[9] But keep thou the law and the commandments, and shew thyself merciful and just, that it may go well with thee.
[10] τέκνον, ἰδὲ τί ἐποίησεν Αμαν Αχιαχάρῳ τῷ θρέψαντι αὐτόν, ὡς ἐκ τοῦ φωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος, καὶ ὅσα ἀνταπέδωκεν αὐτῷ· καὶ Αχιαχαρος μὲν ἐσώθη, ἐκείνῳ δὲ τὸ ἀνταπόδομα ἀπεδόθη, καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος. Μανασσης ἐποίησεν ἐλεημοσύνην καὶ ἐσώθη ἐκ παγίδος θανάτου, ἧς ἔπηξεν αὐτῷ, Αμαν δὲ ἐνέπεσεν εἰς τὴν παγίδα καὶ ἀπώλετο.
[10] And bury me decently, and thy mother with me; but tarry no longer at Nineve. Remember, my son, how Aman handled Achiacharus that brought him up, how out of light he brought him into darkness, and how he rewarded him again: yet Achiacharus was saved, but the other had his reward: for he went down into darkness. Manasses gave alms, and escaped the snares of death which they had set for him: but Aman fell into the snare, and perished.
[11] καὶ νῦν, παιδία, ἴδετε τί ἐλεημοσύνη ποιεῖ, καὶ τί δικαιοσύνη ῥύεται. – καὶ ταῦτα αὐτοῦ λέγοντος ἐξέλιπεν αὐτοῦ ἡ ψυχὴ ἐπὶ τῆς κλίνης· ἦν δὲ ἐτῶν ἑκατὸν πεντήκοντα ὀκτώ· καὶ ἔθαψεν αὐτὸν ἐνδόξως.
[11] Wherefore now, my son, consider what alms doeth, and how righteousness doth deliver. When he had said these things, he gave up the ghost in the bed, being an hundred and eight and fifty years old; and he buried him honourably.
[12] Καὶ ὅτε ἀπέθανεν Αννα, ἔθαψεν αὐτὴν μετὰ τοῦ πατρὸς αὐτοῦ. ἀπῆλθεν δὲ Τωβιας μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ εἰς Ἐκβάτανα πρὸς Ραγουηλ τὸν πενθερὸν αὐτοῦ.
[12] And when Anna his mother was dead, he buried her with his father.
But Tobias departed with his wife and children to Ecbatane to Raguel his father in law,
[13] καὶ ἐγήρασεν ἐντίμως καὶ ἔθαψεν τοὺς πενθεροὺς αὐτοῦ ἐνδόξως καὶ ἐκληρονόμησεν τὴν οὐσίαν αὐτῶν καὶ Τωβιτ τοῦ πατρὸς αὐτοῦ.
[13] Where he became old with honour, and he buried his father and mother in law honourably, and he inherited their substance, and his father Tobit’s.
[14] καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν εἴκοσι ἑπτὰ ἐν Ἐκβατάνοις τῆς Μηδίας.
[14] And he died at Ecbatane in Media, being an hundred and seven and twenty years old.
[15] καὶ ἤκουσεν πρὶν ἢ ἀποθανεῖν αὐτὸν τὴν ἀπώλειαν Νινευη, ἣν ᾐχμαλώτισεν Ναβουχοδονοσορ καὶ Ασυηρος· ἐχάρη πρὸ τοῦ ἀποθανεῖν ἐπὶ Νινευη.
[15] But before he died he heard of the destruction of Nineve, which was taken by Nabuchodonosor and Assuerus: and before his death he rejoiced over Nineve.
