Yet they have chosen their own ways, and their soul has delighted in their abominations.
[4] κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς· ὅτι ἐκάλεσα αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου, ἐλάλησα καὶ οὐκ ἤκουσαν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο.
[4] I also will choose their mockeries, and will recompense their sins upon them; because I called them, and they did not hearken to me; I spoke, and they heard not: and they did evil before me, and chose the things wherein I delighted not.
[5] Ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, κἀκεῖνοι αἰσχυνθήσονται.
[5] Hear the words of the Lord, ye that tremble at his word; speak ye, our brethren, to them that hate you and abominate you, that the name of the Lord may be glorified, and may appear their joy; but they shall be ashamed.
[6] φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις.
[6] A voice of a cry from the city, a voice from the temple, a voice of the Lord rendering recompence to his adversaries.
[7] πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγεν καὶ ἔτεκεν ἄρσεν.
[7] Before she that travailed brought forth, before the travail-pain came on, she escaped it and brought forth a male.
[8] τίς ἤκουσεν τοιοῦτο, καὶ τίς ἑώρακεν οὕτως; ἦ ὤδινεν γῆ ἐν μιᾷ ἡμέρᾳ, ἢ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ; ὅτι ὤδινεν καὶ ἔτεκεν Σιων τὰ παιδία αὐτῆς.
[8] Who has heard such a thing? and who has seen after this manner? Has the earth travailed in one day? or has even a nation been born at once, that Sion has travailed, and brought forth her children?
[9] ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσθης μου, εἶπεν κύριος. οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα; εἶπεν ὁ θεός.
[9] But I have raised this expectation, yet thou hast not remembered me, saith the Lord: behold, have not I made the bearing and barren woman? saith thy God.
[10] εὐφράνθητι, Ιερουσαλημ, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτήν, χάρητε χαρᾷ, πάντες ὅσοι πενθεῖτε ἐπ’ αὐτῆς,
[10] Rejoice, O Jerusalem, and all ye that love her hold in her a general assembly: rejoice greatly with her, all that now mourn over her:
[11] ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς.
[11] that ye may suck, and be satisfied with the breast of her consolation; that ye may milk out, and delight yourselves with the influx of her glory.
[12] ὅτι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν· τὰ παιδία αὐτῶν ἐπ’ ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται.
[12] For thus saith the Lord, Behold, I turn toward them as a river of peace, and as a torrent bringing upon them in a flood the glory of the Gentiles: their children shall be borne upon the shoulders, and comforted on the knees.
[13] ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτως καὶ ἐγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ιερουσαλημ παρακληθήσεσθε.
[13] As if his mother should comfort one, so will I also comfort you; and ye shall be comforted in Jerusalem.
[14] καὶ ὄψεσθε, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσθήσεται ἡ χεὶρ κυρίου τοῖς σεβομένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν.
[14] And ye shall see, and your heart shall rejoice, and your bones shall thrive like grass: and the hand of the Lord shall be known to them that fear him, and he shall threaten the disobedient.
[15] Ἰδοὺ γὰρ κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός.
[15] For, behold, the Lord will come as fire, and his chariots as a storm, to render his vengeance with wrath, and his rebuke with a flame of fire.
[16] ἐν γὰρ τῷ πυρὶ κυρίου κριθήσεται πᾶσα ἡ γῆ καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ κυρίου.
[16] For with the fire of the Lord all the earth shall be judged, and all flesh with his sword: many shall be slain by the Lord.
[17] οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν νῦν ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπεν κύριος,
[17] They that sanctify themselves and purify themselves in the gardens, and eat swine’s flesh in the porches, and the abominations, and the mouse, shall be consumed together, saith the Lord.
[18] κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι. ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσιν καὶ ὄψονται τὴν δόξαν μου.
[18] And I know their works and their imagination. I am going to gather all nations and tongues; and they shall come, and see my glory.
