Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 857
Delphi Septuagint Page 857

by Lancelot C L Brenton (ed)


  [29] And also corn, salt, wine, and oil, and that continually every year without further question, according as the priests that be in Jerusalem shall signify to be daily spent:

  [30] ὅπως προσφέρωνται σπονδαὶ τῷ θεῷ τῷ ὑψίστῳ ὑπὲρ τοῦ βασιλέως καὶ τῶν παίδων καὶ προσεύχωνται περὶ τῆς αὐτῶν ζωῆς.

  [30] That offerings may be made to the most high God for the king and for his children, and that they may pray for their lives.

  [31] καὶ προσέταξεν ἵνα ὅσοι ἐὰν παραβῶσίν τι τῶν προειρημένων καὶ τῶν προσγεγραμμένων ἢ καὶ ἀκυρώσωσιν, λημφθῆναι ξύλον ἐκ τῶν ἰδίων αὐτοῦ καὶ ἐπὶ τούτου κρεμασθῆναι καὶ τὰ ὑπάρχοντα αὐτοῦ εἶναι βασιλικά.

  [31] And he commanded that whosoever should transgress, yea, or make light of any thing afore spoken or written, out of his own house should a tree be taken, and he thereon be hanged, and all his goods seized for the king.

  [32] διὰ ταῦτα καὶ ὁ κύριος, οὗ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἐκεῖ, ἀφανίσαι πάντα βασιλέα καὶ ἔθνος, ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ κωλῦσαι ἢ κακοποιῆσαι τὸν οἶκον τοῦ κυρίου ἐκεῖνον τὸν ἐν Ιερουσαλημ.

  [32] The Lord therefore, whose name is there called upon, utterly destroy every king and nation, that stretcheth out his hand to hinder or endamage that house of the Lord in Jerusalem.

  [33] ἐγὼ βασιλεὺς Δαρεῖος δεδογμάτικα ἐπιμελῶς κατὰ ταῦτα γίγνεσθαι.

  [33] I Darius the king have ordained that according unto these things it be done with diligence.

  CHAPTER 7

  [1] Τότε Σισίννης ὁ ἔπαρχος Κοίλης Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι κατακολουθήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως Δαρείου προσταγεῖσιν

  [1] Then Sisinnes the governor of Celosyria and Phenice, and Sathrabuzanes, with their companions following the commandments of king Darius,

  [2] ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν Ιουδαίων καὶ ἱεροστάταις.

  [2] Did very carefully oversee the holy works, assisting the ancients of the Jews and governors of the temple.

  [3] καὶ εὔοδα ἐγίνετο τὰ ἱερὰ ἔργα προφητευόντων Αγγαιου καὶ Ζαχαριου τῶν προφητῶν,

  [3] And so the holy works prospered, when Aggeus and Zacharias the prophets prophesied.

  [4] καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος τοῦ κυρίου θεοῦ Ισραηλ,

  [4] And they finished these things by the commandment of the Lord God of Israel, and with the consent of Cyrus, Darius, and Artaxerxes, kings of Persia.

  [5] καὶ μετὰ τῆς γνώμης Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου βασιλέως Περσῶν συνετελέσθη ὁ οἶκος ὁ ἅγιος ἕως τρίτης καὶ εἰκάδος μηνὸς Αδαρ τοῦ ἕκτου ἔτους βασιλέως Δαρείου.

  [5] And thus was the holy house finished in the three and twentieth day of the month Adar, in the sixth year of Darius king of the Persians

  [6] καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λοιποὶ οἱ ἐκ τῆς αἰχμαλωσίας οἱ προστεθέντες ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ·

  [6] And the children of Israel, the priests, and the Levites, and others that were of the captivity, that were added unto them, did according to the things written in the book of Moses.

  [7] καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν τοῦ ἱεροῦ τοῦ κυρίου ταύρους ἑκατόν, κριοὺς διακοσίους, ἄρνας τετρακοσίους,

  [7] And to the dedication of the temple of the Lord they offered an hundred bullocks two hundred rams, four hundred lambs;

  [8] χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς τοῦ Ισραηλ δώδεκα πρὸς ἀριθμὸν ἐκ τῶν φυλάρχων τοῦ Ισραηλ δώδεκα·

  [8] And twelve goats for the sin of all Israel, according to the number of the chief of the tribes of Israel.

  [9] καὶ ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐστολισμένοι κατὰ φυλὰς ἐπὶ τῶν ἔργων τοῦ κυρίου θεοῦ Ισραηλ ἀκολούθως τῇ Μωυσέως βίβλῳ καὶ οἱ θυρωροὶ ἐφ’ ἑκάστου πυλῶνος.