Judith
CHAPTER 1
[1] Ἔτους δωδεκάτου τῆς βασιλείας Ναβουχοδονοσορ, ὃς ἐβασίλευσεν Ἀσσυρίων ἐν Νινευη τῇ πόλει τῇ μεγάλῃ, ἐν ταῖς ἡμέραις Αρφαξαδ, ὃς ἐβασίλευσεν Μήδων ἐν Ἐκβατάνοις,
[1] In the twelfth year of the reign of Nabuchodonosor, who reigned in Nineve, the great city; in the days of Arphaxad, which reigned over the Medes in Ecbatane,
[2] καὶ ᾠκοδόμησεν ἐπ’ Ἐκβατάνων κύκλῳ τείχη ἐκ λίθων λελαξευμένων εἰς πλάτος πηχῶν τριῶν καὶ εἰς μῆκος πηχῶν ἓξ καὶ ἐποίησεν τὸ ὕψος τοῦ τείχους πηχῶν ἑβδομήκοντα καὶ τὸ πλάτος αὐτοῦ πηχῶν πεντήκοντα
[2] And built in Ecbatane walls round about of stones hewn three cubits broad and six cubits long, and made the height of the wall seventy cubits, and the breadth thereof fifty cubits:
[3] καὶ τοὺς πύργους αὐτοῦ ἔστησεν ἐπὶ ταῖς πύλαις αὐτῆς πηχῶν ἑκατὸν καὶ τὸ πλάτος αὐτῆς ἐθεμελίωσεν εἰς πήχεις ἑξήκοντα
[3] And set the towers thereof upon the gates of it an hundred cubits high, and the breadth thereof in the foundation threescore cubits:
[4] καὶ ἐποίησεν τὰς πύλας αὐτῆς πύλας διεγειρομένας εἰς ὕψος πηχῶν ἑβδομήκοντα καὶ τὸ πλάτος αὐτῆς πήχεις τεσσαράκοντα εἰς ἐξόδους δυνάμεως δυνατῶν αὐτοῦ καὶ διατάξεις τῶν πεζῶν αὐτοῦ.
[4] And he made the gates thereof, even gates that were raised to the height of seventy cubits, and the breadth of them was forty cubits, for the going forth of his mighty armies, and for the setting in array of his footmen:
[5] καὶ ἐποίησεν πόλεμον ἐν ταῖς ἡμέραις ἐκείναις ὁ βασιλεὺς Ναβουχοδονοσορ πρὸς βασιλέα Αρφαξαδ ἐν τῷ πεδίῳ τῷ μεγάλῳ, τοῦτό ἐστιν πεδίον ἐν τοῖς ὁρίοις Ραγαυ.
[5] Even in those days king Nabuchodonosor made war with king Arphaxad in the great plain, which is the plain in the borders of Ragau.
[6] καὶ συνήντησαν πρὸς αὐτὸν πάντες οἱ κατοικοῦντες τὴν ὀρεινὴν καὶ πάντες οἱ κατοικοῦντες τὸν Εὐφράτην καὶ τὸν Τίγριν καὶ τὸν Ὑδάσπην καὶ πεδία Αριωχ βασιλέως Ἐλυμαίων, καὶ συνῆλθον ἔθνη πολλὰ εἰς παράταξιν υἱῶν Χελεουδ.
[6] And there came unto him all they that dwelt in the hill country, and all that dwelt by Euphrates, and Tigris and Hydaspes, and the plain of Arioch the king of the Elymeans, and very many nations of the sons of Chelod, assembled themselves to the battle.
[7] καὶ ἀπέστειλεν Ναβουχοδονοσορ βασιλεὺς Ἀσσυρίων ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν Περσίδα καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας πρὸς δυσμαῖς, τοὺς κατοικοῦντας τὴν Κιλικίαν καὶ Δαμασκὸν καὶ τὸν Λίβανον καὶ Ἀντιλίβανον, καὶ πάντας τοὺς κατοικοῦντας κατὰ πρόσωπον τῆς παραλίας
[7] Then Nabuchodonosor king of the Assyrians sent unto all that dwelt in Persia, and to all that dwelt westward, and to those that dwelt in Cilicia, and Damascus, and Libanus, and Antilibanus, and to all that dwelt upon the sea coast,
[8] καὶ τοὺς ἐν τοῖς ἔθνεσι τοῦ Καρμήλου καὶ Γαλααδ καὶ τὴν ἄνω Γαλιλαίαν καὶ τὸ μέγα πεδίον Εσδρηλων
[8] And to those among the nations that were of Carmel, and Galaad, and the higher Galilee, and the great plain of Esdrelom,
[9] καὶ πάντας τοὺς ἐν Σαμαρείᾳ καὶ ταῖς πόλεσιν αὐτῆς καὶ πέραν τοῦ Ιορδάνου ἕως Ιερουσαλημ καὶ Βατανη καὶ Χελους καὶ Καδης καὶ τοῦ ποταμοῦ Αἰγύπτου καὶ Ταφνας καὶ Ραμεσση καὶ πᾶσαν γῆν Γεσεμ
[9] And to all that were in Samaria and the cities thereof, and beyond Jordan unto Jerusalem, and Betane, and Chelus, and Kades, and the river of Egypt, and Taphnes, and Ramesse, and all the land of Gesem,
[10] ἕως τοῦ ἐλθεῖν ἐπάνω Τάνεως καὶ Μέμφεως καὶ π�
�ντας τοὺς κατοικοῦντας τὴν Αἴγυπτον ἕως τοῦ ἐλθεῖν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας.