[19] καὶ καταλείψω ἐπ’ αὐτῶν σημεῖα καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσῳσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσις καὶ Φουδ καὶ Λουδ καὶ Μοσοχ καὶ Θοβελ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασίν μου τὸ ὄνομα οὐδὲ ἑωράκασιν τὴν δόξαν μου, καὶ ἀναγγελοῦσίν μου τὴν δόξαν ἐν τοῖς ἔθνεσιν.
[19] And I will leave a sign upon them, and I will send forth them that have escaped of them to the nations, to Tharsis, and Phud, and Lud, and Mosoch, and to Thobel, and to Greece, and to the isles afar off, to those who have not heard my name, nor seen my glory; and they shall declare my glory among the Gentiles.
[20] καὶ ἄξουσιν τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον κυρίῳ μεθ’ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ιερουσαλημ, εἶπεν κύριος, ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ισραηλ ἐμοὶ τὰς θυσίας αὐτῶν μετὰ ψαλμῶν εἰς τὸν οἶκον κυρίου.
[20] And they shall bring your brethren out of all nations for a gift to the Lord with horses, and chariots, in litters drawn by mules with awnings, to the holy city Jerusalem, said the Lor
d, as though the children of Israel should bring their sacrifices to me with psalms into the house of the Lord.
[21] καὶ ἀπ’ αὐτῶν λήμψομαι ἐμοὶ ἱερεῖς καὶ Λευίτας, εἶπεν κύριος.
[21] And I will take of them priests and Levites, saith the Lord.
[22] ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιόν μου, λέγει κύριος, οὕτως στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν.
[22] For as the new heaven and the new earth, which I make, remain before me, saith the Lord, so shall your seed and your name continue.
[23] καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ ἐνώπιόν μου προσκυνῆσαι ἐν Ιερουσαλημ, εἶπεν κύριος.
[23] And it shall come to pass from month to month, and from sabbath to sabbath, that all flesh shall come to worship before me in Jerusalem, saith the Lord.
[24] καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.
[24] And they shall go forth, and see the carcasses of the men that have transgressed against me: for their worm shall not die, and their fire shall not be quenched; and they shall be a spectacle to all flesh.
Jeremiah
CHAPTER 1
[1] Τὸ ῥῆμα τοῦ θεοῦ, ὃ ἐγένετο ἐπὶ Ιερεμιαν τὸν τοῦ Χελκιου ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν Αναθωθ ἐν γῇ Βενιαμιν·
[1] The word of God which came to Jeremiah the son of Chelcias, of the priests, who dwelt in Anathoth in the land of Benjamin:
[2] ὃς ἐγενήθη λόγος τοῦ θεοῦ πρὸς αὐτὸν ἐν ταῖς ἡμέραις Ιωσια υἱοῦ Αμως βασιλέως Ιουδα ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ·
[2] accordingly as the word of God came to him in the days of Josias son of Amos king of Juda, in the thirteenth year of his reign.
[3] καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα ἕως ἑνδεκάτου ἔτους Σεδεκια υἱοῦ Ιωσια βασιλέως Ιουδα ἕως τῆς αἰχμαλωσίας Ιερουσαλημ ἐν τῷ πέμπτῳ μηνί.
[3] And it was in the days of Joakim, son of Josias king of Juda, until the eleventh year of Sedekias king of Juda, even until the captivity of Jerusalem in the fifth month.
[4] Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
[4] And the word of the Lord came to him, saying,
[5] Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε.
[5] Before I formed thee in the belly, I knew thee; and before thou camest forth from the womb, I sanctified thee; I appointed thee a prophet to the nations.
[6] καὶ εἶπα Ὦ δέσποτα κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι.
[6] And I said, O Lord, thou that art supreme Lord, behold, I know not how to speak, for I am a child.
[7] καὶ εἶπεν κύριος πρός με Μὴ λέγε ὅτι Νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας, οὓς ἐὰν ἐξαποστείλω σε, πορεύσῃ, καὶ κατὰ πάντα, ὅσα ἐὰν ἐντείλωμαί σοι, λαλήσεις·
[7] And the Lord said to me, Say not, I am a child: for thou shalt go to all to whomsoever I shall send thee, and according to all the words that I shall command thee, thou shalt speak.
