Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 892
Delphi Septuagint Page 892

by Lancelot C L Brenton (ed)


  [17f] καὶ νῦν, κύριε ὁ θεὸς ὁ βασιλεὺς ὁ θεὸς Αβρααμ, φεῖσαι τοῦ λαοῦ σου, ὅτι ἐπιβλέπουσιν ἡμῖν εἰς καταφθορὰν καὶ ἐπεθύμησαν ἀπολέσαι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου·

  [17f] And now, O Lord God, the King, the God of Abraam, spare thy people, for our enemies are looking upon us to our destruction, and they have desired to destroy thine ancient inheritance.

  [17g] μὴ ὑπερίδῃς τὴν μερίδα σου, ἣν σεαυτῷ ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου·

  [17g] Do not overlook thy peculiar people, whom thou hast redeemed for thyself out of the land of Egypt.

  [17h] ἐπάκουσον τῆς δεήσεώς μου καὶ ἱλάσθητι τῷ κλήρῳ σου καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐωχίαν, ἵνα ζῶντες ὑμνῶμέν σου τὸ ὄνομα, κύριε, καὶ μὴ ἀφανίσῃς στόμα αἰνούντων σοι. –

  [17h] Hearken to my prayer, and be propitious to thine inheritance, and turn our mourning into gladness, that we may live and sing praise to thy name, O Lord; and do not utterly destroy the mouth of them that praise thee, O Lord.

  [17i] καὶ πᾶς Ισραηλ ἐκέκραξαν ἐξ ἰσχύος αὐτῶν, ὅτι θάνατος αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν.

  [17i] And all Israel cried with all their might, for death was before their eyes.

  [17k] Καὶ Εσθηρ ἡ βασίλισσα κατέφυγεν ἐπὶ τὸν κύριον ἐν ἀγῶνι θανάτου κατειλημμένη καὶ ἀφελομένη τὰ ἱμάτια τῆς δόξης αὐτῆς ἐνεδύσατο ἱμάτια στενοχωρίας καὶ πένθους καὶ ἀντὶ τῶν ὑπερηφάνων ἡδυσμάτων σποδοῦ καὶ κοπριῶν ἔπλησεν τὴν κεφαλὴν αὐτῆς καὶ τὸ σῶμα αὐτῆς ἐταπείνωσεν σφόδρα καὶ πάντα τόπον κόσμου ἀγαλλιάματος αὐτῆς ἔπλησε στρεπτῶν τριχῶν αὐτῆς καὶ ἐδεῖτο κυρίου θεοῦ Ισραηλ καὶ εἶπεν

  [17j] And queen Esther betook herself for refuge to the Lord, being taken as it were in the agony of death. And having taken off her glorious apparel, she put on garments of distress and mourning; and instead of grand perfumes she filled her head with ashes and dung, and she greatly brought down her body, and she filled every place of her glad adorning with the torn curls of her hair. And she besought the Lord God of Israel, and said,

  [17l] Κύριέ μου ὁ βασιλεὺς ἡμῶν, σὺ εἶ μόνος· βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σέ, ὅτι κίνδυνός μου ἐν χειρί μου.

  [17k] O my Lord, thou alone art our king: help me who am destitute, and have no helper but thee, for my danger is near at hand.

  [17m] ἐγὼ ἤκουον ἐκ γενετῆς μου ἐν φυλῇ πατριᾶς μου ὅτι σύ, κύριε, ἔλαβες τὸν Ισραηλ ἐκ πάντων τῶν ἐθνῶν καὶ τοὺς πατέρας ἡμῶν ἐκ πάντων τῶν προγόνων αὐτῶν εἰς κληρονομίαν αἰώνιον καὶ ἐποίησας αὐτοῖς ὅσα ἐλάλησας.

  [17l] I have heard from my birth, in the tribe of my kindred that thou, Lord, tookest Israel out of all the nations, and our fathers out of all their kindred for a perpetual inheritance, and hast wrought for them all that thou hast said.

  [17n] καὶ νῦν ἡμάρτομεν ἐνώπιόν σου, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν, ἀνθ’ ὧν ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν· δίκαιος εἶ, κύριε.

  [17m] And now we have sinned before thee, and thou hast delivered us into the hands of our enemies, because we honoured their gods: thou art righteous, O Lord.