[10] Until ye come beyond Tanis and Memphis, and to all the inhabitants of Egypt, until ye come to the borders of Ethiopia.
[11] καὶ ἐφαύλισαν πάντες οἱ κατοικοῦντες πᾶσαν τὴν γῆν τὸ ῥῆμα Ναβουχοδονοσορ βασιλέως Ἀσσυρίων καὶ οὐ συνῆλθον αὐτῷ εἰς τὸν πόλεμον, ὅτι οὐκ ἐφοβήθησαν αὐτόν, ἀλλ’ ἦν ἐναντίον αὐτῶν ὡς ἀνὴρ εἷς, καὶ ἀνέστρεψαν τοὺς ἀγγέλους αὐτοῦ κενοὺς ἐν ἀτιμίᾳ προσώπου αὐτῶν.
[11] But all the inhabitants of the land made light of the commandment of Nabuchodonosor king of the Assyrians, neither went they with him to the battle; for they were not afraid of him: yea, he was before them as one man, and they sent away his ambassadors from them without effect, and with disgrace.
[12] καὶ ἐθυμώθη Ναβουχοδονοσορ ἐπὶ πᾶσαν τὴν γῆν ταύτην σφόδρα καὶ ὤμοσε κατὰ τοῦ θρόνου καὶ τῆς βασιλείας αὐτοῦ εἰ μὴν ἐκδικήσειν πάντα τὰ ὅρια τῆς Κιλικίας καὶ Δαμασκηνῆς καὶ Συρίας ἀνελεῖν τῇ ῥομφαίᾳ αὐτοῦ καὶ πάντας τοὺς κατοικοῦντας ἐν γῇ Μωαβ καὶ τοὺς υἱοὺς Αμμων καὶ πᾶσαν τὴν Ιουδαίαν καὶ πάντας τοὺς ἐν Αἰγύπτῳ ἕως τοῦ ἐλθεῖν ἐπὶ τὰ ὅρια τῶν δύο θαλασσῶν.
[12] Therefore Nabuchodonosor was very angry with all this country, and sware by his throne and kingdom, that he would surely be avenged upon all those coasts of Cilicia, and Damascus, and Syria, and that he would slay with the sword all the inhabitants of the land of Moab, and the children of Ammon, and all Judea, and all that were in Egypt, till ye come to the borders of the two seas.
[13] καὶ παρετάξατο ἐν τῇ δυνάμει αὐτοῦ πρὸς Αρφαξαδ βασιλέα ἐν τῷ ἔτει τῷ ἑπτακαιδεκάτῳ καὶ ἐκραταιώθη ἐν τῷ πολέμῳ αὐτοῦ καὶ ἀνέστρεψεν πᾶσαν τὴν δύναμιν Αρφαξαδ καὶ πᾶσαν τὴν ἵππον αὐτοῦ καὶ πάντα τὰ ἅρματα αὐτοῦ
[13] Then he marched in battle array with his power against king Arphaxad in the seventeenth year, and he prevailed in his battle: for he overthrew all the power of Arphaxad, and all his horsemen, and all his chariots,
[14] καὶ ἐκυρίευσε τῶν πόλεων αὐτοῦ καὶ ἀφίκετο ἕως Ἐκβατάνων καὶ ἐκράτησε τῶν πύργων καὶ ἐπρονόμευσε τὰς πλατείας αὐτῆς καὶ τὸν κόσμον αὐτῆς ἔθηκεν εἰς ὄνειδος αὐτῆς
[14] And became lord of his cities, and came unto Ecbatane, and took the towers, and spoiled the streets thereof, and turned the beauty thereof into shame.
