[13] Ἐπέβαλεν δὲ καὶ ἐπί τινα πόλιν γεφύραις ὀχυρὰν καὶ τείχεσιν περιπεφραγμένην καὶ παμμειγέσιν ἔθνεσιν κατοικουμένην, ὄνομα δὲ Κασπιν.
[13] He went also about to make a bridge to a certain strong city, which was fenced about with walls, and inhabited by people of divers countries; and the name of it was Caspis.
[14] οἱ δὲ ἔνδον πεποιθότες τῇ τῶν τειχέων ἐρυμνότητι τῇ τε τῶν βρωμάτων παραθέσει ἀναγωγότερον ἐχρῶντο τοῖς περὶ τὸν Ιουδαν λοιδοροῦντες καὶ προσέτι βλασφημοῦντες καὶ λαλοῦντες ἃ μὴ θέμις.
[14] But they that were within it put such trust in the strength of the walls and provision of victuals, that they behaved themselves rudely toward them that were with Judas, railing and blaspheming, and uttering such words as were not to be spoken.
[15] οἱ δὲ περὶ τὸν Ιουδαν ἐπικαλεσάμενοι τὸν μέγαν τοῦ κόσμου δυνάστην τὸν ἄτερ κριῶν καὶ μηχανῶν ὀργανικῶν κατακρημνίσαντα τὴν Ιεριχω κατὰ τοὺς Ἰησοῦ χρόνους ἐνέσεισαν θηριωδῶς τῷ τείχει.
[15] Wherefore Judas with his company, calling upon the great Lord of the world, who without rams or engines of war did cast down Jericho in the time of Joshua, gave a fierce assault against the walls,
[16] καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ θεοῦ θελήσει ἀμυθήτους ἐποιήσαντο σφαγὰς ὥστε τὴν παρακειμένην λίμνην τὸ πλάτος ἔχουσαν σταδίους δύο κατάρρυτον αἵματι πεπληρωμένην φαίνεσθαι.
[16] And took the city by the will of God, and made unspeakable slaughters, insomuch that a lake two furlongs broad near adjoining thereunto, being filled full, was seen running with blood.
[17] Ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα πρὸς τοὺς λεγομένους Τουβιανοὺς Ιουδαίους.
[17] Then departed they from thence seven hundred and fifty furlongs, and came to Characa unto the Jews that are called Tubieni.
[18] καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον ἄπρακτον τότε ἀπὸ τῶν τόπων ἐκλελυκότα, καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν.
[18] But as for Timotheus, they found him not in the places: for before he had dispatched any thing, he departed from thence, having left a very strong garrison in a certain hold.
[19] Δοσίθεος δὲ καὶ Σωσίπατρος τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων ἐξοδεύσαντες ἀπώλεσαν τοὺς ὑπὸ Τιμοθέου καταλειφθέντας ἐν τῷ ὀχυρώματι πλείους τῶν μυρίων ἀνδρῶν.
[19] Howbeit Dositheus and Sosipater, who were of Maccabeus’ captains, went forth, and slew those that Timotheus had left in the fortress, above ten thousand men.
[20] ὁ δὲ Μακκαβαῖος διατάξας τὴν περὶ αὐτὸν στρατιὰν σπειρηδὸν κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησεν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν, ἱππεῖς δὲ δισχιλίους πρὸς τοῖς πεντακοσίοις.
[20] And Maccabeus ranged his army by bands, and set them over the bands, and went against Timotheus, who had about him an hundred and twenty thousand men of foot, and two thousand and five hundred horsemen.
[21] τὴν δὲ ἔφοδον μεταλαβὼν Ιουδου προεξαπέστειλεν ὁ Τιμόθεος τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Καρνιον· ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν πάντων τῶν τόπων στενότητα.
[21] Now when Timotheus had knowledge of Judas’ coming, he sent the women and children and the other baggage unto a fortress called Carnion: for the town was hard to besiege, and uneasy to come unto, by reason of the straitness of all the places.
[22] ἐπιφανείσης δὲ τῆς Ιουδου σπείρας πρώτης καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους φόβου τε ἐκ τῆς τοῦ τὰ πάντα ἐφορῶντος ἐπιφανείας γενομένης ἐπ’ αὐτοὺς εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχῇ φερόμενος ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσθαι καὶ ταῖς τῶν ξιφῶν ἀκμαῖς ἀναπείρεσθαι.
