[25] καὶ ἐγένετο ἐν ἀρχῇ τῆς καθέδρας αὐτῶν οὐκ ἐφοβήθησαν τὸν κύριον, καὶ ἀπέστειλεν κύριος ἐν αὐτοῖς τοὺς λέοντας, καὶ ἦσαν ἀποκτέννοντες ἐν αὐτοῖς.
[25] And it was so at the beginning of their establishment there that they feared not the Lord, and the Lord sent lions among them, and they slew some of them.
[26] καὶ εἶπον τῷ βασιλεῖ Ἀσσυρίων λέγοντες Τὰ ἔθνη, ἃ ἀπῴκισας καὶ ἀντεκάθισας ἐν πόλεσιν Σαμαρείας, οὐκ ἔγνωσαν τὸ κρίμα τοῦ θεοῦ τῆς γῆς, καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας, καὶ ἰδού εἰσιν θανατοῦντες αὐτούς, καθότι οὐκ οἴδασιν τὸ κρίμα τοῦ θεοῦ τῆς γῆς.
[26] And they spoke to the king of the Assyrians, saying, The nations whom thou hast removed and substituted in the cities of Samaria for the Israelites, know not the manner of the God of the land: and he has sent the lions against them, and, behold, they are slaying them, because they know not the manner of the God of the land.
[27] καὶ ἐνετείλατο ὁ βασιλεὺς Ἀσσυρίων λέγων Ἀπάγετε ἐκεῖθεν καὶ πορευέσθωσαν καὶ κατοικείτωσαν ἐκεῖ καὶ φωτιοῦσιν αὐτοὺς τὸ κρίμα τοῦ θεοῦ τῆς γῆς.
[27] And the king of the Assyrians commanded, saying, Bring some Israelites thence, and let them go and dwell there, and they shall teach them the manner of the God of the land.
[28] καὶ ἤγαγον ἕνα τῶν ἱερέων, ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, καὶ ἐκάθισεν ἐν Βαιθηλ καὶ ἦν φωτίζων αὐτοὺς πῶς φοβηθῶσιν τὸν κύριον.
[28] And they brought one of the priests whom they had removed from Samaria, and he settled in Baethel, and taught them how they should fear the Lord.
[29] καὶ ἦσαν ποιοῦντες ἔθνη ἔθνη θεοὺς αὐτῶν καὶ ἔθηκαν ἐν οἴκῳ τῶν ὑψηλῶν, ὧν ἐποίησαν οἱ Σαμαρῖται, ἔθνη ἐν ταῖς πόλεσιν αὐτῶν, ἐν αἷς κατῴκουν ἐν αὐταῖς·
[29] But the nations made each their own gods, and put them in the house of the high places which the Samaritans had made, each nation in the cities in which they dwelt.
[30] καὶ οἱ ἄνδρες Βαβυλῶνος ἐποίησαν τὴν Σοκχωθβαινιθ, καὶ οἱ ἄνδρες Χουθ ἐποίησαν τὴν Νηριγελ, καὶ οἱ ἄνδρες Αιμαθ ἐποίησαν τὴν Ασιμαθ,
[30] And the men of Babylon made Socchoth Benith, and the men of Chuth made Ergel, and the men of Haemath made Asimath.
[31] καὶ οἱ Ευαῖοι ἐποίησαν τὴν Εβλαζερ καὶ τὴν Θαρθακ, καὶ οἱ Σεπφαρουαιν κατέκαιον τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ τῷ Αδραμελεχ καὶ Ανημελεχ θεοῖς Σεπφαρουαιν.
[31] And the Evites made Eblazer and Tharthac, and the inhabitant of Seppharvaim did evil when they burnt their sons in the fire to Adramelech and Anemelech, the gods of Seppharvaim.
[32] καὶ ἦσαν φοβούμενοι τὸν κύριον καὶ κατῴκισαν τὰ βδελύγματα αὐτῶν ἐν τοῖς οἴκοις τῶν ὑψηλῶν, ἃ ἐποίησαν ἐν Σαμαρείᾳ, ἔθνος ἔθνος ἐν πόλει ἐν ᾗ κατῴκουν ἐν αὐτῇ· καὶ ἦσαν φοβούμενοι τὸν κύριον καὶ ἐποίησαν ἑαυτοῖς ἱερεῖς τῶν ὑψηλῶν καὶ ἐποίησαν ἑαυτοῖς ἐν οἴκῳ τῶν ὑψηλῶν.