  [17o] καὶ νῦν οὐχ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν, ἀλλὰ ἔθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τὰς χεῖρας τῶν εἰδώλων αὐτῶν ἐξᾶραι ὁρισμὸν στόματός σου καὶ ἀφανίσαι κληρονομίαν σου καὶ ἐμφράξαι στόμα αἰνούντων σοι καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστήριόν σου

  [17n] But now they have not been contented with the bitterness of our slavery, but have laid their hands on the hands of their idols, in order to abolish the decree of thy mouth, and utterly to destroy thine inheritances, and to stop the mouth of them that praise thee, and to extinguish the glory of thine house and thine alter,

  [17p] καὶ ἀνοῖξαι στόμα ἐθνῶν εἰς ἀρετὰς ματαίων καὶ θαυμασθῆναι βασιλέα σάρκινον εἰς αἰῶνα.

  [17o] and to open the mouth of the Gentiles to speak the praises of vanities, and in order that a mortal king should be admired for ever.

  [17q] μὴ παραδῷς, κύριε, τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσιν, καὶ μὴ καταγελασάτωσαν ἐν τῇ πτώσει ἡμῶν, ἀλλὰ στρέψον τὴν βουλὴν αὐτῶν ἐπ’ αὐτούς, τὸν δὲ ἀρξάμενον ἐφ’ ἡμᾶς παραδειγμάτισον.

  [17p] O Lord, do not resign thy scepter to them that are not, and let them not laugh at our fall, but turn their counsel, against themselves, and make an example of him who has begun to injure us.

  [17r] μνήσθητι, κύριε, γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν καὶ ἐμὲ θάρσυνον, βασιλεῦ τῶν θεῶν καὶ πάσης ἀρχῆς ἐπικρατῶν·

  [17q] Remember us, O Lord, manifest thyself in the time of our affliction, and encourage me, O King of gods, and ruler of all dominion.

  [17s] δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον τοῦ λέοντος καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονοούντων αὐτῷ·

  [17r] Put harmonious speech into my mouth before the lion, and turn his heart to hate him that fights against us, to the utter destruction of him that consent with him.

  [17t] ἡμᾶς δὲ ῥῦσαι ἐν χειρί σου καὶ βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ εἰ μὴ σέ, κύριε.

  [17s] But deliver us by thine hand, and help me who am destitute, and have none but thee, O Lord.

  [17u] πάντων γνῶσιν ἔχεις καὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων καὶ παντὸς ἀλλοτρίου.

  [17t] Thou knowest all things, and knowest that I hate the glory of transgressors, and that I abhor the couch of the uncircumcised, and of every stranger.

  [17w] σὺ οἶδας τὴν ἀνάγκην μου, ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου, ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὀπτασίας μου· βδελύσσομαι αὐτὸ ὡς ῥάκος καταμηνίων καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου.

  [17u] Thou knowest my necessity, for I abhor the symbol of my proud station, which is upon my head in the days of my splendour: I abhor it as a menstruous cloth, and I wear it not in the days of my tranquility.

  [17x] καὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν Αμαν καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως οὐδὲ ἔπιον οἶνον σπονδῶν·

  [17v] And thy handmaid has not eaten at the table of Aman, and I have not honoured the banquet of the kin
g, neither have I drunk wine of libations.

  [17y] καὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφ’ ἡμέρας μεταβολῆς μου μέχρι νῦν πλὴν ἐπὶ σοί, κύριε ὁ θεὸς Αβρααμ.

  [17w] Neither has thy handmaid rejoiced since the day of my promotion until now, except in thee, O Lord God of Abraam.

  [17z] ὁ θεὸς ὁ ἰσχύων ἐπὶ πάντας, εἰσάκουσον φωνὴν ἀπηλπισμένων καὶ ῥῦσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων· καὶ ῥῦσαί με ἐκ τοῦ φόβου μου.

  [17x] O God, who has power over all, hearken to the voice of the desperate, and deliver us from the hand of them that devise mischief; and deliver me from my fear.

  CHAPTER 5

  [1a] Καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὡς ἐπαύσατο προσευχομένη, ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτῆς.

  And it came to pass on the third day, when she had ceased praying, that she put off her mean dress, and put on her glorious apparel.

  [1b] καὶ γενηθεῖσα ἐπιφανὴς ἐπικαλεσαμένη τὸν πάντων ἐπόπτην θεὸν καὶ σωτῆρα παρέλαβεν τὰς δύο ἅβρας καὶ τῇ μὲν μιᾷ ἐπηρείδετο ὡς τρυφερευομένη, ἡ δὲ ἑτέρα ἐπηκολούθει κουφίζουσα τὴν ἔνδυσιν αὐτῆς,

  [1a] And being splendidly arrayed, and having called upon God the Overseer and Preserver of all things, she took her two maids, and she leaned upon one, as a delicate female, and the other followed bearing her train.