[15] καὶ ἔλαβε τὸν Αρφαξαδ ἐν τοῖς ὄρεσι Ραγαυ καὶ κατηκόντισεν αὐτὸν ἐν ταῖς σιβύναις αὐτοῦ καὶ ἐξωλέθρευσεν αὐτὸν ἕως τῆς ἡμέρας ἐκείνης.
[15] He took also Arphaxad in the mountains of Ragau, and smote him through with his darts, and destroyed him utterly that day.
[16] καὶ ἀνέστρεψεν μετ’ αὐτῶν αὐτὸς καὶ πᾶς ὁ σύμμικτος αὐτοῦ, πλῆθος ἀνδρῶν πολεμιστῶν πολὺ σφόδρα, καὶ ἦν ἐκεῖ ῥᾳθυμῶν καὶ εὐωχούμενος αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ ἐφ’ ἡμέρας ἑκατὸν εἴκοσι.
[16] So he returned afterward to Nineve, both he and all his company of sundry nations being a very great multitude of men of war, and there he took his ease, and banqueted, both he and his army, an hundred and twenty days.
CHAPTER 2
[1] Καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ δευτέρᾳ καὶ εἰκάδι τοῦ πρώτου μηνὸς ἐγένετο λόγος ἐν οἴκῳ Ναβουχοδονοσορ βασιλέως Ἀσσυρίων ἐκδικῆσαι πᾶσαν τὴν γῆν καθὼς ἐλάλησεν.
[1] And in the eighteenth year, the two and twentieth day of the first month, there was talk in the house of Nabuchodonosor king of the Assyrians that he should, as he said, avenge himself on all the earth.
[2] καὶ συνεκάλεσεν πάντας τοὺς θεράποντας αὐτοῦ καὶ πάντας τοὺς μεγιστᾶνας αὐτοῦ καὶ ἔθετο μετ’ αὐτῶν τὸ μυστήριον τῆς βουλῆς αὐτοῦ καὶ συνετέλεσεν πᾶσαν τὴν κακίαν τῆς γῆς ἐκ τοῦ στόματος αὐτοῦ,
[2] So he called unto him all his officers, and all his nobles, and communicated with them his secret counsel, and concluded the afflicting of the whole earth out of his own mouth.
[3] καὶ αὐτοὶ ἔκριναν ὀλεθρεῦσαι πᾶσαν σάρκα οἳ οὐκ ἠκολούθησαν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ.
[3] Then they decreed to destroy all flesh, that did not obey the commandment of his mouth.
[4] καὶ ἐγένετο ὡς συνετέλεσεν τὴν βουλὴν αὐτοῦ, ἐκάλεσεν Ναβουχοδονοσορ βασιλεὺς Ἀσσυρίων τὸν Ολοφέρνην ἀρχιστράτηγον τῆς δυνάμεως αὐτοῦ δεύτερον ὄντα μετ’ αὐτὸν καὶ εἶπεν πρὸς αὐτόν
[4] And when he had ended his counsel, Nabuchodonosor king of the Assyrians called Holofernes the chief captain of his army, which was next unto him, and said unto him.
[5] Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, ὁ κύριος πάσης τῆς γῆς Ἰδοὺ σὺ ἐξελεύσῃ ἐκ τοῦ προσώπου μου καὶ λήμψῃ μετὰ σεαυτοῦ ἄνδρας πεποιθότας ἐν ἰσχύι αὐτῶν, πεζῶν εἰς χιλιάδας ἑκατὸν εἴκοσι καὶ πλῆθος ἵππων σὺν ἀναβάταις χιλιάδας δέκα δύο,
[5] Thus saith the great king, the lord of the whole earth, Behold, thou shalt go forth from my presence, and take with thee men that trust in their own strength, of footmen an hundred and twenty thousand; and the number of horses with their riders twelve thousand.
