[18] ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, Κύριος φροντιεῖ μου. βοηθός μου καὶ ὑπερασπιστής μου εἶ σύ· ὁ Θεός μου, μὴ χρονίσῃς.
[18] But I am poor and needy; the Lord will take care of me; thou art my helper, and my defender, O my God, delay not.
Ψαλμός 40
Psalm 40
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.
For the end, a Psalm of David.
[2] ΜΑΚΑΡΙΟΣ ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος.
[2] Blessed is the man who thinks, on the poor and needy: the Lord shall deliver him in an evil day.
[3] Κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ.
[3] May the Lord preserve him and keep him alive, and bless him on the earth, and not deliver him into the hands of his enemy.
[4] Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ· ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ.
[4] May the Lord help him upon the bed of his pain; thou hast made all his bed in his sickness.
[5] ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
[5] I said, O Lord, have mercy upon me; heal my soul; for I have sinned against thee.
[6] οἱ ἐχθροί μου εἶπαν κακά μοι· πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;
[6] Mine enemies have spoken evil against me, saying, When shall he die, and his name perish?
[7] καὶ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτό.
[7] And if he came to see me, his heart spoke vainly; he gathered iniquity to himself; he went forth and spoke in like manner.
[8] κατ᾿ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ᾿ ἐμοῦ ἐλογίζοντο κακά μοι·
[8] All my enemies whispered against me; against me they devised my hurt.
[9] λόγον παράνομον κατέθεντο κατ᾿ ἐμοῦ· μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι;
[9] They denounced a wicked word against me, saying, Now that he lies, shall he not rise up again?
[10] καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ᾿ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾿ ἐμὲ πτερνισμόν.
[10] For even the man of my peace, in whom I trusted, who ate my bread, lifted up his heel against me.
[11] σὺ δέ, Κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς.
[11] But thou, O Lord, have compassion upon me, and raise me up, and I shall requite them.
[12] ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ᾿ ἐμέ.
[12] By this I know that thou hast delighted in me, because mine enemy shall not rejoice over me.
[13] ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.
[13] But thou didst help me because of mine innocence, and hast established me before thee for ever.
[14] εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα. γένοιτο, γένοιτο.
[14] Blessed be the Lord God of Israel from everlasting, and to everlasting. So be it, so be it.
Ψαλμός 41
Psalm 41
Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κορέ.
For the end, a Psalm for instruction, for the sons of Core.
[2] ΟΝ ΤΡΟΠΟΝ ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρός σέ, ὁ Θεός.
[2] As the hart earnestly desires the fountains of water, so my soul earnestly longs for thee, O God.
[3] ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ;
[3] My soul has thirsted for the living God: when shall I come and appear before God?
[4] ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τῷ λέγεσθαί μοι καθ᾿ ἑκάστην ἡμέραν· ποῦ ἐστιν ὁ Θεός σου;
[4] My tears have been bread to me day and night, while they daily said to me, Where is thy God?
[5] ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ᾿ ἐμὲ τὴν ψυχήν μου, ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος.
[5] I remembered these things, and poured out my soul in me, for I will go to the place of thy wondrous tabernacle, even to the house of God, with a voice of exultation and thanksgiving and of the sound of those who keep festival.
[6] ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου.
[6] Wherefore art thou very sad, O my soul? and wherefore dost thou trouble me? hope in God; for I will give thanks to him; he is the salvation of my countenance.
[7] πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ, ἀπὸ ὄρους μικροῦ.
[7] O my God, my soul has been troubled within me: therefore will I remember thee from the land of Jordan, and of the Ermonites, from the little hill.
[8] ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταῤῥακτῶν σου, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾿ ἐμὲ διῆλθον.
[8] Deep calls to deep at the voice of thy cataracts: all thy billows and thy waves have gone over me.
[9] ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ αὐτῷ παρ᾿ ἐμοί, προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου.
[9] By day the Lord will command his mercy, and manifest it by night: with me is prayer to the God of my life.
[10] ἐρῶ τῷ Θεῷ· ἀντιλήπτωρ μου εἶ· διατί μου ἐπελάθου; καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου;
[10] I will say to God, Thou art my helper; why hast thou forgotten me? wherefore do I go sad of countenance, while the enemy oppresses me?
[11] ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου ὠνείδιζόν με οἱ ἐχθροί μου, ἐν τῷ λέγειν αὐτούς μοι καθ᾿ ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου;
[11] While my bones were breaking, they that afflicted me r
eproached me; while they said to me daily, Where is thy God?
[12] ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου.
[12] Wherefore art thou very sad, O my soul? and wherefore dost thou trouble me? hope in God; for I will give thanks to him; he is the health of my countenance, and my God.
Ψαλμός 42
Psalm 42
Ψαλμὸς τῷ Δαυΐδ.
A Psalm of David.