[8] μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει κύριος.
[8] Be not afraid before them: for I am with thee to deliver thee, saith the Lord.
[9] καὶ ἐξέτεινεν κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν κύριος πρός με Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου·
[9] And the Lord stretched forth his hand to me, and touched my mouth: and the Lord said to me, Behold, I have put my words into thy mouth.
[10] ἰδοὺ κατέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν.
[10] Behold, I have appointed thee this day over nations and over kingdoms, to root out, and to pull down, and to destroy, and to rebuild, and to plant.
[11] Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων Τί σὺ ὁρᾷς, Ιερεμια; καὶ εἶπα Βακτηρίαν καρυίνην.
[11] And the word of the Lord came to me, saying, What seest thou? And I said, A rod of an almond tree.
[12] καὶ εἶπεν κύριος πρός με Καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς. –
[12] And the Lord said to me, Thou hast well seen: for I have watched over my words to perform them.
[13] καὶ ἐγένετο λόγος κυρίου πρός με ἐκ δευτέρου λέγων Τί σὺ ὁρᾷς; καὶ εἶπα Λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βορρᾶ.
[13] And the word of the Lord came to me a second time, saying, What seest thou? And I said, A caldron on the fire; and the face of it is toward the north.
[14] καὶ εἶπεν κύριος πρός με Ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.
[14] And the Lord said to me, From the north shall flame forth evils upon all the inhabitants of the land.
[15] διότι ἰδοὺ ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας ἀπὸ βορρᾶ τῆς γῆς, λέγει κύριος, καὶ ἥξουσιν καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν Ιερουσαλημ καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα.
[15] For, behold, I call together all the kingdoms of the earth from the north, saith the Lord; and they shall come, and shall set each one his throne at the entrance of the gates of Jerusalem, and against all the walls round about her, and against all the cities of Juda.
[16] καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐγκατέλιπόν με καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
[16] And I will speak to them in judgment, concerning all their iniquity, forasmuch as they have forsaken me, and sacrificed to strange gods, and worshipped the works of their own hands.
[17] καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ εἰπὸν πρὸς αὐτοὺς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐ
ξαιρεῖσθαί σε, λέγει κύριος.
[17] And do thou gird up thy loins, and stand up, and speak all the words that I shall command thee: be not afraid of their face, neither be thou alarmed before them; for I am with thee to deliver thee, saith the Lord.
[18] ἰδοὺ τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρὸν ἅπασιν τοῖς βασιλεῦσιν Ιουδα καὶ τοῖς ἄρχουσιν αὐτοῦ καὶ τῷ λαῷ τῆς γῆς,
[18] Behold, I have made thee this day as a strong city, and as a brazen wall, strong against all the kings of Juda, and the princes thereof, and the people of the land.
[19] καὶ πολεμήσουσίν σε καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, εἶπεν κύριος.
[19] And they shall fight against thee; but they shall by no means prevail against thee; because I am with thee, to deliver thee, saith the Lord.
CHAPTER 2
[2] Καὶ εἶπεν Τάδε λέγει κύριος Ἐμνήσθην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ισραηλ, λέγει κύριος
[2] I remember the kindness of thy youth, and the love of thine espousals,
[3] ἅγιος Ισραηλ. τῷ κυρίῳ ἀρχὴ γενημάτων αὐτοῦ· πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσιν, κακὰ ἥξει ἐπ’ αὐτούς, φησὶν κύριος.
[3] in following the Holy One of Israel, saith the Lord, Israel was the holy people to the Lord, and the first-fruits of his increase: al that devoured him shall offend; evils shall come upon them, saith the Lord.
[4] ἀκούσατε λόγον κυρίου, οἶκος Ιακωβ καὶ πᾶσα πατριὰ οἴκου Ισραηλ.
Delphi Septuagint Page 1077