[32] And they feared the Lord, yet they established their abominations in the houses of the high places which they made in Samaria, each nation in the city in which they dwelt: and they feared the Lord, and they made for themselves priests of the high places, and sacrificed for themselves in the house of the high places.
[33] τὸν κύριον ἐφοβοῦντο καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον κατὰ τὸ κρίμα τῶν ἐθνῶν, ὅθεν ἀπῴκισεν αὐτοὺς ἐκεῖθεν.
[33] And they feared the Lord, and served their gods according to the manner of the nations, whence their lords brought them.
[34] ἕως τῆς ἡμέρας ταύτης αὐτοὶ ἐποίουν κατὰ τὸ κρίμα αὐτῶν· αὐτοὶ φοβοῦνται καὶ αὐτοὶ ποιοῦσιν κατὰ τὰ δικαιώματα αὐτῶν καὶ κατὰ τὴν κρίσιν αὐτῶν καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν ἐντολήν, ἣν ἐνετείλατο κύριος τοῖς υἱοῖς Ιακωβ, οὗ ἔθηκεν τὸ ὄνομα αὐτοῦ Ισραηλ,
[34] Until this day they did according to their manner: they fear the Lord, and they do according to their customs, and according to their manner, and according to the law, and according to the commandment which the Lord commanded the sons of Jacob, whose name he made Israel.
[35] καὶ διέθετο κύριος μετ’ αὐτῶν διαθήκην καὶ ἐνετείλατο αὐτοῖς λέγων Οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους καὶ οὐ προσκυνήσετε αὐτοῖς καὶ οὐ λατρεύσετε αὐτοῖς καὶ οὐ θυσιάσετε αὐτοῖς,
[35] And the Lord made a covenant with them, and charged them, saying, Ye shall not fear other gods, neither shall ye worship them, nor serve them, nor sacrifice to them:
[36] ὅτι ἀλλ’ ἢ τῷ κυρίῳ, ὃς ἀνήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύι μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ, αὐτὸν φοβηθήσεσθε καὶ αὐτῷ προσκυνήσετε καὶ αὐτῷ θύσετε
[36] but only to the Lord, who brought you up out of the land of Egypt with great strength and with a high arm: him shall ye fear, and him shall ye worship; to him shall ye sacrifice.
[37] καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα καὶ τὸν νόμον καὶ τὰς ἐντολάς, ἃς ἔγραψεν ὑμῖν, φυλάσσεσθε ποιεῖν πάσας τὰς ἡμέρας καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους·
[37] Ye shall observe continually the ordinances, and the judgments, and the law, and the commandments which he wrote for you to do; and ye shall not fear other gods.
[38] καὶ τὴν διαθήκην, ἣν διέθετο μεθ’ ὑμῶν, οὐκ ἐπιλήσεσθε καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους,
[38] Neither shall ye forget the covenant which he made with you: and ye shall not fear other gods.
[39] ὅτι ἀλλ’ ἢ τὸν κύριον θεὸν ὑμῶν φοβηθήσεσθε, καὶ αὐτὸς ἐξελεῖται ὑμᾶς ἐκ πάντων τῶν ἐχθρῶν ὑμῶν·
[39] But ye shall fear the Lord your God, and he shall deliver you from all your enemies.
[40] καὶ οὐκ ἀκούσεσθε ἐπὶ τῷ κρίματι αὐτῶν, ὃ αὐτοὶ ποιοῦσιν.
[40] Neither shall ye comply with their practice, which they follow.
[41] καὶ ἦσαν τὰ ἔθνη ταῦτα φοβούμενοι τὸν κύριον καὶ τοῖς γλυπτοῖς αὐτῶν ἦσαν δουλεύοντες, καί γε οἱ υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτῶν καθὰ ἐποίησαν οἱ πατέρες αὐτῶν ποιοῦσιν ἕως τῆς ἡμέρας ταύτης.
[41] So these nations feared the Lord, and served their graven images: yea, their sons and their son’s sons do until this day even as their fathers did.
CHAPTER 18
[1] Καὶ �
��γένετο ἐν ἔτει τρίτῳ τῷ Ωσηε υἱῷ Ηλα βασιλεῖ Ισραηλ ἐβασίλευσεν Εζεκιας υἱὸς Αχαζ βασιλέως Ιουδα.