ΚΡΙΝΟΝ με, ὁ Θεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου· ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με.
Judge me, o God, and plead my cause, against an ungodly nation: deliver me from the unjust and crafty man.
[2] ὅτι σὺ εἶ ὁ Θεὸς κραταίωμά μου· ἱνατί ἀπώσω με; καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου;
[2] For thou, O God, art my strength: wherefore hast thou cast me off? and why do I go sad of countenance, while the enemy oppresses me?
[3] ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου.
[3] Send forth thy light and thy truth: they have led me, and brought me to thy holy mountain, and to thy tabernacles.
[4] καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, πρὸς τὸν Θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου· ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεός, ὁ Θεός μου.
[4] And I will go in to the altar of God, to God who gladdens my youth: I will give thanks to thee on the harp, O God, my God.
[5] ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου.
[5] Wherefore art thou very sad, O my soul? and wherefore dost thou trouble me? Hope in God; for I will give thanks to him, who is the health of my countenance, and my God.
Ψαλμός 43
Psalm 43
Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν ψαλμός.
For the end, a Psalm for instruction, for the sons of Core.
[2] Ο ΘΕΟΣ, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον, ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.
[2] O God, we have heard with our ears, our fathers have told us, the work which thou wroughtest in their days, in the days of old.
[3] ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, καὶ κατεφύτευσας αὐτούς, ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς.
[3] Thine hand utterly destroyed the heathen, and thou didst plant them: thou didst afflict the nations, and cast them out.
[4] οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, ἀλλ᾿ ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, ὅτι ηὐδόκησας ἐν αὐτοῖς.
[4] For they inherited not the land by their own sword, and their own arm did not deliver them; but thy right hand, and thine arm, and the light of thy countenance, because thou wert well pleased in them.
[5] σὺ εἶ αὐτὸς ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ·
[5] Thou art indeed my King and my God, who commandest deliverances for Jacob.
[6] ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν.
[6] In thee will we push down our enemies, and in thy name will we bring to nought them that rise up against us.
[7] οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με·
[7] For I will not trust in my bow, and my sword shall not save me.
[8] ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας.
[8] For thou hast saved us from them that afflicted us, and hast put to shame them that hated us.
[9] ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογηθησόμεθα εἰς τὸν αἰῶνα. (διάψαλμα).
[9] In God will we make our boast all the day, and to thy name will we give thanks for ever. (Pause).
[10] νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν.
[10] But now thou hast cast off, and put us to shame; and thou wilt not go forth with our hosts.
[11] ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν, καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς.
[11] Thou hast turned us back before our enemies; and they that hated us spoiled for themselves.
[12] ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως καὶ ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς·
[12] Thou madest us as sheep for meat; and thou scatteredst us among the nations.
[13] ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν αὐτῶν.
[13] Thou hast sold thy people without price, and there was no profit by their exchange.
[14] ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸν καὶ χλευασμὸν τοῖς κύκλῳ ἡμῶν·
[14] Thou hast made us a reproach to our neighbours, a scorn and derision them that are round about us.
[15] ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς.
[15] Thou hast made us a proverb among the Gentiles, a shaking of the head among the nations.
[16] ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστι, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με
[16] All the day my shame is before me, and the confusion of my face has covered me,
[17] ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.
[17] because of the voice of the slanderer and reviler; because of the enemy and avenger.
[18] ταῦτα πάντα ἦλθεν ἐφ᾿ ἡμᾶς καὶ οὐκ ἐπελαθόμεθά σου καὶ οὐκ ἠδικήσαμεν ἐν τῇ διαθήκῃ σου,
[18] All these things are come upon us: but we have not forgotten thee, neither have we dealt unrighteously in thy covenant.
[19] καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου.
 
; [19] And our heart has not gone back; but thou hast turned aside our paths from thy way.
[20] ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου.
[20] For thou hast laid us low in a place of affliction, and the shadow of death has covered us.
[21] εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον,
[21] If we have forgotten the name of our God, and if we have spread out our hands to a strange god;
[22] οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα; αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας.
[22] shall not God search these things out? for he knows the secrets of the heart.
[23] ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
[23] For, for thy sake we are killed all the day long; we are counted as sheep for slaughter.
[24] ἐξεγέρθητι· ἱνατί ὑπνοῖς, Κύριε; ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος.
[24] Awake, wherefore sleepest thou, O Lord? arise, and do not cast us off for ever.
[25] ἱνατί τὸ πρόσωπόν σου ἀποστρέφεις; ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν;
[25] Wherefore turnest thou thy face away, and forgettest our poverty and our affliction?
[26] ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν.
[26] For our soul has been brought down to the dust; our belly has cleaved to the earth.
[27] ἀνάστα, Κύριε, βοήθησον ἡμῖν καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.
Delphi Septuagint Page 969