[6] καὶ ἐξελεύσῃ εἰς συνάντησιν πάσῃ τῇ γῇ ἐπὶ δυσμάς, ὅτι ἠπείθησαν τῷ ῥήματι τοῦ στόματός μου,
[6] And thou shalt go against all the west country, because they disobeyed my commandment.
[7] καὶ ἀπαγγελεῖς αὐτοῖς ἑτοιμάζειν γῆν καὶ ὕδωρ, ὅτι ἐξελεύσομαι ἐν θυμῷ μου ἐπ’ αὐτοὺς καὶ καλύψω πᾶν τὸ πρόσωπον τῆς γῆς ἐν τοῖς ποσὶν τῆς δυνάμεώς μου καὶ δώσω αὐτοὺς εἰς διαρπαγὴν αὐτοῖς,
[7] And thou shalt declare unto that they prepare for me earth and water: for I will go forth in my wrath against them and will cover the whole face of the earth with the feet of mine army, and I will give them for a spoil unto them:
[8] καὶ οἱ τραυματίαι αὐτῶν πληρώσουσιν τὰς φάραγγας αὐτῶν, καὶ πᾶς χειμάρρους καὶ ποταμὸς ἐπικλύζων τοῖς νεκροῖς αὐτῶν πληρωθήσεται·
[8] So that their slain shall fill their valleys and brooks and the river shall be filled with their dead, till it overflow:
[9] καὶ ἄξω τὴν αἰχμαλωσίαν αὐτῶν ἐπὶ τὰ ἄκρα πάσης τῆς γῆς.
[9] And
I will lead them captives to the utmost parts of all the earth.
[10] σὺ δὲ ἐξελθὼν προκαταλήμψῃ μοι πᾶν ὅριον αὐτῶν, καὶ ἐκδώσουσίν σοι ἑαυτούς, καὶ διατηρήσεις ἐμοὶ αὐτοὺς εἰς ἡμέραν ἐλεγμοῦ αὐτῶν·
[10] Thou therefore shalt go forth. and take beforehand for me all their coasts: and if they will yield themselves unto thee, thou shalt reserve them for me till the day of their punishment.
[11] ἐπὶ δὲ τοὺς ἀπειθοῦντας οὐ φείσεται ὁ ὀφθαλμός σου τοῦ δοῦναι αὐτοὺς εἰς φόνον καὶ ἁρπαγὴν ἐν πάσῃ τῇ γῇ σου.
[11] But concerning them that rebel, let not thine eye spare them; but put them to the slaughter, and spoil them wheresoever thou goest.
[12] ὅτι ζῶν ἐγὼ καὶ τὸ κράτος τῆς βασιλείας μου, λελάληκα καὶ ποιήσω ταῦτα ἐν χειρί μου.
[12] For as I live, and by the power of my kingdom, whatsoever I have spoken, that will I do by mine hand.
[13] καὶ σὺ δὲ οὐ παραβήσῃ ἕν τι τῶν ῥημάτων τοῦ κυρίου σου, ἀλλὰ ἐπιτελῶν ἐπιτελέσεις καθότι προστέταχά σοι, καὶ οὐ μακρυνεῖς τοῦ ποιῆσαι αὐτά.
[13] And take thou heed that thou transgress none of the commandments of thy lord, but accomplish them fully, as I have commanded thee, and defer not to do them.
[14] καὶ ἐξῆλθεν Ολοφέρνης ἀπὸ προσώπου τοῦ κυρίου αὐτοῦ καὶ ἐκάλεσεν πάντας τοὺς δυνάστας καὶ τοὺς στρατηγοὺς καὶ ἐπιστάτας τῆς δυνάμεως Ασσουρ
[14] Then Holofernes went forth from the presence of his lord, and called all the governors and captains, and the officers of the army of Assur;
Delphi Septuagint Page 880