[22] But when Judas his first band came in sight, the enemies, being smitten with fear and terror through the appearing of him who seeth all things, fled amain, one running into this way, another that way, so as that they were often hurt of their own men, and wounded with the points of their own swords.
[23] ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον ὁ Ιουδας συγκεντῶν τοὺς ἀλιτηρίους διέφθειρέν τε εἰς μυριάδας τρεῖς ἀνδρῶν.
[23] Judas also was very earnest in pursuing them, killing those wicked wretches, of whom he slew about thirty thousand men.
[24] αὐτὸς δὲ ὁ Τιμόθεος ἐμπεσὼν τοῖς περὶ τὸν Δοσίθεον καὶ Σωσίπατρον ἠξίου μετὰ πολλῆς γοητείας ἐξαφεῖναι σῶον αὐτὸν διὰ τὸ πλειόνων μὲν γονεῖς, ὧν δὲ ἀδελφοὺς ἔχειν καὶ τούτους ἀλογηθῆναι συμβήσεται.
[24] Moreover Timotheus himself fell into the hands of Dositheus and Sosipater, whom he besought with much craft to let him go with his life, because he had many of the Jews’ parents, and the brethren of some of them, who, if they put him to death, should not be regarded.
[25] πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστῆσαι τούτους ἀπημάντους ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελφῶν σωτηρίας.
[25] So when he had assured them with many words that he would restore them without hurt, according to the agreement, they let him go for the saving of their brethren.
[26] Ἐξελθὼν δὲ ἐπὶ τὸ Καρνιον καὶ τὸ Ατεργατειον κατέσφαξεν μυριάδας σωμάτων δύο καὶ πεντακισχιλίους.
[26] Then Maccabeus marched forth to Carnion, and to the temple of Atargatis, and there he slew five and twenty thousand persons.
[27] μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν καὶ ἐπὶ Εφρων πόλιν ὀχυράν, ἐν ᾗ κατῴκει Λυσίας καὶ πάμφυλα πλήθη, νεανίαι δὲ ῥωμαλέοι πρὸ τῶν τειχέων καθεστῶτες εὐρώστως ἀπεμάχοντο, ἔνθα δὲ ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον.
[27] And after he had put to flight and destroyed them, Judas removed the host toward Ephron, a strong city, wherein Lysias abode, and a great multitude of divers nations, and the strong young men kept the walls, and defended them mightily: wherein also was great provision of engines and darts.
[28] ἐπικαλεσάμενοι δὲ τὸν δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τῶν πολεμίων ἀλκὰς ἔλαβον τὴν πόλιν ὑποχείριον, κατέστρωσα
ν δὲ τῶν ἔνδον εἰς μυριάδας δύο πεντακισχιλίους.
[28] But when Judas and his company had called upon Almighty God, who with his power breaketh the strength of his enemies, they won the city, and slew twenty and five thousand of them that were within,
[29] ἀναζεύξαντες δὲ ἐκεῖθεν ὥρμησαν ἐπὶ Σκυθῶν πόλιν ἀπέχουσαν ἀπὸ Ιεροσολύμων σταδίους ἑξακοσίους.
[29] From thence they departed to Scythopolis, which lieth six hundred furlongs from Jerusalem,
[30] ἀπομαρτυρησάντων δὲ τῶν ἐκεῖ καθεστώτων Ιουδαίων, ἣν οἱ Σκυθοπολῖται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν καὶ ἐν τοῖς τῆς ἀτυχίας καιροῖς ἥμερον ἀπάντησιν,
[30] But when the Jews that dwelt there had testified that the Scythopolitans dealt lovingly with them, and entreated them kindly in the time of their adversity;
[31] εὐχαριστήσαντες καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενεῖς εἶναι παρεγενήθησαν εἰς Ιεροσόλυμα τῆς τῶν ἑβδομάδων ἑορτῆς οὔσης ὑπογύου.
[31] They gave them thanks, desiring them to be friendly still unto them: and so they came to Jerusalem, the feast of the weeks approaching.
[32] Μετὰ δὲ τὴν λεγομένην πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς Ιδουμαίας στρατηγόν.
[32] And after the feast, called Pentecost, they went forth against Gorgias the governor of Idumea,
[33] ἐξῆλθεν δὲ μετὰ πεζῶν τρισχιλίων, ἱππέων δὲ τετρακοσίων.