  [1c] καὶ αὐτὴ ἐρυθριῶσα ἀκμῇ κάλλους αὐτῆς, καὶ τὸ πρόσωπον αὐτῆς ἱλαρὸν ὡς προσφιλές, ἡ δὲ καρδία αὐτῆς ἀπεστενωμένη ἀπὸ τοῦ φόβου.

  [1b] And she was blooming in the perfection of her beauty; and her face was cheerful, and it were benevolent, but her heart was straitened for fear.

  [1d] καὶ εἰσελθοῦσα πάσας τὰς θύρας κατέστη ἐνώπιον τοῦ βασιλέως, καὶ αὐτὸς ἐκάθητο ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ καὶ πᾶσαν στολὴν τῆς ἐπιφανείας αὐτοῦ ἐνεδεδύκει, ὅλος διὰ χρυσοῦ καὶ λίθων πολυτελῶν, καὶ ἦν φοβερὸς σφόδρα.

  [1c] And having passed through all the doors, she stood before the king: and he was sitting upon his royal throne, and he had put on all his glorious apparel, covered all over with gold and precious stones, and was very terrible.

  [2a] καὶ ἄρας τὸ πρόσωπον αὐτοῦ πεπυρωμένον δόξῃ ἐν ἀκμῇ θυμοῦ ἔβλεψεν, καὶ ἔπεσεν ἡ βασίλισσα καὶ μετέβαλεν τὸ χρῶμα αὐτῆς ἐν ἐκλύσει καὶ κατεπέκυψεν ἐπὶ τὴν κεφαλὴν τῆς ἅβρας τῆς προπορευομένης.

  [1d] And having raised his face resplendent with glory, he looked with intense anger: and the queen fell, and changed her colour as she fainted; and she bowed herself upon the head of the maid that went before her.

  [2b] καὶ μετέβαλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ βασιλέως εἰς πραύτητα, καὶ ἀγωνιάσας ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὰς ἀγκάλας αὐτοῦ, μέχρις οὗ κατέστη, καὶ παρεκάλει αὐτὴν λόγοις εἰρηνικοῖς καὶ εἶπεν αὐτῇ

  [1e] But God changed the spirit of the king gentleness, and in intense feeling he sprang from off his throne, and took her into his arms, until she recovered: and he comforted her with peaceable words, and said to her,

  [2c] Τί ἐστιν, Εσθηρ; ἐγὼ ὁ ἀδελφός σου, θάρσει, οὐ μὴ ἀποθάνῃς, ὅτι κοινὸν τὸ πρόσταγμα ἡμῶν ἐστιν· πρόσελθε.

  [1f] What is the matter, Esther? I am thy brother; be of good cheer, thou shalt not die, for our command is openly declared to thee, Draw nigh.

  [2d] καὶ ἄρας τὴν χρυσῆν ῥάβδον ἐπέθηκεν ἐπὶ τὸν τράχηλον αὐτῆς καὶ ἠσπάσατο αὐτὴν καὶ εἶπεν Λάλησόν μοι.

  [2] And having raised the golden sceptre he laid it upon her neck, and embraced her, and said, Speak to me.

  [2e] καὶ εἶπεν αὐτῷ Εἶδόν σε, κύριε, ὡς ἄγγελον θεοῦ, καὶ ἐταράχθη ἡ καρδία μου ἀπὸ φόβου τῆς δόξης σου· ὅτι θαυμαστὸς εἶ, κύριε, καὶ τὸ πρόσωπόν σου χαρίτων μεστόν.

  [2a] And she said to him, I saw thee, my lord, as an angel of God, and my heart was troubled for fear of thy glory; for thou, my lord, art to be wondered at, and thy face is full of grace.

  [2f] ἐν δὲ τῷ διαλέγεσθαι αὐτὴν ἔπεσεν ἀπὸ ἐκλύσεως αὐτῆς, καὶ ὁ βασιλεὺς ἐταράσσετο, καὶ πᾶσα ἡ θεραπεία αὐτοῦ παρεκάλει αὐτήν.

  [2b] And while she was speaking, she fainted and fell. Then the king was troubled, and all his servants comforted her.

  [3] Καὶ εἶπεν ὁ βασιλεύς Τί θέλεις, Εσθηρ, καὶ τί σού ἐστιν τὸ ἀξίωμα; ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου καὶ ἔσται σοι.

  [3] And the king said, What wilt thou, Esther? and what is thy request? ask even to the half of my kingdom, and it shall be thine.

  [4] εἶπεν δὲ Εσθηρ Ἡμέρα μου ἐπίσημος σήμερόν ἐστιν· εἰ οὖν δοκεῖ τῷ βασιλεῖ, ἐλθάτω καὶ αὐτὸς καὶ Αμαν εἰς τὴν δοχήν, ἣν ποιήσω σήμερον.