[1] And it came to pass in the third year of Osee son of Ela king of Israel that Ezekias son of Achaz king of Juda began to reign.
[2] υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αβου θυγάτηρ Ζαχαριου.
[2] Five and twenty years old was he when he began to reign, and he reigned twenty and nine years in Jerusalem: and his mother’s name was Abu, daughter of Zacharias.
[3] καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Δαυιδ ὁ πατὴρ αὐτοῦ.
[3] And he did that which was right in the sight of the Lord, according to all that his father David did.
[4] αὐτὸς ἐξῆρεν τὰ ὑψηλὰ καὶ συνέτριψεν πάσας τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ τὸν ὄφιν τὸν χαλκοῦν, ὃν ἐποίησεν Μωϋσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ισραηλ θυμιῶντες αὐτῷ, καὶ ἐκάλεσεν αὐτὸν Νεεσθαν.
[4] He removed the high places, and broke in pieces the pillars, and utterly destroyed the groves, and the brazen serpent which Moses made: because until those days the children of Israel burnt incense to it: and he called it Neesthan.
[5] ἐν κυρίῳ θεῷ Ισραηλ ἤλπισεν, καὶ μετ’ αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτῷ ἐν βασιλεῦσιν Ιουδα καὶ ἐν τοῖς γενομένοις ἔμπροσθεν αὐτοῦ·
[5] He trusted in the Lord God of Israel; and after him there was not any like him among the kings of Juda, nor among those that were before him.
[6] καὶ ἐκολλήθη τῷ κυρίῳ, οὐκ ἀπέστη ὄπισθεν αὐτοῦ καὶ ἐφύλαξεν τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐνετείλατο Μωυσῇ·
[6] And he clave to the Lord, he departed not from following him; and he kept his commandments, as many as he commanded Moses.
[7] καὶ ἦν κύριος μετ’ αὐτοῦ, ἐν πᾶσιν, οἷς ἐποίει, συνῆκεν. καὶ ἠθέτησεν ἐν τῷ βασιλεῖ Ἀσσυρίων καὶ οὐκ ἐδούλευσεν αὐτῷ.
[7] And the Lord was with him; and he was wise in all that he undertook: and he revolted from the king of the Assyrians, and served him not.
[8] αὐτὸς ἐπάταξεν τοὺς ἀλλοφύλους ἕως Γάζης καὶ ἕως ὁρίου αὐτῆς ἀπὸ πύργου φυλασσόντων καὶ ἕως πόλεως ὀχυρᾶς.
[8] He smote the Philistines even to Gaza, and to the border of it, from the tower of the watchmen even to the strong city.
[9] Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Εζεκια [αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τῷ Ωσηε υἱῷ Ηλα βασιλεῖ Ισραηλ] ἀνέβη Σαλαμανασσαρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει ἐπ’ αὐτήν·
[9] And it came to pass in the fourth year of King Ezekias (this is the seventh year of Osee son of Ela king of Israel,)that Salamanassar king of the Assyrians came up against Samaria, and besieged it.
[10] καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ Εζεκια [αὐτὸς ἐνιαυτὸς ἔνατος τῷ Ωσηε βασιλεῖ Ισραηλ], καὶ συνελήμφθη Σαμάρεια.
[10] And he took it at the end of three years, in the sixth year of Ezekias, (this is the ninth year of Osee king of Israel, when Samaria was taken.)
[11] καὶ ἀπῴκισεν βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους καὶ ἔθηκεν αὐτοὺς ἐν Αλαε καὶ ἐν Αβωρ ποταμῷ Γωζαν καὶ Ορη Μήδων,
[11] And the king of the Assyrians carried away the Samaritans to Assyria, and put them in Alae and in Abor, by the river Gozan, and in the mountains of the Medes;
[12] ἀνθ’ ὧν ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου θεοῦ αὐτῶν καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ, πάντα ὅσα ἐνετείλατο Μωϋσῆς ὁ δοῦλος κυρίου, καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν.
[12] because they hearkened not to the voice of the Lord their God, and transgressed his covenant, even in all things that Moses the servant of the Lord commanded, and hearkened not to them, nor did them.
[13] Καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει βασιλεῖ Εζεκιου ἀνέβη Σενναχηριμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ιουδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς.