[33] Who came out with three thousand men of foot and four hundred horsemen.
[34] παραταξαμένους δὲ συνέβη πεσεῖν ὀλίγους τῶν Ιουδαίων.
[34] And it happened that in their fighting together a few of the Jews were slain.
[35] Δοσίθεος δέ τις τῶν τοῦ Βακήνορος, ἔφιππος ἀνὴρ καὶ καρτερός, εἴχετο τοῦ Γοργίου καὶ λαβόμενος τῆς χλαμύδος ἦγεν αὐτὸν εὐρώστως καὶ βουλόμενος τὸν κατάρατον λαβεῖν ζωγρίαν, τῶν ἱππέων τινὸς Θρᾳκῶν ἐπενεχθέντος αὐτῷ καὶ τὸν ὦμον καθελόντος διέφυγεν ὁ Γοργίας εἰς Μαρισα.
[35] At which time Dositheus, one of Bacenor’s company, who was on horseback, and a strong man, was still upon Gorgias, and taking hold of his coat drew him by force; and when he would have taken that cursed man alive, a horseman of Thracia coming upon him smote off his shoulder, so that Gorgias fled unto Marisa.
[36] τῶν δὲ περὶ τὸν Εσδριν ἐπὶ πλεῖον μαχομένων καὶ κατακόπων ὄντων ἐπικαλεσάμενος Ιουδας τὸν κύριον σύμμαχον φανῆναι καὶ προοδηγὸν τοῦ πολέμου·
[36] Now when they that were with Gorgias had fought long, and were weary, Judas called upon the Lord, that he would shew himself to be their helper and leader of the battle.
[37] καταρξάμενος τῇ πατρίῳ φωνῇ τὴν μεθ’ ὕμνων κραυγὴν ἐνσείσας ἀπροσδοκήτως τοῖς περὶ τὸν Γοργίαν, τροπὴν αὐτῶν ἐποιήσατο.
[37] And with that he began in his own language, and sung psalms with a loud voice, and rushing unawares upon Gorgias’ men, he put them to flight.
[38] Ιουδας δὲ ἀναλαβὼν τὸ στράτευμα ἧκεν εἰς Οδολλαμ πόλιν· τῆς δὲ ἑβδομάδος ἐπιβαλλούσης κατὰ τὸν ἐθισμὸν ἁγνισθέντες αὐτόθι τὸ σάββατον διήγαγον.
[38] So Judas gathered his host, and came into the city of Odollam, And when the seventh day came, they purified themselves, as the custom was, and kept the sabbath in the same place.
[39] τῇ δὲ ἐχομένῃ ἦλθον οἱ περὶ τὸν Ιουδαν καθ’ ὃν χρόνον τὸ τῆς χρείας ἐγεγόνει, τὰ σώματα τῶν προπεπτωκότων ἀνακομίσασθαι καὶ μετὰ τῶν συγγενῶν ἀποκαταστῆσαι εἰς τοὺς πατρῴους τάφους.
[39] And upon the day following, as the use had been, Judas and his company came to take up the bodies of them that were slain, and to bury them with their kinsmen in their fathers’ graves.
[40] εὗρον δὲ ἑκάστου τῶν τεθνηκότων ὑπὸ τοὺς χιτῶνας ἱερώματα τῶν ἀπὸ Ιαμνείας εἰδώλων, ἀφ’ ὧν ὁ νόμος ἀπείργει τοὺς Ιουδαίους· τοῖς δὲ πᾶσι σαφὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι.
[40] Now under the coats of every one that was slain they found things consecrated to the idols of the Jamnites, which is forbidden the Jews by the law. Then every man saw that this was the cause wherefore they were slain.
[41] πάντες οὖν εὐλογήσαντες τὰ τοῦ δικαιοκρίτου κυρίου τὰ κεκρυμμένα φανερὰ ποιοῦντος
[41] All men therefore praising the Lord, the righteous Judge, who had opened the things that were hid,
[42] εἰς ἱκετείαν ἐτράπησαν ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειφθῆναι. ὁ δὲ γενναῖος Ιουδας παρεκάλεσε τὸ πλῆθος συντηρεῖν αὑτοὺς ἀναμαρτήτους εἶναι ὑπ’ ὄψιν ἑωρακότας τὰ γεγονότα διὰ τὴν τῶν προπεπτωκότων ἁμαρτίαν.