  [4] And Esther said, To-day is my great day: if then it seem good to the king, let both him and Aman come to the feast which I will prepare this day.

  [5] καὶ εἶπεν ὁ βασιλεύς Κατασπεύσατε Αμαν, ὅπως ποιήσωμεν τὸν λόγον Εσθηρ· καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχήν, ἣν εἶπεν Εσθηρ.

  [5] And the king said, Hasten Aman hither, that we may perform the word of Esther. So they both come to the feast of which Esther had spoken.

  [6] ἐν δὲ τῷ πότῳ εἶπεν ὁ βασιλεὺς πρὸς Εσθηρ Τί ἐστιν, βασίλισσα Εσθηρ; καὶ ἔσται σοι ὅσα ἀξιοῖς.

  [6] And at the banquet the king said to Esther, What is thy request, queen Esther? speak, and thou shalt have all that thou requirest.

  [7] καὶ εἶπεν Τὸ αἴτημά μου καὶ τὸ ἀξίωμά μου·

  [7] And she said, My request and my petition are:

  [8] εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, ἐλθάτω ὁ βασιλεὺς καὶ Αμαν ἐπὶ τὴν αὔριον εἰς τὴν δοχήν, ἣν ποιήσω αὐτοῖς, καὶ αὔριον ποιήσω τὰ αὐτά.

  [8] if I have found favour in the sight of the king, let the king and Aman come again to-morrow to the feast which I shall prepare for them, and to-morrow I will do the same.

  [9] Καὶ ἐξῆλθεν ὁ Αμαν ἀπὸ τοῦ βασιλέως ὑπερχαρὴς εὐφραινόμενος· ἐν δὲ τῷ ἰδεῖν Αμαν Μαρδοχαῖον τὸν Ιουδαῖον ἐν τῇ αὐλῇ ἐθυμώθη σφόδρα.

  [9] So Aman went out from the king very glad and merry: but when Aman saw Mardochaeus the Jew in the court, he was greatly enraged.

  [10] καὶ εἰσελθὼν εἰς τὰ ἴδια ἐκάλεσεν τοὺς φίλους κ
αὶ Ζωσαραν τὴν γυναῖκα αὐτοῦ

  [10] And having gone into his own house, he called his friends, and his wife Zosara.

  [11] καὶ ὑπέδειξεν αὐτοῖς τὸν πλοῦτον αὐτοῦ καὶ τὴν δόξαν, ἣν ὁ βασιλεὺς αὐτῷ περιέθηκεν, καὶ ὡς ἐποίησεν αὐτὸν πρωτεύειν καὶ ἡγεῖσθαι τῆς βασιλείας.

  [11] And he shewed them his wealth, and the glory with which the king had invested him, and how he had caused him to take precedence and bear chief rule in the kingdom.

  [12] καὶ εἶπεν Αμαν Οὐ κέκληκεν ἡ βασίλισσα μετὰ τοῦ βασιλέως οὐδένα εἰς τὴν δοχὴν ἀλλ’ ἢ ἐμέ, καὶ εἰς τὴν αὔριον κέκλημαι·

  [12] And Aman said, The queen has called no one to the feast with the king but me, and I am invited to-morrow.

  [13] καὶ ταῦτά μοι οὐκ ἀρέσκει, ὅταν ἴδω Μαρδοχαῖον τὸν Ιουδαῖον ἐν τῇ αὐλῇ.

  [13] But these things please me not, while I see Mardochaeus the Jew in the court.

  [14] καὶ εἶπεν πρὸς αὐτὸν Ζωσαρα ἡ γυνὴ αὐτοῦ καὶ οἱ φίλοι Κοπήτω σοι ξύλον πηχῶν πεντήκοντα, ὄρθρου δὲ εἰπὸν τῷ βασιλεῖ καὶ κρεμασθήτω Μαρδοχαῖος ἐπὶ τοῦ ξύλου· σὺ δὲ εἴσελθε εἰς τὴν δοχὴν σὺν τῷ βασιλεῖ καὶ εὐφραίνου. καὶ ἤρεσεν τὸ ῥῆμα τῷ Αμαν, καὶ ἡτοιμάσθη τὸ ξύλον.

  [14] And Zosara his wife and his friends said to him, Let there be a gallows made for thee of fifty cubits, and in the morning do thou speak to the king, and let Mardochaeus be hanged on the gallows: but do thou go in to the feast with the king, and be merry. And the saying pleased Aman, and the gallows was prepared.

  CHAPTER 6

 

‹ Prev