτοῦ.

  [54] And he served Baalim, and worshipped them, and provoked the Lord God of Israel, according to all that had been done before him.

  IV Kings

  CHAPTER 1

  [1] Καὶ ἠθέτησεν Μωαβ ἐν Ισραηλ μετὰ τὸ ἀποθανεῖν Αχααβ.

  [1] And Moab repelled against Israel after the death of Achaab.

  [2] καὶ ἔπεσεν Οχοζιας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ καὶ ἠρρώστησεν. καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπεν πρὸς αὐτούς Δεῦτε καὶ ἐπιζητήσατε ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης· καὶ ἐπορεύθησαν ἐπερωτῆσαι δι’ αὐτοῦ.

  [2] And Ochozias fell through the lattice that was in his upper chamber in Samaria and was sick; and he sent messengers, and said to them, Go and enquire of Baal fly, the god of Accaron, whether I shall recover of this my sickness. And they went to enquire of him.

  [3] καὶ ἄγγελος κυρίου ἐλάλησεν πρὸς Ηλιου τὸν Θεσβίτην λέγων Ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων Οχοζιου βασιλέως Σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς Εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ισραηλ ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων;

  [3] And an angel of the Lord called Eliu the Thesbite, saying, Arise, and go to meet the messengers of Ochozias king of Samaria, and thou shalt say to them, Is it because there is no God in Israel, that ye go to enquire of Baal fly, the God of Accaron? but it shall not be so.

  [4] καὶ οὐχ οὕτως· ὅτι τάδε λέγει κύριος Ἡ κλίνη, ἐφ’ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ’ αὐτῆς, ὅτι ἐκεῖ θανάτῳ ἀποθανῇ. καὶ ἐπορεύθη Ηλιου καὶ εἶπεν πρὸς αὐτούς.

  [4] For thus saith the Lord, The bed on which thou art gone up, thou shalt not come down from it, for thou shalt surely die. And Eliu went, and said so to them.

  [5] καὶ ἐπεστράφησαν οἱ ἄγγελοι πρὸς αὐτόν, καὶ εἶπεν πρὸς αὐτούς Τί ὅτι ἐπεστρέψατε;

  [5] And the messengers returned to him, and he said to them, Why have ye returned?

  [6] καὶ εἶπαν πρὸς αὐτόν Ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπεν πρὸς ἡμᾶς Δεῦτε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν Τάδε λέγει κύριος Εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ισραηλ σὺ πορεύῃ ζητῆσαι ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων; οὐχ οὕτως· ἡ κλίνη, ἐφ’ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ’ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ.

  [6] And they said to him, A man came up to meet us, and said to us, Go, return to the king that sent you, and say to him, Thus saith the Lord, Is it because there is no God in I
srael, that thou goest to enquire of Baal fly, the God of Accaron? it shall not be so: the bed on which thou art gone up, thou shalt not come down from it, for thou shalt surely die.

  [7] καὶ ἐλάλησεν πρὸς αὐτοὺς λέγων Τίς ἡ κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους;

  [7] So they returned and reported to the king as Eliu said: and he said to them, What was the manner of the man who went up to mid you, and spoke to you these words?

  [8] καὶ εἶπον πρὸς αὐτόν Ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ. καὶ εἶπεν Ηλιου ὁ Θεσβίτης οὗτός ἐστιν.

  [8] And they said to him, He was a hairy man, and girt with a leathern girdle about his loins. And he said, This is Eliu the Thesbite.

  [9] καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἡγούμενον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη καὶ ἦλθεν πρὸς αὐτόν, καὶ ἰδοὺ Ηλιου ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους. καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν Ἄνθρωπε τοῦ θεοῦ, ὁ βασιλεὺς ἐκάλεσέν σε, κατάβηθι.

  [9] And he sent to him a captain of fifty and his fifty; and he went up to him: and, behold, Eliu sat on the top of a mountain. And the captain of fifty spoke to him, and said, O man of God, the king has called thee, come down.

  [10] καὶ ἀπεκρίθη Ηλιου καὶ εἶπεν πρὸς τὸν πεντηκόνταρχον Καὶ εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ.

 

‹ Prev