  [9] The priests also and the Levites stood arrayed in their vestments, according to their kindreds, in the service of the Lord God of Israel, according to the book of Moses: and the porters at every gate.

  [10] Καὶ ἠγάγοσαν οἱ υἱοὶ Ισραηλ τῶν ἐκ τῆς αἰχμαλωσίας τὸ πασχα ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνός· ὅτι ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἅμα,

  [10] And the children of Israel that were of the captivity held the passover the fourteenth day of the first month, after that the priests and the Levites were sanctified.

  [11] καὶ πάντες οἱ υἱοὶ τῆς αἰχμαλωσίας οὐχ ἡγνίσθησαν, ὅτι οἱ Λευῖται ἅμα πάντες ἡγνίσθησαν

  [11] They that were of the captivity were not all sanctified together: but the Levites were all sanctified together.

  [12] καὶ ἔθυσαν τὸ πασχα πᾶσιν τοῖς υἱοῖς τῆς αἰχμαλωσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς.

  [12] And so they offered the passover for all them of the captivity, and for their brethren the priests, and for themselves.

  [13] καὶ ἐφάγοσαν οἱ υἱοὶ Ισραηλ οἱ ἐκ τῆς αἰχμαλωσίας, πάντες οἱ χωρισθέντες ἀπὸ τῶν βδελυγμάτων τῶν ἐθνῶν τῆς γῆς, ζητοῦντες τὸν κύριον.

  [13] And the children of Israel that came out of the captivity did eat, even all they that had separated themselves from the abominations of the people of the land, and sought the Lord.

  [14] καὶ ἠγάγοσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας εὐφραινόμενοι ἔναντι τοῦ κυρίου,

  [14] And they kept the feast of unleavened bread seven days, making merry before the Lord,

  [15] ὅτι μετέστρεψεν τὴν βουλὴν τοῦ βασιλέως Ἀσσυρίων ἐπ’ αὐτοὺς κατισχῦσαι τὰς χεῖρας αὐτῶν ἐπὶ τὰ ἔργα κυρίου θεοῦ Ισραηλ.

  [15] For that he had turned the counsel of the king of Assyria toward them, to strengthen their hands in the works of the Lord God of Israel.

  CHAPTER 8

  [1] Καὶ μεταγενέστερος τούτων βασιλεύοντος Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως προσέβη Εσδρας Σαραιου τοῦ Εζεριου τοῦ Χελκιου τοῦ Σαλημου

  And after these things, when Artaxerxes the king of the Persians reigned came Esdras the son of Saraias, the son of Ezechrias, the son of Helchiah, the son of Salemus,

  [2] τοῦ Σαδδουκου τοῦ Αχιτωβ τοῦ Αμαριου τοῦ Οζιου τοῦ Βοκκα τοῦ Αβισουε τοῦ Φινεες τοῦ Ε
λεαζαρ τοῦ Ααρων τοῦ πρώτου ἱερέως·

  [2] The son of Sadduc, the son of Achitob, the son of Amarias, the son of Ozias, the son of Boccas, the son of Abisum, the son of Phinees, the son of Eleazar, the son of Aaron the chief priest.

  [3] οὗτος Εσδρας ἀνέβη ἐκ Βαβυλῶνος ὡς γραμματεὺς εὐφυὴς ὢν ἐν τῷ Μωυσέως νόμῳ τῷ ἐκδεδομένῳ ὑπὸ τοῦ θεοῦ τοῦ Ισραηλ,

  [3] This Esdras went up from Babylon, as a scribe, being very ready in the law of Moses, that was given by the God of Israel.

  [4] καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεὺς δόξαν, εὑρόντος χάριν ἐναντίον αὐτοῦ ἐπὶ πάντα τὰ ἀξιώματα αὐτοῦ.

  [4] And the king did him honour: for he found grace in his sight in all his requests.

  [5] καὶ συνανέβησαν ἐκ τῶν υἱῶν Ισραηλ καὶ τῶν ἱερέων καὶ Λευιτῶν καὶ ἱεροψαλτῶν καὶ θυρωρῶν καὶ ἱεροδούλων εἰς Ιεροσόλυμα ἔτους ἑβδόμου βασιλεύοντος Ἀρταξέρξου ἐν τῷ πέμπτῳ μηνί [οὗτος ἐνιαυτὸς ἕβδομος τῷ βασιλεῖ]·

  [5] There went up with him also certain of the children of Israel, of the priest of the Levites, of the holy singers, porters, and ministers of the temple, unto Jerusalem,

  [6] ἐξελθόντες γὰρ ἐκ Βαβυλῶνος τῇ νουμηνίᾳ τοῦ πρώτου μηνὸς ἐν τῇ νουμηνίᾳ τοῦ πέμπτου μηνὸς παρεγένοντο εἰς Ιεροσόλυμα κατὰ τὴν δοθεῖσαν αὐτοῖς εὐοδίαν παρὰ τοῦ κυρίου ἐπ’ αὐτῷ.