[42] Betook themselves unto prayer, and besought him that the sin committed might wholly be put out of remembrance. Besides, that noble Judas exhorted the people to keep themselves from sin, forsomuch as they saw before their eyes the things that came to pass for the sins of those that were slain.
[43] ποιησάμενός τε κατ’ ἀνδρολογίαν εἰς ἀργυρίου δραχμὰς δισχιλίας ἀπέστειλεν εἰς Ιεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας θυσίαν πάνυ καλῶς καὶ ἀστείως πράττων ὑπὲρ ἀναστάσεως διαλογιζόμενος·
[43] And when he had made a gathering throughout the company to the sum of two thousand drachms of silver, he sent it to Jerusalem to offer a sin offering, doing therein very well and honestly, in that he was mindful of the resurrection:
[44] εἰ μὴ γὰρ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα, περισσὸν καὶ ληρῶδες ὑπὲρ νεκρῶν εὔχεσθαι·
[44] For if he had not hoped that they that were slain should have risen again, it had been superfluous and vain to pray for the dead.
[45] εἶτε ἐμβλέπων τοῖς μετ’ εὐσεβείας κοιμωμένοις κάλλιστον ἀποκείμενον χαριστήριον, ὁσία καὶ εὐσεβὴς ἡ ἐπίνοια· ὅθεν περὶ τῶν τεθνηκότων τὸν ἐξιλασμὸν ἐποιήσατο τῆς ἁμαρτίας ἀπολυθῆναι.
[45] And also in that he perceived that there was great favour laid up for those that died godly, it was an holy and good thought. Whereupon he made a reconciliation for the dead, that they might be delivered from sin.
CHAPTER 13
[1] Τῷ δὲ ἐνάτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει προσέπεσεν τοῖς περὶ τὸν Ιουδαν Ἀντίοχον τὸν Εὐπάτορα παραγενέσθαι σὺν πλήθεσιν ἐπὶ τὴν Ιουδαία
ν
[1] In the hundred forty and ninth year it was told Judas, that Antiochus Eupator was coming with a great power into Judea,
[2] καὶ σὺν αὐτῷ Λυσίαν τὸν ἐπίτροπον καὶ ἐπὶ τῶν πραγμάτων, ἕκαστον ἔχοντα δύναμιν Ἑλληνικὴν πεζῶν μυριάδας ἕνδεκα καὶ ἱππέων πεντακισχιλίους τριακοσίους καὶ ἐλέφαντας εἴκοσι δύο, ἅρματα δὲ δρεπανηφόρα τριακόσια.
[2] And with him Lysias his protector, and ruler of his affairs, having either of them a Grecian power of footmen, an hundred and ten thousand, and horsemen five thousand and three hundred, and elephants two and twenty, and three hundred chariots armed with hooks.
[3] συνέμειξεν δὲ αὐτοῖς καὶ Μενέλαος καὶ παρεκάλει μετὰ πολλῆς εἰρωνείας τὸν Ἀντίοχον, οὐκ ἐπὶ σωτηρίᾳ τῆς πατρίδος, οἰόμενος δὲ ἐπὶ τῆς ἀρχῆς κατασταθήσεσθαι.
[3] Menelaus also joined himself with them, and with great dissimulation encouraged Antiochus, not for the safeguard of the country, but because he thought to have been made governor.
[4] ὁ δὲ βασιλεὺς τῶν βασιλέων ἐξήγειρεν τὸν θυμὸν τοῦ Ἀντιόχου ἐπὶ τὸν ἀλιτήριον, καὶ Λυσίου ὑποδείξαντος τοῦτον αἴτιον εἶναι πάντων τῶν κακῶν, προσέταξεν, ὡς ἔθος ἐστὶν ἐν τῷ τόπῳ, προσαπολέσαι ἀγαγόντας εἰς Βέροιαν.
[4] But the King of kings moved Antiochus’ mind against this wicked wretch, and Lysias informed the king that this man was the cause of all mischief, so that the king commanded to bring him unto Berea, and to put him to death, as the manner is in that place.
[5] ἔστιν δὲ ἐν τῷ τόπῳ πύργος πεντήκοντα πήχεων πλήρης σποδοῦ, οὗτος δὲ ὄργανον εἶχεν περιφερὲς πάντοθεν ἀπόκρημνον εἰς τὴν σποδόν.
Delphi Septuagint Page 925