[13] And in the fourteenth year of king Ezekias came up Sennacherim king of the Assyrians against the strong cities of Juda, and took them.
[14] καὶ ἀπέστειλεν Εζεκιας βασιλεὺς Ιουδα ἀγγέλους πρὸς βασιλέα Ἀσσυρίων εἰς Λαχις λέγων Ἡμάρτηκα, ἀποστράφητι ἀπ’ ἐμοῦ· ὃ ἐὰν ἐπιθῇς ἐπ’ ἐμέ, βαστάσω. καὶ ἐπέθηκεν ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ Εζεκιαν βασιλέα Ιουδα τριακόσια τάλαντα ἀργυρίου καὶ τριάκοντα τάλαντα χρυσίου.
[14] And Ezekias king of Juda sent messengers to the king of the Assyrians to Lachis, saying, I have offended; depart from me: whatsoever thou shalt lay upon me, I will bear. And the king of Assyria laid upon Ezekias king of Juda a tribute of three hundred talents of silver, and thirty talents of gold.
[15] καὶ ἔδωκεν Εζεκιας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως.
[15] And Ezekias gave all the silver that was found in the house of the Lord, and in the treasures of the king’s house.
[16] ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν Εζεκιας τὰς θύρας ναοῦ κυρίου καὶ τὰ ἐστηριγμένα, ἃ ἐχρύσωσεν Εζεκιας βασιλεὺς Ιουδα, καὶ ἔδωκεν αὐτὰ βασιλεῖ Ἀσσυρίων.
[16] At that time Ezekias cut off the gold from the doors of the temple, and from the pillars which Ezekias king of Juda had overlaid with gold, and gave it to the king of the Assyrians.
[17] Καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων τὸν Θαρθαν καὶ τὸν Ραφις καὶ τὸν Ραψακην ἐκ Λαχις πρὸς τὸν βασιλέα Εζεκιαν ἐν δυνάμει βαρείᾳ ἐπὶ Ιερουσαλημ, καὶ ἀνέβησαν καὶ ἦλθον εἰς Ιερουσαλημ καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἥ ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.
[17] And the king of the Assyrians sent Tharthan and Raphis and Rapsakes from Lachis to king Ezekias with a strong force against Jerusalem. And they went up and came to Jerusalem, and stood by the aqueduct of the upper pool, which is by the way of the fuller’s field.
[18] καὶ ἐβόησαν πρὸς Εζεκιαν, καὶ ἐξῆλθον πρὸς αὐτὸν Ελιακιμ υἱὸς Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωας υἱὸς Ασαφ ὁ ἀναμιμνῄσκων.
[18] And they cried to Ezekias: and there
came to him Heliakim the son of Chelcias the steward, and Somnas the scribe, and Joas the son of Saphat the recorder.
[19] καὶ εἶπεν πρὸς αὐτοὺς Ραψακης Εἴπατε δὴ πρὸς Εζεκιαν Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων Τίς ἡ πεποίθησις αὕτη, ἣν πέποιθας;
[19] And Rapsakes said to them, Say now to Ezekias, Thus says the king, the great king of the Assyrians, What is this confidence wherein thou trustest?
[20] εἶπας Πλὴν λόγοι χειλέων βουλὴ καὶ δύναμις εἰς πόλεμον. νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί;
[20] Thou hast said, (but they are mere words,)I have counsel and strength for war. Now then in whom dost thou trust, that thou hast revolted from me?
[21] νῦν ἰδοὺ πέποιθας σαυτῷ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ’ Αἴγυπτον· ὃς ἂν στηριχθῇ ἀνὴρ ἐπ’ αὐτήν, καὶ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ καὶ τρήσει αὐτήν· οὕτως Φαραω βασιλεὺς Αἰγύπτου πᾶσιν τοῖς πεποιθόσιν ἐπ’ αὐτόν.
[21] See now, art thou trusting for thyself on this broken staff of reed, even upon Egypt? whosoever shall stay himself upon it, it shall even go into his hand, and pierce it: so is Pharao king of Egypt to all that trust on him.
[22] καὶ ὅτι εἶπας πρός με Ἐπὶ κύριον θεὸν πεποίθαμεν· οὐχὶ αὐτὸς οὗτος, οὗ ἀπέστησεν Εζεκιας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ εἶπεν τῷ Ιουδα καὶ τῇ Ιερουσαλημ Ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ιερουσαλημ;
Delphi Septuagint Page 806