  [6] In the seventh year of the reign of Artaxerxes, in the fifth month, this was the king’s seventh year; for they went from Babylon in the first day of the first month, and came to Jerusalem, according to the prosperous journey which the Lord gave them.

  [7] ὁ γὰρ Εσδρας πολλὴν ἐπιστήμην περιεῖχεν εἰς τὸ μηδὲν παραλιπεῖν τῶν ἐκ τοῦ νόμου κυρίου καὶ ἐκ τῶν ἐντολῶν διδάξαι τὸν πάντα Ισραηλ πάντα τὰ δικαιώματα καὶ τὰ κρίματα.

  [7] For Esdras had very great skill, so that he omitted nothing of the law and commandments of the Lord, but taught all Israel the ordinances and judgments.

  [8] Προσπεσόντος δὲ τοῦ γραφέντος προστάγματος παρὰ Ἀρταξέρξου τοῦ βασιλέως πρὸς Εσδραν τὸν ἱερέα καὶ ἀναγνώστην τοῦ νόμου κυρίου, οὗ ἐστιν ἀντίγραφον τὸ ὑποκείμενον

  [8] Now the copy of the commission, which was written from Artaxerxes the king, and came to Esdras the priest and reader of the law of the Lord, is this that followeth;

  [9] Βασιλεὺς Ἀρταξέρξης Εσδρα τῷ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ νόμου κυρίου χαίρειν.

  [9] King Artaxerxes unto Esdras the priest and reader of the law of the Lord sendeth greeting:

  [10] καὶ τὰ φιλάνθρωπα ἐγὼ κρίνας προσέταξα τοὺς βουλομένους ἐκ τοῦ ἔθνους τῶν Ιουδαίων αἱρετίζοντας καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ τῶν δὲ ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ, συμπορεύεσθαί σοι εἰς Ιερουσαλημ.

  [10] Having determined to deal graciously, I have given order, that such of the nation of the Jews, and of the priests and Levites being within our realm, as are willing and desirous should go with thee unto Jerusalem.

  [11] ὅσοι οὖν ἐνθυμοῦνται, συνεξορμάτωσαν, καθάπερ δέδοκται ἐμοί τε καὶ τοῖς ἑπτὰ φίλοις συμβουλευταῖς,

  [11] As many therefore as have a mind thereunto, let them depart with thee, as it hath seemed good both to me and my seven friends the counsellors;

  [12] ὅπως ἐπισκέψωνται τὰ κατὰ τὴν Ιουδαίαν καὶ Ιερουσαλημ ἀκολούθως ᾧ ἔχει ἐν τῷ νόμῳ τοῦ κυρίου,

  [12] That they may look unto the affairs of Judea and Jerusalem, agreeably to that which is in the law of the Lord;

  [13] καὶ ἀπενεγκεῖν δῶρα τῷ κυρίῳ τοῦ Ισραηλ, ἃ ηὐξάμην ἐγώ τε καὶ οἱ φίλοι, εἰς Ιερουσαλημ καὶ πᾶν χρυσίον καὶ ἀργύριον, ὃ ἐὰν εὑρεθῇ ἐν τῇ χώρᾳ τῆς Βαβυλωνίας, τῷ κυρίῳ εἰς Ιερουσαλημ σὺν τῷ δεδωρημένῳ ὑπὸ τοῦ ἔθνους εἰς τὸ ἱερὸν τοῦ κυρίου αὐτῶν τὸ ἐν Ιερουσαλημ

  [13] And carry the gifts unto the Lord of Israel to Jerusalem, which I and my friends have vowed, and all the gold and silver that in the country of Babylon can be found, to the Lord in Jerusalem, With that also which is given of the people for the temple of the Lord their God at Jerusalem:

  [14] συναχθῆναι τό τε χρυσίον καὶ ἀργύριον εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ τὰ τούτοις ἀκόλουθα

  [14] and that silver and gold may be collected for bullocks, rams, and lambs, and things thereunto appertaining;

  [15] ὥστε προσενεγκεῖν θυσίας ἐπὶ τὸ θυσιαστήριον τοῦ κυρίου αὐτῶν τὸ ἐν Ιερουσαλημ.

  [15] To the end that they may offer sacrifices unto the Lord upon the altar of the Lord their God, which is in Jerusalem.

  [16] καὶ πάντα, ὅσα ἂν βούλῃ μετὰ τῶν ἀδελφῶν σου ποιῆσαι χρυσίῳ καὶ ἀργυρίῳ, ἐπιτέλει κατὰ τὸ θέλημα τοῦ θεοῦ σου

  [16] And whatsoever thou and thy brethren will do with the silver and gold, that do, according to the will of thy God.

  [17] καὶ τὰ ἱερὰ σκεύη τοῦ κυρίου τὰ διδόμενά σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου τοῦ ἐν Ιερουσαλημ.

  [17] And the holy vessels of the Lord, which are given thee for the use of the temple of thy God, which is in Jerusalem, thou shalt set before thy God in Jerusalem.

  [18] καὶ τὰ λοιπά, ὅσα ἂν ὑποπίπτῃ σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου, δώσεις ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου·

  [18] And whatsoever thing else thou shalt remember for the use of the temple of thy God, thou shalt give it out of the king’s treasury.

  [19] κἀγὼ δὲ Ἀρταξέρξης ὁ βασιλεὺς προσέταξα τοῖς γαζοφύλαξι Συρίας καὶ Φοινίκης, ἵνα ὅσα ἂν ἀποστείλῃ Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου τοῦ θεοῦ τοῦ ὑψίστου, ἐπιμελῶς διδῶσιν αὐτῷ ἕως ἀργυρίου ταλάντων ἑκατόν,

  [19] And I king Artaxerxes have also commanded the keepers of the treasures in Syria and Phenice, that whatsoever Esdras the priest and the reader of the law of the most high God shall send for, they should give it him with speed, To the sum of an hundred talents of silver,

  [20] ὁμοίως δὲ καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ οἴνου μετρητῶν ἑκατὸν καὶ ἅλα ἐκ πλήθους·

  [20] likewise also of wheat even to an hundred cors, and an hundred pieces of wine,

  [21] πάντα τὰ κατὰ τὸν τοῦ θεοῦ νόμον ἐπιτελεσθήτω ἐπιμελῶς τῷ θεῷ τῷ ὑψίστῳ ἕνεκα τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν τοῦ βασιλέως καὶ
τῶν υἱῶν.

  [21] and other things in abundance. Let all things be performed after the law of God diligently unto the most high God, that wrath come not upon the kingdom of the king and his sons.

  [22] καὶ ὑμῖν δὲ λέγεται ὅπως πᾶσι τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ πραγματικοῖς τοῦ ἱεροῦ τούτου μηδεμία φορολογία μηδὲ ἄλλη ἐπιβολὴ γίγνηται, καὶ ἐξουσίαν μηδένα ἔχειν ἐπιβαλεῖν τι τούτοις.

  [22] I command you also, that ye require no tax, nor any other imposition, of any of the priests, or Levites, or holy singers, or porters, or ministers of the temple, or of any that have doings in this temple, and that no man have authority to impose any thing upon them.

  [23] καὶ σύ, Εσδρα, κατὰ τὴν σοφίαν τοῦ θεοῦ ἀνάδειξον κριτὰς καὶ δικαστάς, ὅπως δικάζωσιν ἐν ὅλῃ Συρίᾳ καὶ Φοινίκῃ πάντας τοὺς ἐπισταμένους τὸν νόμον τοῦ θεοῦ σου· καὶ τοὺς μὴ ἐπισταμένους δὲ διδάξεις.

  [23] And thou, Esdras, according to the wisdom of God ordain judges and justices, that they may judge in all Syria and Phenice all those that know the law of thy God; and those that know it not thou shalt teach.

  [24] καὶ πάντες, ὅσοι ἐὰν παραβαίνωσι τὸν νόμον τοῦ θεοῦ σου καὶ τὸν βασιλικόν, ἐπιμελῶς κολασθήσονται, ἐάν τε καὶ θανάτῳ ἐάν τε καὶ τιμωρίᾳ ἢ ἀργυρικῇ ζημίᾳ ἢ ἀπαγωγῇ.

  [24] And whosoever shall transgress the law of thy God, and of the king, shall be punished diligently, whether it be by death, or other punishment, by penalty of money, or by imprisonment.

  [25] Εὐλογητὸς μόνος ὁ κύριος ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν τοῦ βασιλέως, δοξάσαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ιερουσαλημ,

 

‹ Prev